Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν

Μέγας Βασίλειος

Η ακακία, η πανουργία και οι ηλικίες του εσωτερικού ανθρώπου

Εξέταση της πνευματικής ακακίας και της επωφελούς πανουργίας, παράλληλα με την ανάπτυξη των πνευματικών αισθήσεων και την προοδευτική αύξηση της ψυχής στη σοφία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 7

Τί οὖν πρὸς τούτοις ἔτι; Ἵνα δῷ, φησὶν, ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. Διττῶς νοοῦμεν τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς καὶ μελέτης τῶν ἀγαθῶν οἷόν τινα ῥίζαν τῆς κακίας ἐκτεμόντες, κατὰ στέρησιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου προσηγορίαν δεχόμεθα· ἢ ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις ἢ βίου τινὸς ἐπιτήδευσιν ἀπείρως τινῶν πρός τινας κακίας διακειμένων.

Οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε δόλον καὶ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακουργίας, οὐδὲ τὰς ἐν δικαστηρίῳ διαπλοκάς. Τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως τῆς κακίας κεχωρισμένους, ἀλλ᾽ ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους. Ἄκακος δὲ κυρίως, ὁποῖος ἦν Δαβὶδ, λέγων· Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ὁ πᾶσαν πονηρίαν διὰ τῆς κατ᾽ ἀρετὴν ἀσκήσεως τῆς ἑαυτοῦ ψυχῆς ἀποστήσας, ὃς καὶ τῆς κληρονομίας τῶν ἀγαθῶν ἀξιοῦται. Διότι Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.

Ὁ τοιοῦτος πεποιθὼς ἐρεῖ· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· καὶ πάλιν· Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί. Χαρακτηρίζει δὲ τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους, τὸ γενναῖον, τὸ ἀκατάσκευον. Ὁποῖος ἦν Ἰακώβ· Ἄπλαστος, φησὶν, οἰκῶν οἰκίαν· τουτέστι, τῇ ἐκ τῆς φύσεως ἀπλότητι κεχρημένος, οὐδὲν ἐκ τέχνης ἐπίπλαστον σχῆμα, οἷον προσωπεῖον, ἑαυτῷ πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην περιτιθείς.

Ἐνταῦθα μέντοι ἄκακον ἔοικε λέγειν τὸν ἀπειρόκακον, ὃν καὶ χρείαν ἔχειν φησὶ τῆς ἐπαινετῆς πανουργίας, ἵνα πρὸς τῇ ἐκ φύσεως ἀκεραιότητι καὶ τὸ ἐξ ἐμπειρίας συνετὸν ἐπικτήσηται, καὶ οἷον ὅπλῳ τινὶ τῇ καλῇ πανουργίᾳ πεφραγμένος, δυσάλωτος ᾖ ταῖς ἐπιβουλαῖς τῶν ὑπεναντίων. Δεῖ γὰρ, οἶμαι, τὸν τέλειον φρόνιμον μὲν εἶναι πρὸς τὸ ἀγαθὸν, ἀκέραιον δὲ πρὸς τὸ κακόν. Ἐντεῦθεν ὥσπερ ἐκ πηγῆς τινος ἀρυέσθωσαν οἱ ἄκακοι τὴν σώζουσαν πανουργίαν.

Ἀνὴρ γὰρ πανοῦργος θρόνος αἰσθήσεως· καὶ, Πανοῦργος δὲ, κακῶν ἐπερχομένων, ἀπεκρύβη· καὶ, Ὁ δὲ φυλάσσων ἐλέγχους, πανουργότερος. Ἔστιν οὖν ἡ πανουργία ἐνέργεια πάντων κατ᾽ ἐπιτήδευσιν τεχνικήν· ὥσπερ ἡ κακουργία ἡ μόνου ἐστὶ τοῦ κακοῦ ἐργασία. Ἐπεὶ οὖν πᾶσαν ἐργασίαν παραδέχεται ὁ πανοῦργος, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ φαῦλά ἐστι, δύο σημαίνει ἡ τοῦ πανούργου προσηγορία.

