Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν μάρτυρα Ἰουλίτταν

Μέγας Βασίλειος

Η ορθή αντιμετώπιση του πένθους και η πνευματική συμπαράσταση

Διδασκαλία για τη διακριτική παρηγορία των πενθούντων, το πνευματικό πένθος υπέρ των αμαρτανόντων, την αναίρεση της μέθης ως ψευδούς φαρμάκου της λύπης και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Ὃς ἐφ᾽ οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται· παραδείσου τρυφὴν, καὶ δόξαν ἐν βασιλείᾳ, καὶ ἰσαγγέλους τιμὰς, καὶ Θεοῦ κατανόησιν· ὅπερ τοῖς ἀξιωθεῖσι τῶν ἀγαθῶν ἐστι τὸ ἀκρότατον· οὗ πᾶσα ἐφίεται λογικὴ φύσις· οὗ καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες. Πῶς οὖν, φησὶ, τὸ κοινωνικὸν καