Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν εὐχαριστίαν

Μέγας Βασίλειος

Η αποστολική εντολή της αδιάλειπτης χαράς και οι πνευματικές προϋποθέσεις της

Εισαγωγή στο παράγγελμα περί συνεχούς χαράς, ανασκευή των ενστάσεων που προέρχονται από τις βιοτικές μέριμνες και προβολή των θείων δωρεών ως πηγής αληθινής ευφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ, Λόγος. Ἠκούσατε τῶν ῥημάτων τοῦ Ἀποστόλου, δι᾽ ὧν Θεσσαλονικεῦσι διαλέγεται, παντὶ νομοθετοῦντος τῷ βίῳ. Ἡ μὲν γὰρ διδασκαλία πρὸς τοὺς ἑκάστοτε αὐτῷ παρατυγχάνοντας ἦν· τὸ δὲ ἀπ᾽ αὐτῆς ὠφέλιμον ἐπὶ πᾶσαν διαβαίνει τὴν τῶν ἀνθρώπων ζωήν.

Πάντοτε χαίρετε, φησίν· ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Τί μὲν οὖν τὸ χαίρειν αὐτὸ, καὶ τί τὸ ἐξ αὐτοῦ ὠφέλιμον, καὶ πῶς δυνατὸν τὴν ἀδιάλειπτον προσευχὴν κατορθοῦν, καὶ τὴν ἐπὶ πᾶσιν εὐχαριστίαν ἀποδιδόναι τῷ Θεῷ, ὡς δυνατὸν μικρὸν ὕστερον διηγησόμεθα. Ἅ γε μὴν παρὰ τῶν ἐναντίων ἡμῖν ἀπαντᾷ, διαβαλλόντων τὸ τῆς νομοθεσίας ἀδύνατον, ταῦτα προδιαλαβεῖν ἀναγκαῖον.

Τίς γάρ ἐστιν ἀρετὴ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐν διαχύσει ψυχῆς φαιδρὸν καὶ γεγανωμένον διάγειν; Πῶς δὲ καὶ δυνατὸν κατορθωθῆναι τοῦτο, μυρίων περιισταμένων ἡμᾶς ἀβουλήτων κακῶν, ἀναγκαίαν τῇ ψυχῇ τὴν κατήφειαν ἐμποιούντων, ἐξ ὧν χαίρειν καὶ διευθυμεῖσθαι πλέον ἀδύνατον, ἢ τὸν ἀποτηγανιζόμενον μὴ ἀλγεῖν, καὶ τὸν κατακεντούμενον μὴ ὀδυνᾶσθαι; Ἤ πού τις καὶ τῶν περιεστώτων ἡμᾶς ἐνταῦθα, τὴν ἀσθένειαν ταύτην τῶν λογισμῶν ἀῤῥωστῶν, προφασίζεται προφάσεις ἐν ἁμαρτίαις, ὃς διὰ τὸ περὶ τὴν τήρησιν τῶν ἐντολῶν ὀκνηρὸν τῷ νομοθέτῃ περιτρέπειν τὰς μέμψεις ἐπιχειρεῖ, ὡς ἀδύνατα διορίζοντι. Καί φησι· Πῶς δυνατόν μοι πάντοτε χαίρειν, τῶν αἰτιῶν τῆς χαρᾶς οὐκ ἐπ᾽ ἐμοὶ κειμένων; Ἔξωθεν γάρ ἐστι τὰ ποιητικὰ τοῦ χαίρειν, καὶ οὐκ ἐν ἡμῖν ἀποκείμενα· φίλου παρουσία, γονέων χρονία συντυχία, χρημάτων εὑρέσεις, τιμαὶ παρὰ τῶν ἀνθρώπων, πρὸς ὑγείαν ἐκ χαλεπῆς ἀῤῥωστίας ἀποκατάστασις, ἡ λοιπὴ τοῦ βίου εὐημερία· οἶκος εὐθηνῶν διὰ πάντων, τράπεζα πλήθουσα, κοινωνοὶ τῆς εὐφροσύνης οἱ ἐπιτήδειοι, ἀκούσματα καὶ θεάματα ἡδονὴν φέροντα, ὑγεία τῶν οἰκειοτάτων, καὶ ἡ λοιπὴ αὐτοῖς τοῦ βίου εὔροια.

