Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν

Μέγας Βασίλειος

Η αλληγορία του πλού του βίου και καταληκτήρια δοξολογία

Ο βίος ως θάλασσα και ο ρόλος του νου ως κυβερνήτη απέναντι στα κύματα των παθών, η πορεία της πνευματικής εμπορίας και η κατακλείδα του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 7 από 7

Ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. Χρὴ τὸν μέλλοντα προσιέναι τέχνης τινὸς ἀναλήψει τὰς ἐκ τῆς φύσεως ἐπιτηδειότητας ηὐτρεπισμένας ἔχειν· τὸν παλαιστὴν τὴν τοῦ σώματος διάπλασιν καὶ τὴν ἰσχύν· τὸν δρομικὸν τὴν εὐαρμοστίαν τῶν μελῶν καὶ τὴν κουφότητα· οὕτω καὶ τὸν κυβερνήτην τὸ τῆς διανοίας ὀξὺ καὶ εὐπαρακολούθητον. Διὰ τοῦτο οὐ τὸν τυχόντα καλεῖ πρὸς τὴν κυβέρνησιν ὁ λόγος, ἀλλὰ τὸν νοήμονα. Τί δέ ἐστιν ἡ κυβέρνησις, ἢ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπεραιοῦσθαι προσήκει; Πολλαχοῦ γὰρ ὕδατα καὶ θάλασσαν τὸν βίον τοῦτον εὑρίσκομεν ὑπὸ τῆς Γραφῆς ὠνομασμένον, ὡς ἐν τῷ ψαλμῷ· Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Πρόδηλον γὰρ, ὅτι τὴν ταραχὴν τοῦ βίου, ὕδατα λέγει. Οὔτε γὰρ τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται· ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Ὥσπερ οὖν θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι (τὴν γὰρ νῦν λείαν καὶ σταθερὰν μικρὸν ὕστερον ὄψῃ βίαις ἀνέμων τραχυνομένην, καὶ μέντοι καὶ τὴν ἀγριαίνουσαν, καὶ βρασσομένην τῷ κλύδωνι, βαθεῖα γαλήνη ταχὺ κατεστόρεσεν)· οὕτω καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει τὰς περιστροφὰς ἐφ᾽ ἑκάτερα.

Διὰ τοῦτο κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου πάντων αὐτῷ κατὰ ῥοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις ἐπαναπαύηται τοῖς παροῦσι, καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει μὴ ἀπελπίζῃ ἑαυτὸν, μηδὲ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότητος ἄνθος, οὐκ εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ τοῦ βίου εὐημερία ἐπιπολὺ διαμένει· ἀλλ᾽ ἐν τῇ εὐδίᾳ ταύτῃ τοῦ βίου ὢν, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων. Ἥξει γὰρ νόσος, καὶ ἥξει πενία· οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος· ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν τὴν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν ὥσπερ κύματά σοί ἐστιν, ἄλλα ἐπ᾽ ἄλλοις. ἐπεγειρόμενα, τραχύνοντά σοι τὸν βίον, καὶ περιϊστῶντα φοβερὸν τῆς ζωῆς σοι τὸν κλύδωνα. Ὄψει ποτὲ καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρότητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβληθέντα. Οὗτος οὖν ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ ἐστοχασμένως τῆς ὑποκειμένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμένων, μήτε ἐπαιρόμενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Πάλιν καὶ πρὸς ἕτερα χρήσιμον ἡμῖν ἐστι τὸ ἐκ τῆς κυβερνήσεως ἀγαθόν.

Οἶδα γὰρ καὶ ἄλλα κύματα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ, τὸν ἐκ τῶν παθῶν τῆς σαρκός. Θυμοὶ γὰρ καὶ φόβοι, καὶ ἡδοναὶ καὶ λύπαι, οἷον ἔκ τινος ζάλης βιαίας τοῦ τῆς σαρκὸς φρονήματος προσπεσόντες, πολλάκις τὴν ἀκυβέρνητον ψυχὴν κατεπόντισαν.

Δεῖ τοίνυν τὸν νοῦν ὥσπερ τινὰ κυβερνήτην ἄνω καθήμενον τῶν παθῶν, καὶ οἱονεὶ πλοίου τῆς σαρκὸς ἐπιβάντα, καὶ ἐμπείρως τοὺς λογισμοὺς οἷον οἴακας περιστρέφοντα, καταπατεῖν μὲν γενναίως τὰ κύματα, ὑψηλὸν δὲ διαμένοντα, καὶ δυσπρόσιτον ὄντα τοῖς πάθεσι, μηδαμῶς τῆς ἀπ᾽ αὐτῶν πικρίας ὥσπερ ἅλμης τινὸς ἀναπίμπλασθαι, ἀλλ᾽ ἀεὶ προσευχόμενον λέγειν· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.

