Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν εὐχαριστίαν

Μέγας Βασίλειος

Το φαινόμενο των δακρύων στην Αγία Γραφή και η ανθρώπινη φύση

Εξέταση της φαινομενικής αντίφασης μεταξύ της πνευματικής χαράς και του κλαυθμού των δικαίων, με αναφορά στα δάκρυα του Χριστού και στη φυσική αναγκαιότητα του πένθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ἀλλ᾽ ὁ αὐτὸς Ἀπόστολος καὶ κλαίειν χρῆναι ἡμᾶς προστάσσει μετὰ κλαιόντων· καὶ Γαλάταις γράφων, ἔκλαιε περὶ τῶν ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χριστοῦ. Καὶ τί δεῖ λέγειν Ἱερεμίαν κλαίοντα; καὶ Ἰεζεκιὴλ θρήνους ἀρχόντων ἐκ προστάγματος Θεοῦ γράφοντα, καὶ πολλοὺς δὲ τῶν ἁγίων οἰμώζοντας;

Οἴμοι, μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ, Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ, Οἴμοι, ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ. Καὶ ὅλως ἐρεύνησον τὰς φωνὰς τῶν δικαίων, κἄν πού τινα εὕρῃς σκυθρωποτέραν φωνὴν ἀφιέντα, πεισθήσῃ, ὅτι πάντες τοῦ κόσμου τούτου καὶ τῆς ἐν αὐτῷ ζωῆς τῆς δυστήνου ταύτης καταστενάζουσιν. Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἐπιθυμίαν γὰρ ἔχει ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Ὡς οὖν ἐμπόδιον τῆς χαρᾶς, τῆς παροικίας ταύτης τὴν παράτασιν δυσχεραίνει. Δαβὶδ δὲ καὶ ἐν μέλεσιν ἡμῖν θρῆνον τοῦ φίλου κατέλιπεν Ἰωνάθαν· ᾧ συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυτοῦ. Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου, Ἰωνάθαν· καὶ, Θυγατέρες Ἰσραὴλ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ, τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνήσαντα τοῦ βίου. Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀλλ᾽ ἐδάκρυσε καὶ ὁ Κύριος ἐπὶ Λαζάρῳ, ἐδάκρυσε καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ μακαρίζει δὲ τοὺς πενθοῦντας, καὶ πάλιν τοὺς κλαίοντας.

Καὶ πῶς σύμφωνα ταῦτα, φασὶ, τῷ, Πάντοτε χαίρετε; Οὐδὲ γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν δάκρυόν τε καὶ χαρὰ τὴν γένεσιν ἔχουσι. Τὸ μὲν γὰρ, οἷον ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ᾽ ἡδονῆς εἰς τὸ ἔξω. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι καὶ οἱ θρῆνοι καὶ τὰ δάκρυα τῶν ἁγίων διὰ τὴν πρὸς Θεὸν ἀγάπην ἐγίγνοντο. Ἀεὶ οὖν ἐνορῶντες τῷ ἀγαπητῷ, καὶ τὴν ἐκεῖθεν ἑαυτοῖς εὐφροσύνην συναύξοντες, τὰ περὶ τοὺς ὁμοδούλους ἑαυτῶν ᾠκονόμουν· πενθοῦντες τοὺς ἁμαρτάνοντας, ἐπανορθούμενοι αὐτοὺς διὰ τῶν δακρύων. Ὥσπερ δὲ οἱ ἐπὶ τῶν αἰγιαλῶν ἑστῶτες, τοῖς ἐν τῇ θαλάττῃ βαπτιζομένοις συμπάσχοντες, οὐ προΐενται τὴν οἰκείαν ἀσφάλειαν ἐν τῇ περὶ τῶν κινδυνευόντων φροντίδι· οὕτως οὐδὲ οἱ τοῖς ἁμαρτήμασι τῶν πέλας ἐπιστυγνάζοντες τὴν οἰκείαν ἀφανίζουσιν εὐφροσύνην. Τὸ ἐναντίον μὲν οὖν, καὶ μείζονα ποιοῦσιν αὐτὴν, ὑπὲρ τῶν εἰς τὸν ἀδελφὸν δακρύων τῆς χαρᾶς τοῦ Κυρίου καταξιούμενοι.

Διὰ τοῦτο μακάριοι οἱ κλαίοντες, καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, καὶ αὐτοὶ γελάσουσι. Γέλωτα δὲ λέγει οὐ τὸν διὰ τῶν παρειῶν ἐκπίπτοντα ψόφον ἐν τῷ αἵματος ἀναβρασμῷ, ἀλλὰ τὴν ἄκρατον καὶ ἀμιγῆ παντὸς σκυθρωποῦ ἱλαρότητα.