Καὶ ὁ μὲν ἐπὶ βλάβῃ ἑτέρων τῇ ἐπινοίᾳ χρώμενος τῶν ἔργων, πονηρός· ὁ δὲ ἐπαινετὸς πανοῦργος ὁ ὀξέως καὶ συνετῶς τὸ οἰκεῖον ἀγαθὸν ἐξευρίσκων, καὶ τὰς δολίως καὶ ἐπιβούλως παρ᾽ ἑτέρων αὐτῷ βλάβας σκευωρουμένας ἀποδιδράσκων. Πρόσεχε οὖν ἀκριβῶς τῷ τῆς πανουργίας ὀνόματι· καὶ γίνωσκε, ὅτι μέση τις ἕξις ἐστὶ, καθ᾽ ἣν ὁ μὲν ἐκ προθέσεως ὑγιοῦς ἐπ᾽ ὠφελείᾳ ἑαυτοῦ καὶ τῶν πλησίον αὐτῇ κεχρημένος ἀποδεκτὸς, ὁ δὲ ἐπὶ βλάβῃ τῶν πέλας μεταχειριζόμενος αὐτὴν κατεγνωσμένος, ἀφορμῇ πρὸς ἁπώλειαν τῷ ἐπιτηδεύματι χρώμενος.

Πλήρης δὲ ἡ ἱστορία τῆς ἐφ᾽ ἑκάτερα χρήσεως τοῦ ἐπιτηδεύματος. Καλὴ πανουργία τῶν Ἑβραίων κατασοφισαμένων τοὺς Αἰγυπτίους, καὶ τόν τε μισθὸν τῆς ἐργασίας τῶν πόλεων ἀπολαβόντων, καὶ ὕλας ἑαυτοῖς πρὸς τὴν σκηνὴν συμπορισαμένων.

Ἐπαινετῶς ἐπανουργεύσαντο αἱ μαῖαι περιποιούμεναι τὰ ἄῤῥενα τῶν Ἑβραίων. Καλὴ πανουργία Ῥεβέκκας τὴν μεγάλην εὐλογίαν τῷ υἱῷ προξενούσης. Καλῶς ἐπανουργεύσατο Ῥαάβ· καλῶς Ῥαχήλ· ἡ μὲν τοὺς κατασκόπους περισωσαμένη, ἡ δὲ τὸν πατέρα κατασοφισαμένη, καὶ τῆς εἰδωλολατρείας ἐλευθερώσασα. Πονηρῶς κατεπανουργεύσαντο τοὺς Ἰσραηλίτας οἱ Γαβαωνῖται. Πονηρὰ πανουργία τοῦ Ἀβεσσαλὼμ ἐν σχήματι ἐπιεικείας ὑπαγομένου τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συναθροίσαντος εἰς ἐπιβουλὴν τοῦ πατρός. Ἐγκαλοῦνται δέ τινες, ὡς καὶ ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ καταπανουργευσάμενοι γνώμην. Ἐνταῦθα μέντοι τὴν ἐπ᾽ ὠφελείᾳ παραλαμβανομένην πανουργίαν ὁ λόγος ἐγκρίνει, οἱονεὶ ὅπλον οὖσαν πρὸς τὰ τοῦ βίου πράγματα, καὶ ὀχυροῦσαν δι᾽ ἑαυτῆς τὰς ψυχὰς τῶν ἁπλουστέρων.

Εἰ γὰρ εἶχε τὴν πανουργίαν ταύτην ἡ Εὔα, οὐκ ἂν εὐάλωτος ἐγεγόνει ταῖς ἀπάταις τοῦ ὄφεως. Τὸν οὖν ἄκακον, τὸν διὰ τὸ πιστεύειν παντὶ λόγῳ εὔκολον εἰς τὸ φθαρῆναι τὰ νοήματα, ὀχυροῖ ἡ προκειμένη διδασκαλία, οἷον συμμαχίαν αὐτῷ πρὸς τὰ τοῦ βίου πράγματα τὴν ἐκ τῆς πανουργίας ὠφέλειαν παρεχομένη.

