Ἀλλὰ καὶ ἐν παντί μοι εὐχαριστεῖν διατέτακται. Εὐχαριστήσω στρεβλούμενος, αἰκιζόμενος, ἐπὶ τροχοῦ κατατεινόμενος, τοὺς ὀφθαλμοὺς ἐκκοπτόμενος; Εὐχαριστήσω τυπτόμενος τὴν ἄτιμον πληγὴν παρὰ τοῦ μισοῦντος; πηγνύμενος ὑπὸ τοῦ κρύους, λιμῷ καταγχόμενος, ἐπὶ τοῦ ξύλου δεδεμένος, ἀτεκνωθεὶς ἀθρόως, ἢ καὶ τῆς γυναικὸς αὐτῆς ἐστερημένος; ἐκ ναυαγίων ἐξαίφνης ἐκπεσὼν εὐπορίας; πειραταῖς κατὰ θάλασσαν, ἢ λῃσταῖς κατ᾽ ἤπειρον περιτυχών; τραύματα ἔχων, συκοφαντούμενος, ἀλητεύων, τὸ δεσμωτήριον οἰκῶν; Ταῦτα καὶ ἔτι πλείω τούτων, κατηγοροῦντες τοῦ νομοθέτου, συνείρουσιν, ἀπολογίαν τῶν ἁμαρτημάτων ἑαυτοῖς εὐτρεπίζειν ἡγούμενοι τὴν ἐπὶ τοῖς διατεταγμένοις ἡμῖν, ὡς ἀδυνάτοις, διαβολήν. Τί οὖν φαμεν; Ὅτι, πρὸς ἕτερα βλέποντος τοῦ Ἀποστόλου, καὶ τὰς ψυχὰς ἡμῶν πειρωμένου χαμόθεν πρὸς ὕψος μετεωρίζειν, καὶ ἐπὶ τὸ οὐράνιον μετατιθέναι πολίτευμα, οἱ μὴ ἐφικνούμενοι τῆς μεγαλονοίας τοῦ νομοθέτου, περὶ γῆν καὶ σάρκας, ὡς περὶ τέλμα σκώληκες, ἰλυσπώμενοι ἐν τοῖς τοῦ σώματος πάθεσι, τὸ δυνατὸν τῶν ἀποστολικῶν διατάξεων ἀπαιτοῦσιν. Ὁ δὲ προκαλεῖται εἰς τὸ πάντοτε χαίρειν οὐχὶ τὸν τυχόντα, ἀλλὰ τὸν οἷος αὐτὸς ἦν, οὐκέτι ζῶν ἐν σαρκὶ, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὡς τῆς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν συναφείας μηδαμῶς τὴν ἀπὸ τῶν ὀχληρῶν τῆς σαρκὸς συμπάθειαν δεχομένης.