Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν

Μέγας Βασίλειος

Ο φόβος του Θεού και η σωτηριολογική αξία της παιδείας

Ο φόβος του Κυρίου ως προϋπόθεση καθάρσεως, η έννοια της θείας νουθεσίας και η διάκριση μεταξύ της αληθινής πνευματικής εκπαίδευσης και της μάταιης κοσμικής γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 7

Ἐπειδὴ δὲ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, καθαίρει πρότερον διὰ τοῦ θείου φόβου τὰς ψυχὰς τῶν μελλόντων τῇ σοφίᾳ προσομιλεῖν. Τὸ γὰρ εἰς τοὺς τυχόντας ῥίπτειν τὰ τῆς σωτηρίας μυστήρια, καὶ πάντας ὁμοίως παραδέχεσθαι, τοὺς μήτε βίῳ καθαρῷ, μήτε λόγῳ ἐξητασμένῳ καὶ ἀκριβεῖ κεχρημένους, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ καὶ ἐν ἀγγείῳ τις ῥυπαρῷ τὸ πολυτίμητον μύρον ἐμβάλλοι. Διὰ τοῦτο, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Φόβος δὲ καθάρσιον ψυχῆς κατὰ τὴν εὐχὴν τοῦ προφήτου λέγοντος· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς ὅπου φόβος ἐνοικεῖ, ἐκεῖ ψυχῆς ἅπασα καθαρότης ἐνίδρυται, πάσης πονηρίας καὶ ἀνοσίου πράξεως ὑποφευγούσης, τῶν τοῦ σώματος μελῶν κινηθῆναι πρὸς ἀτόπους ἐνεργείας, διὰ τὸ τῷ φόβῳ καθηλῶσθαι, μὴ δυναμένων. Ὥσπερ γὰρ ὁ ἐμπεπηγότας ἔχων ἐν ἑαυτῷ τοὺς σωματικοὺς ἥλους ἀνενέργητός ἐστιν ὑπὸ τῶν ὀδυνῶν κατεχόμενος· οὕτως ὁ τῷ φόβῳ τοῦ Θεοῦ κατειλημμένος, οὐκ ὀφθαλμῷ χρήσασθαι πρὸς ἃ μὴ δεῖ, οὐ χεῖρας κινῆσαι πρὸς ἀπηγορευμένας πράξεις, οὐχ ὅλως μικρὸν ἢ μεῖζον ἐνεργῆσαι παρὰ τὸ καθῆκον δύναται, οἷον ὀδύνῃ τινὶ τῇ προσδοκίᾳ τῶν ἀπειληθέντων συμπεπαρμένος.

Τοὺς δὲ βεβήλους καὶ συρφετώδεις ἀποπέμπεται τῶν θείων διδασκαλιῶν, λέγων· Ἄφοβοι δὲ ἐν πύλαις αὐλισθήσονται· καὶ τό· Ζητήσετε παρὰ κακοῖς σοφίαν, καὶ οὐχ εὑρήσετε· καὶ πάλιν· Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσι, διὰ τὸ μὴ ἐκκαθαρθῆναι τῷ θείῳ φόβῳ. Ὥστε, μέλλων προσιέναι τῇ ἀναλήψει τῆς σοφίας, τῷ σωτηρίῳ φόβῳ τὰ ἀπὸ κακίας αἴσχη καθηράμενος προσερχέσθω.

Ἀνεφάνη οὖν ἡμῖν καὶ ἕτερον ἀγαθὸν ἐκ τῆς τῶν Παροιμιῶν διδασκαλίας, ἡ τοῦ φόβου ἀνάληψις, διὰ τῆς σοφίας ἡμῖν ἐπεισαχθεῖσα. Δεύτερον ἦν ἐν τοῖς ἐπαγγέλμασι, γνῶναι παιδείαν. Ἔστι δὲ ἡ παιδεία ἀγωγή τις ὠφέλιμος τῇ ψυχῇ, ἐπιπόνως πολλάκις τῶν ἀπὸ κακίας κηλίδων αὐτὴν ἐκκαθαίρουσα, ἥτις Πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν εἰς σωτηρίαν.

Ταύτην τοίνυν τὴν παιδείαν γνῶναι οὐ τῆς τυχούσης ἐστὶ διανοίας· διότι πολλοὶ, πρὸς τὸ τῶν γινομένων ἐπίπονον ἀπαγορεύοντες, τὸ τῆς ἐκβάσεως ὠφέλιμον ὑπὸ ἀμαθίας οὐκ ἀναμένουσιν, ἀλλὰ δυσανασχετοῦντες πρὸς τὸ τῆς ἐπιμελείας αὐστηρὸν, τοῖς τῆς ἀμαθίας ἀῤῥωστήμασιν ἐναπέμειναν. Διὰ τοῦτο θαύματος ἄξιαι τῶν δικαίων αἱ φωναὶ, τῶν λεγόντων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Οὐ γὰρ τὴν παιδείαν παραιτοῦνται, ἀλλὰ τὴν ὀργήν. Τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ, Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ· καὶ τό· Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας ἃς οἱ διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι γενόμενοι, δέχονται τὰ διδάγματα, καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας, ὡς ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ, καὶ διεφυλάχθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν γὰρ ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μάλιστα τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη. Διὰ τοῦτο, Ἡ παιδεία Κυρίου, φησὶν, ἀνοίγει μου τὰ ὦτα.