Λυπηρὰ γὰρ οὐ τὰ ἡμῖν προσπίπτοντα μόνον τῶν ἀλγεινῶν, ἀλλὰ καὶ τὰ φίλους καὶ συγγενεῖς ἀνιῶντα. Ὥστε ἐκ πάντων τούτων ἀνάγκη ἀθροίζεσθαι τὸ περιχαρὲς καὶ εὔθυμον τῆς ψυχῆς. Καὶ πρὸς τούτοις, ὅταν ὁρᾷν ὑπάρχῃ ἐχθρῶν καταπτώσεις, ἐπιβούλων πληγὰς, εὐεργετῶν ἀμοιβὰς, καὶ ἁπαξαπλῶς ἐὰν μήτε παρόν τι τῶν δυσκόλων, μήτε προσδοκώμενον ὅλως τὴν ζωὴν ἡμῶν ἐπιταράσσῃ· τότε δυνατὸν ἐγγίνεσθαι τῇ ψυχῇ τὴν χαράν. Πῶς οὖν πρόσταγμα ἡμῖν δέδοται τὸ μὴ ἐκ προαιρέσεως κατορθούμενον, ἀλλ᾽ ἐπακολούθημα ἑτέρων προηγουμένων ὑπάρχον; Πῶς δὲ καὶ ἀδιαλείπτως προσεύξομαι, τῶν τοῦ σώματος χρειῶν ἀναγκαίως τὴν ἔννοιαν τῆς ψυχῆς περιστρεφουσῶν πρὸς ἑαυτὰς, ἀδυνάτου ὄντος κατὰ ταυτὸν πρὸς δύο μερίμνας τὴν διάνοιαν κατατέμνεσθαι;

Ἀλλὰ καὶ ἐν παντί μοι εὐχαριστεῖν διατέτακται. Εὐχαριστήσω στρεβλούμενος, αἰκιζόμενος, ἐπὶ τροχοῦ κατατεινόμενος, τοὺς ὀφθαλμοὺς ἐκκοπτόμενος; Εὐχαριστήσω τυπτόμενος τὴν ἄτιμον πληγὴν παρὰ τοῦ μισοῦντος; πηγνύμενος ὑπὸ τοῦ κρύους, λιμῷ καταγχόμενος, ἐπὶ τοῦ ξύλου δεδεμένος, ἀτεκνωθεὶς ἀθρόως, ἢ καὶ τῆς γυναικὸς αὐτῆς ἐστερημένος; ἐκ ναυαγίων ἐξαίφνης ἐκπεσὼν εὐπορίας; πειραταῖς κατὰ θάλασσαν, ἢ λῃσταῖς κατ᾽ ἤπειρον περιτυχών; τραύματα ἔχων, συκοφαντούμενος, ἀλητεύων, τὸ δεσμωτήριον οἰκῶν; Ταῦτα καὶ ἔτι πλείω τούτων, κατηγοροῦντες τοῦ νομοθέτου, συνείρουσιν, ἀπολογίαν τῶν ἁμαρτημάτων ἑαυτοῖς εὐτρεπίζειν ἡγούμενοι τὴν ἐπὶ τοῖς διατεταγμένοις ἡμῖν, ὡς ἀδυνάτοις, διαβολήν. Τί οὖν φαμεν; Ὅτι, πρὸς ἕτερα βλέποντος τοῦ Ἀποστόλου, καὶ τὰς ψυχὰς ἡμῶν πειρωμένου χαμόθεν πρὸς ὕψος μετεωρίζειν, καὶ ἐπὶ τὸ οὐράνιον μετατιθέναι πολίτευμα, οἱ μὴ ἐφικνούμενοι τῆς μεγαλονοίας τοῦ νομοθέτου, περὶ γῆν καὶ σάρκας, ὡς περὶ τέλμα σκώληκες, ἰλυσπώμενοι ἐν τοῖς τοῦ σώματος πάθεσι, τὸ δυνατὸν τῶν ἀποστολικῶν διατάξεων ἀπαιτοῦσιν. Ὁ δὲ προκαλεῖται εἰς τὸ πάντοτε χαίρειν οὐχὶ τὸν τυχόντα, ἀλλὰ τὸν οἷος αὐτὸς ἦν, οὐκέτι ζῶν ἐν σαρκὶ, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὡς τῆς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν συναφείας μηδαμῶς τὴν ἀπὸ τῶν ὀχληρῶν τῆς σαρκὸς συμπάθειαν δεχομένης.

