Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι τὴν τροφὴν ἀπὸ τῆς γῆς ὑπάρχειν· Κατὰ δὲ τὸ στερέωμα τοῦ οὐρανοῦ, ὡς προλαβόντες ἀποδεδώκαμεν, οὐρανοῦ ἐνταῦθα παρὰ τὸ ὁρᾶσθαι τοῦ ἀέρος προσειρημένου· στερεώματος δὲ, διὰ τὸ πυκνότερόν πως εἶναι, συγκρίσει τοῦ αἰθερίου σώματος, καὶ μᾶλλον πεπιλημένον ταῖς κάτωθεν ἀναφοραῖς τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα. Ἔχεις οὖν οὐρανὸν διακεκοσμημένον, γῆν κεκαλλωπισμένην, θάλασαν εὐθηνουμένην τοῖς οἰκείοις γεννήμασιν, ἀέρα πλήρη τῶν διιπταμένων αὐτὸν ὀρνίθων. Πάντα προστάγματι Θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθέντα, καὶ ὅσα ὁ λόγος παρῆκε νῦν, τὴν ἐπὶ πλεῖον ἐν τούτοις διατριβὴν ἐκκλίνων, ὡς ἂν μὴ δόξῃ ὑπερεκπίπτειν τοῦ μέτρου, κατὰ σεαυτὸν συλλογισάμενος, ὅγε φιλόπονος, τὴν ἐν ἅπασι τοῦ Θεοῦ σοφίαν καταμανθάνων, μὴ λήξῃς ποτὲ τοῦ θαύματος, μηδὲ τοῦ διὰ πάσης τῆς κτίσεως δοξάζειν τὸν ποιητήν. Ἔχεις ἐν τῷ σκότει τὰ νυκτερόβια γένη τῶν ὀρνίθων· ἐν τῷ φωτὶ τὰ ἡμερόφοιτα. Νυκτερίδες μὲν γὰρ, καὶ γλαῦκες, καὶ νυκτοκόρακες, τῶν νυκτινόμων εἰσίν. Ὥστε σοί ποτε ἐν καιρῷ μὴ παρόντος τοῦ ὕπνου, ἐξαρκεῖν καὶ τὴν ἐν τούτοις διατριβὴν, καὶ τὴν τῶν ὑπαρχόντων αὐτοῖς ἰδιωμάτων ἐξέτασιν πρὸς δοξολογίαν τοῦ ποιητοῦ.