Ἐπεὶ οὖν ἡ παιδεία νουθετεῖ τὸν ἄτακτον, ὡς ἐποίει ὁ Παῦλος παραδιδοὺς τῷ Σατανᾷ, οἷον δημίῳ τινὶ στρεβλοῦντι καὶ μαστίζοντι, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν· τὸν δὲ ἀφηνιαστὴν ἐπανάγει, ὡς περὶ οὗ εἴρηται, ὅτι Ὕστερον αἰχμαλωσίας αὐτοῦ μετενόησεν· ἀναγκαῖον γνῶναι τῆς παιδείας τὴν δύναμιν πρὸς ὅσα ἐστὶ λυσιτελής.

Εἰδὼς οὖν τὸ ἀπ᾽ αὐτῆς ὠφέλιμον ὁ Σολομὼν, παραινεῖ· Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι, ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐκ ἀποθανεῖται. Σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτὸν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου. Τίς γὰρ υἱὸς, ὃν οὐ παιδεύει. πατήρ; Αὕτη ἡ παιδεία πολλῶν χρημάτων ἐστὶ τοῖς ὀρθῶς λογιζομένοις τιμιωτέρα. Διό φησιν ὁ Σολομών· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον· ἵνα ἐν καιρῷ περιστάσεων ἢ τοῦ σώματος κάμνοντος, ἢ τῶν κατὰ τὸν οἶκον πεπονηκότων, μή ποτε πονηρὰν ἔννοιαν λάβῃς περὶ Θεοῦ, ἀλλ᾽ ἐν ὑπομονῇ πολλῇ δέχῃ αὐτοῦ τὰς πληγὰς, παιδευόμενος ἐφ᾽ οἷς ἥμαρτες, καὶ λέγῃς καὶ σὺ, διὰ τὸ γνῶναι παιδείαν, τό· Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· καὶ τό· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με.

Οἷος ἦν ὁ Παῦλος λέγων· Παιδευόμενοι, καὶ μὴ θανατούμενοι· καὶ τό· Ἐλεγχόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐπειδὴ δὲ καὶ ἡ τῶν μαθημάτων ἀνάληψις παιδεία λέγεται, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Μωϋσέως, ὅτι Ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων, τὸ μὴ τοῖς τυχοῦσιν ἑαυτὸν μαθήμασιν ἐπιβάλλειν, ἀλλὰ γνῶναι τὴν χρησιμωτάτην παιδείαν, οὐ μικρὸν πρὸς σωτηρίαν. Ἤδη γάρ τινες, ἢ γεωμετρίᾳ σχολάζοντες, ἣν ἐξεῦρον Αἰγύπτιοι, ἢ ἀστρολογίᾳ τῇ παρὰ τῶν Χαλδαίων τετιμημένῃ, ἢ ὅλως περὶ σχήματα καὶ σκιὰς τὴν μετεωρολογίαν ἔχοντες, τῆς ἐκ τῶν θείων λογίων παιδεύσεως ὑπερεῖδον. Ἀλλὰ καὶ ποιητικὴ, καὶ ῥητορικὴ, καὶ ἡ τῶν σοφισμάτων εὕρεσις πολλοὺς ἀπησχόλησεν· ὧν ὕλη τὸ ψεῦδός ἐστιν. Οὔτε γὰρ ποιητικὴ συστῆναι δύναται ἄνευ τοῦ μύθου· οὔτε ῥητορικὴ ἄνευ τῆς ἐν τῷ λέγειν τέχνης· οὔτε σοφιστικὴ ἄνευ τῶν παραλογισμῶν. Ἐπεὶ οὖν πολλοὶ τῇ περὶ ταῦτα σπουδῇ τῆς περὶ Θεοῦ γνώσεως κατημέλησαν, ἐν τῇ τῶν ματαίων ἐρεύνῃ καταγηράσαντες, ἀναγκαία ἡ τῆς παιδείας ἐπίγνωσις, πρός τε τὴν αἵρεσιν τῆς ὠφελίμου παιδείας, καὶ πρὸς τὴν ἀποφυγὴν τῆς ἀνονήτου καὶ βλαβερᾶς. Ἔστι καὶ νοῆσαι λόγους φρονήσεως τῷ προσέχοντι ταῖς Παροιμίαις, καὶ τὸ ἀπ᾽ αὐτῶν ὠφέλιμον μὴ ἀργῶς δεχομένῳ.