Ἑξῆς ἐστιν ἐπισκέψασθαι, πῶς παιδὶ νέῳ δίδωσιν αἴσθησιν καὶ ἔννοιαν. Ἐπειδὴ διπλοῦς ὁ ἄνθρωπος, ὥς φησιν ὁ Ἀπόστολος· ὁ μέν τις ἔξωθεν ὢν, ὁ δὲ ἔνδοθεν, κατά τε τὸν ὁρώμενον, καὶ κατὰ τὸν ἐν τῷ κρυπτῷ νοούμενον, ἀνάγκη ἡμᾶς καὶ τὰ τῆς ἡλικίας ἐφ᾽ ἑκατέρων παραπλησίως λαμβάνειν. Τὸ μὲν οὖν λέγειν τὸν ἀρτιγενῆ παῖδα αἴσθησιν λαμβάνειν σωματικὴν οὐ πόῤῥω ἐστὶ τοῦ γελοίου. Ποίαν γὰρ τῶν αἰσθήσεων ἡ βίβλος χαρίσασθαι δύναται, καὶ ὄψεως, καὶ ἀκοῆς, καὶ ὀσφρήσεως, καὶ γεύσεως, καὶ ἁφῆς εὐθὺς συναπογεννωμένων ἡμῖν, καὶ οὐκ ἐκ διδασκαλίας προσγινομένων, ἀλλὰ τῆς φύσεως διὰ τούτων ἀπαρτιζούσης τὸ ζῶον; Οὔτε οὖν παῖδα σωματικῶς νοητέον, οὔτε αἴσθησιν μίαν τούτων τῶν ἀπηριθμημένων, ἀλλ᾽ ἐπὶ τὸν ἔσω ἄνθρωπον τὰς ἡλικίας μεταληπτέον. Ἐδιδάχθημεν γὰρ πολλαχοῦ τῆς Γραφῆς καὶ παιδικὴν κατάστασιν τῆς ψυχῆς· καὶ ἄλλην ἀκμαστικήν· καὶ ἄλλην ἤδη πρεσβύτου.

Οἷον, ὡς παρὰ Παύλου μεμαθήκαμεν, οἱ ἐν Κορίνθῳ νήπιοι ἦσαν· διόπερ καὶ γάλακτος ἔτι ἐδέοντο, τῆς εἰσαγωγικῆς καὶ ἁπλουστέρας τοῦ Εὐαγγελίου διδασκαλίας, μήπω δυνάμενοι περικρατεῖν στερεᾶς τροφῆς τῆς ἐν δόγμασι. Νεανίσκος δὲ κατὰ ψυχήν ἐστιν ὁ πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς κατηρτισμένος πρὸς τὸ τέλειον, ὁ τῷ πνεύματι ζέων, ὁ σφριγῶν πρὸς τὰς πράξεις τῆς εὐσεβείας, καὶ ἀκμάζων πρὸς πᾶσαν εὐτονίαν ἀγαθῶν ἔργων· ὃν καὶ βιαστὴν τὸ Εὐαγγέλιον λέγει, δυνάμενον διαρπάσαι τὴν βασιλείαν τῶν οὐρανῶν· ὃν καὶ εἰς τοὺς ὕμνους, ὡς ἐπιτήδειον, τὸ ἅγιον Πνεῦμα παραλαμβάνει· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Καὶ ἐν τῷ Ἰωὴλ ἐπαγγελίας ἔχουσι οἱ νεανίσκοι ὁράσεις ὄψεσθαι. Πρεσβύτερος δὲ κατὰ ψυχὴν ὁ τετελειωμένος κατὰ τὴν φρόνησιν· ὁποῖος ἦν Δανιὴλ, ἐν νεαρῷ τῷ σώματι τὸ ἐκ τῆς συνέσεως σεμνὸν πολιᾶς πάσης αἰδεσιμώτερον ὑποφαίνων. Διό φασι πρὸς αὐτὸν ἐκεῖνοι οἱ πλήρεις ἡμερῶν πονηρῶν· Δεῦρο, κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀπάγγειλον ἡμῖν, ὅτι σοι ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον. Οὐκοῦν καὶ ἐνταῦθα παῖδα νέον φησὶ τὸν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀναγεννηθέντα, καὶ τραφέντα, καὶ γενόμενον ὡς παιδίον, καὶ διὰ τῆς τοιαύτης καταστάσεως εὔθετον ὄντα τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Τῷ δὴ οὕτως ἀρτιγενεῖ βρέφει, τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσαντι, δίδωσιν ἡ βίβλος τῶν Παροιμιῶν δι᾽ αὐτῆς γεγυμνασμένῳ αἴσθησιν καὶ ἔννοιαν· αἴσθησιν μὲν τῶν παρόντων, ἔννοιαν δὲ τῶν μελλόντων. Παιδεύει μὲν γὰρ τὰ ἀνθρώπινα, καὶ αἰσθητικοὺς ποιεῖ τῶν πραγμάτων, ὡς μήτε ἀτόποις ἡδοναῖς δουλεύειν. μήτε περὶ τὰς ματαίας τοῦ κόσμου τούτου δόξας διεπτοῆσθαι. Ἐμποιεῖ δὲ καὶ τοῦ μέλλοντος αἰῶνος ἔννοιαν, καὶ προσβιβάζει δι᾽ ὧν λέγει τῇ πίστει τῶν ἐπηγγελμένων.

