Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν εὐχαριστίαν

Μέγας Βασίλειος

Η αστάθεια των εγκοσμίων και η διατήρηση της πνευματικής γαλήνης

Αντιπαραβολή της ματαιότητας των παρόντων με την ελπίδα των μελλόντων αγαθών και καταληκτήρια προτροπή για την επίτευξη αδιάλειπτης χαράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ καὶ πόλεις μεγάλαι καὶ περιφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρότητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατά τε τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέπουσαι, ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνότητος τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον, πολλάκις ἐκ θαλάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυτῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακομίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη. Στρατόπεδα δὲ κρατήσαντα μάχαις πολλάκις τῶν ἐναντίων, περιτραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν. Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλασσαν ἐγείρασαι τρόπαια, πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, ἢ χρόνῳ καταναλώθησαν, ἢ αἰχμάλωτοι γενόμεναι, δουλείαν τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως, ὅπερ ἂν εἴπῃς τῶν μεγίστων καὶ ἀφορήτων κακῶν, ἤδη προλαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὥσπερ οὖν τὰ βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν, καὶ τοῦ χρυσοῦ τὴν διαφορὰν τῇ λίθῳ προστρίβοντες δοκιμάζομεν· οὕτω πρὸς τὰ ἐκτεθέντα ἡμῖν παρὰ τοῦ Κυρίου μέτρα τὴν μνήμην ἐπαναφέροντες, οὐδαμοῦ ἂν τῶν ὅρων τῆς σωφροσύνης ἐκπέσοιμεν. Ἐπειδὰν οὖν σοί ποτε προσπέσῃ τῶν ἀβουλήτων τι, μάλιστα μὲν τῷ προευτρεπισμένῳ τῆς διανοίας τὴν ταραχὴν μὴ παθεῖν, ἔπειτα δὲ τῇ ἐλπίδι τῶν μελλόντων κουφότερα ποιεῖν τὰ παρόντα.

Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπάγοντες, ἐν ἄνθεσι καὶ πόαις προσαναπαύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὸ ὄμμα. Οὕτω κατορθωθήσεταί σοι τὸ πάντοτε χαίρειν· ἐὰν ὁ μὲν βίος σοι ἀεὶ πρὸς Θεὸν ἀποβλέπῃ, ἡ δὲ ἐλπὶς τῆς ἀντιδόσεως κουφίζῃ τοῦ βίου τὰ λυπηρά. Ἠτιμάσθης; Ἀλλὰ πρὸς τὴν δόξαν, τὴν διὰ τῆς ὑπομονῆς ἐν τοῖς οὐρανοῖς ἀποκειμένην, ἀπόβλεψον. Ἐζημιώθης; Ἀλλ᾽ ἐνατένισον τῷ πλούτῳ τῷ ἐπουρανίῳ καὶ τῷ θησαυρῷ, ὃν ἀπέθου σεαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων. Ἐξέπεσες τῆς πατρίδος;

Ἀλλ᾽ ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες; Ἀλλ᾽ ἀγγέλους ἔχεις, μεθ᾽ ὧν χορεύσεις περὶ τὸν θρόνον τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ τὴν αἰώνιον εὐφροσύνην. Οὕτως ἀντιτιθεὶς τοῖς παροῦσιν ἀνιαροῖς τὰ προσδοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ᾽ ὃ προκαλεῖται ἡμᾶς ἡ νομοθεσία τοῦ Ἀποστόλου.

Μήτε τὰ φαιδρὰ τῶν ἀνθρωπίνων πραγμάτων περιχαρείας ἀμέτρους ἐμποιείτω σου τῇ ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς καὶ ὑψηλὸν ταπεινούτω. Μὴ γὰρ οὕτω προπεπαιδευμένος περὶ τῶν κατὰ τὸν βίον, οὐδέ ποτε ἀκύμονα ζωὴν καὶ ἀτάραχον ζήσῃ. Τοῦτο δέ σοι ῥᾳδίως κατορθωθήσεται, ἐὰν ἔχῃς τὴν ἐντολὴν σύνοικον, τὴν πάντοτε χαίρειν σοι παραινοῦσαν· ἀποπεμπόμενος μὲν τὰ ὀχληρὰ τῆς σαρκὸς, συνάγων δὲ τὰς τῆς ψυχῆς εὐφροσύνας· καὶ τῶν μὲν παρόντων τὴν αἴσθησιν ὑπερβαίνων, πρὸς δὲ τὴν ἐλπίδα τῶν αἰωνίων ἀποτείνων τὴν ἔννοιαν, ὧν καὶ μόνη ἡ φαντασία ἐξαρκεῖ τὴν ψυχὴν εὐφροσύνης πληρῶσαι, καὶ τὸ ἀγγελικὸν ἀγαλλίαμα ταῖς καρδίαις ἡμῶν ἐνοικίσαι· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.