Βούλει σοι καὶ ἕτερον πλοῦν διηγήσωμαι, πρὸς ὃν ἀναγκαῖον ἡμῖν ἐστι τὸ δῶρον τῆς κυβερνήσεως; Ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶν ἀνδρὶ ἐμπόρῳ. Πάντες οὖν οἱ τὴν εὐαγγελικὴν ὁδὸν πορευόμενοι ἔμποροί ἐσμεν, διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τὴν κτῆσιν ἑαυτοῖς τῶν οὐρανίων πραγματευόμενοι. Δεῖ οὖν ἡμᾶς πολὺν καὶ ποικίλον τὸν οὐράνιον πλοῦτον συναγαγεῖν, εἰ μὴ μέλλοιμεν καταισχύνεσθαι ἐν τῇ ἐπιδείξει τῆς ἐργασίας, ὡς οἱ λαβόντες τὰ τάλαντα, μηδὲ ἀκούειν, Δοῦλε πονηρὲ καὶ ὀκνηρέ· ἐνθεμένους δὲ τὰ ἀγώγιμα, ἀσφαλῶς πειρᾶσθαι τὴν ζωὴν ταύτην διαπερᾷν.

Πολλοὶ γὰρ πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι, ἀλλὰ πάντων ἐκείνων τὴν ζημίαν ὑπέμειναν. Ὅθεν καὶ οἱ μὲν Περὶ τὴν πίστιν ἐναυάγησαν· ἄλλοι δὲ σωφροσύνην, ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν. Ἐλεεινότατον θέαμα μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που ἢ καὶ τριάκοντα, δι᾽ ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων ἀποδειχθῆναι, καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγγελλόμενος, ἐξ οὐρίας αὐτῷ τῆς νεὼς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόως ἔρημος ἀπεδείχθη· ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτηθέντα μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίᾳ λαίλαπι, τῇ ἁμαρτίᾳ βυθισθείς. Πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.

Ἔχε οὖν ἀσφαλῶς τῆς ζωῆς τὰ πηδάλια· κυβέρνα τὸν ὀφθαλμόν σου, μήποτέ σοι δι᾽ ὀφθαλμῶν λάβρον ἐμπέσῃ τῆς ἐπιθυμίας τὸ κῦμα· τὴν ἀκοὴν, τὴν γλῶσσαν, μὴ παραδέξῃ τι βλαβερὸν, μηδὲ φθέγξῃ τι τῶν ἀπηγορευμένων. Μή σε ἀνατρέψῃ τοῦ θυμοῦ ἡ ζάλη· μή πού σε ἐπικλύσωσι τῶν φόβων αἱ καταπλήξεις, μή σε καταβαπτίσῃ τῆς λύπης τὸ βάρος.

Κύματά ἐστι τὰ πάθη, ὧν ὑψηλότερον σεαυτὸν ἀνέχων, ἀσφαλὴς ἔσῃ κυβερνήτης τοῦ βίου. Ἐὰν δὲ μὴ ἐπιστημόνως καὶ εὐσταθῶς ἕκαστον τούτων ἐκκλίνῃς, ὥσπερ τι πλοῖον ἀνερμάτιστον ὑπὸ τῶν ἀεὶ προσπιπτόντων περιφερόμενος, ἐναφανισθήσῃ τῷ πελάγει τῆς ἁμαρτίας. Ἄκουε τοίνυν πῶς ἄν σοι καὶ ἡ τῆς κυβερνήσεως ἐπιστήμη προσγένηται. Ἔθος τοῖς ναυτιλλομένοις πρὸς οὐρανὸν ἀναβλέπειν, κἀκεῖθεν λαμβάνειν τὴν ὁδηγίαν τοῦ πλοῦ, ἐν ἡμέρᾳ μὲν ἀπὸ τοῦ ἡλίου, ἐν νυκτὶ δὲ ἀπὸ τῆς Ἄρκτου, ἤ τινος ἄλλου τῶν ἀειφανῶν ἀστέρων· καὶ τούτοις ἀεὶ τεκμαίρεσθαι τὴν εὐθύτητα. Καὶ σὺ τοίνυν πρὸς οὐρανὸν ἔχε τὸ ὄμμα, κατὰ τὸν εἰπόντα· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἀπόβλεπε πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης· καὶ οἷόν τισιν ἄστροις περιφανέσι ταῖς ἐντολαῖς τοῦ Κυρίου κατευθυνόμενος, ἀκοίμητον ἔχε τὸ ὄμμα, μὴ διδοὺς ὕπνον τοῖς ὀφθαλμοῖς σου, μηδὲ τοῖς βλεφάροις σου νυσταγμὸν, ἵν᾽ ἔχῃς διαρκῆ τὴν ἐκ τῶν ἐντολῶν ὁδηγίαν. Λύχνος γὰρ, φησὶ, τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.

Ἐὰν γὰρ μηδέποτε ἐπινυστάξῃς τοῖς οἴαξιν, ἕως εἶ ἐν τῷ βίῳ τούτῳ, ἐν τῇ ἀστάτῳ φύσει τῶν τοῦ κόσμου πραγμάτων, καὶ τὴν παρὰ τοῦ Πνεύματος συνέργειαν λήψῃ, προπέμποντος εἰς τὸ ἔμπροσθεν, καὶ πραείαις αὔραις καὶ εἰρηνικαῖς ἀσφαλῶς σε διακομίζοντος, ἕως ἀποσωθῇς πρὸς τὸν ἀκύμονα ἐκεῖνον καὶ εὔδιον λιμένα τοῦ θελήματος τοῦ Θεοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων Ἀμήν.