Ἐπειδὴ δὲ τὰς τῶν ἡλικιῶν διαφορὰς ἐπὶ τὸν ἔσω ἄνθρωπον μετελάβομεν, ἀκόλουθόν ἐστι καὶ τὰ τῶν αἰσθήσεων ὀνόματα ἐπὶ τὰς δυνάμεις τῆς ψυχῆς μεταφέρειν. Ὥστε ὅταν λέγῃ, ὅτι Ἐμοῖς λόγοις παράβαλε σὸν οὖς, εἰδέναι ἡμᾶς χρὴ, ὅτι τὸ εὐήκοον τῆς ψυχῆς ἐπιζητεῖ, ὡς ὁ Κύριος· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· καὶ τὸ, Λόγος σοφὸς εἰς οὖς εὐήκοον. Διὰ τούτων οὖν καὶ τῶν τοιούτων δίδωσι τῷ νέῳ παιδὶ τὴν τῆς ἀκοῆς αἴσθησιν ὑγιαίνουσαν.

Ὅταν δὲ λέγῃ, Μὴ πρόσεχε φαύλῃ γυναικί· καὶ πάλιν, Μὴ ἐρείσῃς σὸν ὄμμα πρὸς αὐτήν· καὶ, Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· δῆλός ἐστι τὴν οἱονεὶ ὅρασιν τῆς ψυχῆς τῷ παιδὶ χαριζόμενος. Καὶ ὅταν παραινῇ, ὅτι Φάγε μέλι, υἱὲ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου (μέλι τροπικῶς ὀνομάζων τὴν θείαν διδασκαλίαν· Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου)· διὰ τῆς παραινέσεως ταύτης τὴν πνευματικὴν γεῦσιν τῆς ψυχῆς καταρτίζει, περὶ ἧς εἴρηται· Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἔστι δέ τις καὶ ἁφὴ τῆς ψυχῆς, καθ᾽ ἣν ἐφάπτεται αὐτῆς ἡ σοφία, οἱονεὶ περιπτυσσομένη τὴν ἑαυτῆς ἀρετήν.

Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, ἵνα σε περιλάβῃ· καὶ πάλιν ὁ Ἐκκλησιαστὴς, Καιρὸς τοῦ περιλαβεῖν, καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. Σώματα μὲν γὰρ περιπλοκαῖς ἀκαθάρτοις καταμιαίνεται· ψυχὴ δὲ, τῇ τῆς σοφίας περιπλοκῇ ὅλη δι᾽ ὅλης πρὸς αὐτὴν ἐνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος. Οὕτω μὲν οὖν αἴσθησιν παιδὶ χαρίζεται νέῳ. Ἔννοιαν δὲ πῶς ἐμποιεῖ; Ὅταν λέγῃ· Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ κακῇ. Ἐμβάλλει γὰρ ἐνθύμιον τῇ καρδίᾳ σου περὶ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ σοι τὸ πλῆθος τῶν χρημάτων οὐκ ἐπαρκέσει, οὐδὲ ἐξαιρήσεταί σε τῆς αἰωνίου κολάσεως. Ἢ ὅταν λέγῃ· Ἄκακοι δὲ κληρονομήσουσι γῆν· γῆν ἐκείνην, ἧς καὶ οἱ πραεῖς εἰσι κληρονόμοι, κατά τε τὸν Ψαλμῳδὸν τὸν λέγοντα· Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν· καὶ κατὰ τὸν μακαρισμὸν τοῦ Κυρίου· Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· καὶ πάλιν· Δόξαν σοφοὶ κληρονομήσουσι.