Ἀλλὰ κἂν διακόπτηται ἡ σὰρξ, ἡ τῆς συνεχείας διάλυσις ἐναπομένει τῷ πεπονθότι τοῦ σώματος μέρει, τῆς διαδόσεως τοῦ λυποῦντος οὐ δυναμένης διικνεῖσθαι πρὸς τὸ νοερὸν τῆς ψυχῆς. Εἰ γὰρ ἐνεκρώσαμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατὰ τὰς ὑποθήκας τοῦ Ἀποστόλου, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιεφέρομεν, ἀναγκαίως ἡ ἀπὸ τοῦ νενεκρωμένου σώματος πληγὴ πρὸς τὴν ἀπολελυμένην τῆς συναφείας αὐτοῦ ψυχὴν οὐ χωρήσει.

Ἀτιμίαι δὲ καὶ ζημίαι, καὶ οἰκείων θάνατοι οὐκ ἀναβήσονται πρὸς τὸν νοῦν, οὐδὲ καταστρέψουσι τὸ ὑψηλὸν τῆς ψυχῆς πρὸς τὴν ὧδε συμπάθειαν. Εἰ μὲν γὰρ τὰ αὐτὰ φρονοῦσι τῷ σπουδαίῳ οἱ ταῖς δυσκολίαις περιπεσόντες, οὐ παρέξουσι λύπας ἑτέρῳ, οἵ γε μηδ᾽ αὐτοὶ λυπηρῶς διαφέροντες τὰ συμπίπτοντα· εἰ δὲ κατὰ σάρκα ζῶσιν, οὐδ᾽ οὕτω λυπήσουσιν, ἀλλ᾽ ἐλεεινοὶ κριθήσονται, οὐ τῶν περιστάσεων μᾶλλον, ἢ τοῦ μὴ προαιρεῖσθαι τὰ δέοντα. Ὅλως δὲ ψυχὴ, ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ Κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ· ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται. Οἷος ἦν ὁ Ἀπόστολος, εὐδοκῶν ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, καυχήματα ἑαυτοῦ τὰς ἐνδείας ποιούμενος· ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ἐφ᾽ οἷς ἄλλοι δυσανασχετοῦσι καὶ πρὸς τὸν βίον ἀπαγορεύουσιν, ἐπὶ τούτοις αὐτὸς ἀγαλλιώμενος. Οἱ τοίνυν ἀπαιδεύτως ἔχοντες τῆς ἀποστολικῆς διανοίας, καὶ μὴ συνιέντες, ὅτι πρὸς τὴν εὐαγγελικὴν ἡμᾶς προσκαλεῖται ζωὴν, τολμῶσι κατηγορεῖν τοῦ Παύλου, ὡς ἀδύνατα ἡμῖν διορίζοντος.