Κλαίειν οὖν μετὰ κλαιόντων συγχωρεῖ ὁ Ἀπόστολος, ἐπειδὴ τὸ δάκρυον τοῦτο οἱονεὶ σπέρμα καὶ δάνεισμα γίνεται τῆς αἰωνίου χαρᾶς. Ἀνάβα μοι τῇ διανοίᾳ, καὶ θέασαι τὴν ἀγγελικὴν κατάστασιν, εἰ ἄλλη τις αὐτοῖς πρέπει κατάστασις, πλὴν τοῦ χαίρειν καὶ διευθυμεῖσθαι· ὅτι ἠξίωνται παρεστάναι Θεῷ, καὶ ἀπολαύειν τοῦ ἀποῤῥήτου κάλλους τῆς δόξης τοῦ κτίσαντος ἡμᾶς. Πρὸς ἐκεῖνον οὖν τὸν βίον παρορμῶν ἡμᾶς ὁ Ἀπόστολος, πάντοτε χαίρειν ἡμῖν διετάξατο.

Ἀλλὰ μὴν πρός γε τὸ δακρῦσαι τὸν Κύριον ἐπὶ Λαζάρῳ καὶ ἐπὶ τῇ πόλει ἐκεῖνο εἰπεῖν ἔχομεν, ὅτι καὶ ἔφαγε, καὶ ἔπιεν, οὐκ αὐτὸς τούτων δεόμενος, ἀλλά σοι μέτρα καὶ ὅρους τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων καταλιμπάνων. Οὕτω γοῦν καὶ ἐδάκρυσε, τῶν ὀδυρτικῶν καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Εἰ γάρ τι ἄλλο, καὶ τὸ δακρύειν τῆς ἐκ τοῦ λόγου συμμετρίας προσδεῖται· ἐπὶ τίσι γίνεσθαι, καὶ ἐπὶ πόσον, καὶ πότε, καὶ ὅπως προσῆκεν. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν;

Λάζαρε, δεῦρο ἔξω. Καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο· καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. Μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ τοιαῦτα ἐνεργεῖν μέλλων δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι, πανταχόθεν τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη; τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγενὲς παραιτούμενος. Διόπερ, ἐπιδακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ᾽ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε· μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ Κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέντων· οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα δεχομένου οὕτω καὶ τὸ δάκρυον προσήκατο, τὸ φυσικὸν τῇ σαρκὶ ἐπιγίνεσθαι σύμπτωμα συγχωρῶν.

Ὅπερ συμβαίνει, ὅταν τὰ κοῖλα τοῦ ἐγκεφάλου, τῶν ἐκ τῆς λύπης ἀναθυμιάσεων πληρωθέντα, οἷον δι᾽ ὀχετῶν τινων τῶν κατὰ τοὺς ὀφθαλμοὺς πόρων τοῦ ὑγροῦ τὸ βάρος ἀποσκευάζηται. Ὅθεν ἦχοί τινες, καὶ ἴλιγγοι, καὶ σκοτώσεις ἐπὶ ταῖς ἀδοκήτοις τῶν λυπηρῶν ἀκοαῖς ἐγγίνονται, περιδονουμένης τῆς κεφαλῆς ὑπὸ τῶν ἀτμῶν, οὓς ἡ ἐπὶ τὸ βάθος τοῦ θερμοῦ συστολὴ ἀναπέμπει. Εἶτα, οἶμαι, ὥσπερ τὸ νέφος εἰς ψεκάδα, οὕτως τὸ πάχος τῶν ἀτμῶν εἰς δάκρυον διαλύεται. Ἔνθεν καὶ ἡδονή τίς ἐστι τοῖς λυπουμένοις περὶ τὸν θρῆνον, λανθανόντως διὰ τοῦ κλαίειν κενουμένου αὐτοῖς τοῦ βαρύνοντος. Συνίστησι δὲ τοῦ λόγου τὸ ἀληθὲς ἡ πεῖρα τῶν γινομένων.

Πολλοὺς γὰρ ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀποστάξαι τὸ δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐμπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις, τοὺς δὲ, καὶ παντελῶς ἀποψύξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς, τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ὑποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου, τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν, καὶ κατασβέννυσθαι, μηδεμιᾶς γινομένης ἐπὶ τὸ ἔξω διαπνοῆς.