Πρὸς τὴν ἐπιθυμίαν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν τὴν ψυχὴν διανίστησι. Ταύτην δίδωσι τῷ παιδὶ τῷ νέῳ τὴν ἔννοιαν, φόβον μὲν τῶν τοῖς ἁμαρτωλοῖς ἀπειληθέντων, ἐπιθυμίαν δὲ τῶν τοῖς δικαίοις ἡτοιμασμένων. Τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται. Μεγάλην μαρτυρεῖ δύναμιν ταῖς Παροιμίαις ὁ λόγος, ὅτι ὑπερβαίνει τῶν σοφῶν τὴν σοφίαν, καὶ τῶν ἐναποκειμένων αὐτοῖς παιδευμάτων μείζονά ἐστι τὰ ἐκ τῆς βίβλου ταύτης παραδιδόμενα.

Ὥστε τῶν μὲν ἄλλων διδασκάλων οἱ ἄπειροί εἰσι μαθηταί· τῆς δὲ βίβλου ταύτης ἀκροαταί εἰσιν οἱ σοφοί. Ἐπειδὴ δὲ ὁμώνυμόν ἐστι τὸ τῶν σοφῶν ὄνομα (σοφοὶ γὰρ καὶ οἱ τοῦ κόσμου τούτου λέγονται, σοφοὶ καὶ οἱ τὴν ἀληθινὴν σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῆς εἰς αὐτὸν πίστεως ὑποδεξάμενοι), τοὺς ἔξωθεν ὄντας τοῦ καθ᾽ ἡμᾶς λόγου, ἐπειδὰν προσέλθωσι τῇ ὑγιαινούσῃ τῶν Παροιμιῶν διδασκαλίᾳ, σοφωτέρους ἔσεσθαι ὁ λόγος κατεπαγγέλλεται· ἀτιμάζοντας μὲν τὴν τῶν ματαίων γνῶσιν, μετατιθέντας δὲ τὸ θαῦμα πρὸς τὴν ἀλήθειαν. Ἢ ἐπειδὴ πολλαχῶς λέγεται ὁ σοφὸς (ὅ τε γὰρ ἐπιθυμῶν σοφίας, καὶ ὁ ἐν προκοπῇ ἤδη ὢν τῶν τῆς σοφίας θεωρημάτων, καὶ ὁ τετελειωμένος κατὰ τὴν ἕξιν, ὁμοίως προσαγορεύονται, τούτων ἀκούσας ὁ σοφὸς, εἴτε ὁ ἐραστὴς τῆς σοφίας, εἴτε καὶ ὁ ἤδη διαβεβηκὼς ἐν αὐτῇ, σοφώτεροι ἔσονται, πολλὰ μὲν περὶ τῶν θείων παιδευθέντες δογμάτων, πολλὰ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων ἐκδιδασκόμενοι, ποικίλως μὲν τὴν κακίαν ἐξοριζούσης τῆς βίβλου, πολυτρόπως δὲ πάλιν ἀντεισαγούσης τὴν ἀρετήν. Γλῶσσαν ἄδικον χαλινοῖ, ὀφθαλμὸν παιδεύει πονηρὰ βλέποντα, χειρῶν ἀδίκων ἄρχειν οὐκ ἐπιτρέπει· ἀργίαν ἀποδιώκει, ἑπιθυμίας ἀτόπους κολάζει, διδάσκει φρόνησιν, διδάσκει ἀνδρίαν, σωφροσύνην ἀποσεμνύνει.

Ὁ οὖν ταῦτα παιδευθεὶς, καὶ τήν τε πρὸς τὰ χείρονα διαβολὴν ἰσχυρὰν ἔχων παρ᾽ ἑαυτῷ, καὶ τὴν τοῦ ἀγαθοῦ ἔφεσιν μείζονι τῇ ὁρμῇ, οἷον διά τινος ὑποφωνήσεως, προσκτησάμενος, σοφὸς ὢν διὰ τὴν οἰκείαν ὁρμὴν, σοφώτερος γέγονε διὰ τὴν ἐκ τῆς διδασκαλίας τελείωσιν.