Ἀλλὰ μὴν διδασκέσθωσαν ὅσαι τοῦ χαίρειν εὐλόγως αἱ ἀφορμαὶ διὰ τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἡμῖν πρόκεινται. Παρήχθημεν εἰς τὸ εἶναι, μὴ ὄντες· κατ᾽ εἰκόνα τοῦ κτίσαντος ἐγενήθημεν· νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν ἔχομεν, δι᾽ οὗ Θεὸν ἐγνωρίσαμεν. Καὶ τὰ κάλλη τῆς κτίσεως ἐντέχνως καταμανθάνοντες, δι᾽ αὐτῶν, οἱονεὶ διὰ γραμμάτων τινῶν, τὴν μεγάλην τοῦ Θεοῦ περὶ πάντα πρόνοιαν καὶ σοφίαν ἀναγινώσκομεν. Διακριτικοί ἐσμεν ἀγαθοῦ καὶ τοῦ χείρονος· ἐκλογὴν τοῦ συμφέροντος καὶ ἀποστροφὴν τοῦ βλαβεροῦ ἐξ αὐτῆς τῆς φύσεως δεδιδάγμεθα. Ἀλλοτριωθέντες Θεοῦ διὰ τῆς ἁμαρτίας, πάλιν εἰς τὴν οἰκειότητα ἀνεκλήθημεν, τῷ αἵματι τοῦ Μονογενοῦς ἐκ τῆς ἀτίμου δουλείας ἐξαιρεθέντες. Ἀναστάσεως ἐλπίδες, ἀγγελικῶν ἀγαθῶν ἀπολαύσεις, ἡ ἐν οὐρανοῖς βασιλεία, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ, καὶ διανοίας καὶ λόγου δύναμιν ὑπερβαίνοντα.

Πῶς οὐχὶ ταῦτα προσήκει χαρᾶς ἀλήκτου καὶ εὐφροσύνης διηνεκοῦς ἐξαρκεῖν νομίζειν αἴτια, ἀλλ᾽ οἴεσθαι τὸν γαστριζόμενον, καὶ καταυλούμενον, καὶ ἐπὶ μαλακῆς κοίτης ἀνατετραμμένον καὶ ῥέγχοντα, τοῦτον ἀξίως χαρᾶς διαζῇν; Ἐγὼ δὲ τούτοις μὲν τὸ θρηνεῖσθαι φαίην ἂν πρέπειν παρὰ τῶν νοῦν ἐχόντων· μακαρίζειν δὲ τοὺς ἐπ᾽ ἐλπίδι τοῦ μέλλοντος αἰῶνος τὴν παροῦσαν ζωὴν διαφέροντας, καὶ τὰ παρόντα τῶν αἰωνίων ἀμειβομένους, κἂν ἐν φλογὶ διάγωσιν οἱ Θεῷ συνημμένοι, ὡς οἱ τρεῖς παῖδες ἐπὶ τῆς Βαβυλωνίας, κἂν λέουσιν ὦσι συγκαθειργμένοι, κἂν ὑπὸ κήτους καταποθέντες, ὑφ᾽ ἡμῶν τε χρῆναι μακαρίζεσθαι, καὶ αὐτοὺς ἐν χαρᾷ διάγειν, οὐχὶ τοῖς παροῦσιν ἀλγυνομένους, ἀλλὰ τῇ ἐλπίδι τῶν εἰς ὕστερον ἡμῖν ἀποκειμένων εὐφραινομένους. Οἶμαι γὰρ τὸν ἀγωνιστὴν τὸν καλὸν, ἅπαξ ἐπὶ τὸ τῆς εὐσεβείας στάδιον ἀποδύντα, φέρειν χρῆναι γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων ἐλπίδι τῆς δόξης τῆς ἀπὸ τῶν στεφάνων. Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ κατὰ τὰς παλαίστρας τοῖς πόνοις προσεθισθέντες οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγῆς, ἀλλ᾽ ὁμόσε χωροῦσι τοῖς ἀντιπάλοις ἐπιθυμίᾳ τῆς ἀναῤῥήσεως, τῶν παραυτίκα πόνων ὑπερορῶντες. Οὕτω τῷ σπουδαίῳ κἂν παρῇ τι τῶν τραχυτέρων, οὐκ ἐπισκοτήσει τῷ χαίρειν. Διότι Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.

Διὸ καὶ ἑτέρωθι τῇ θλίψει ὑπομένειν, καὶ τῇ ἐλπίδι χαίρειν παρὰ τοῦ αὐτοῦ προσετάχθημεν. Ἐλπὶς οὖν ἐστιν ἡ τὴν χαρὰν σύνοικον τῇ ψυχῇ τοῦ σπουδαίου παρασκευάζουσα.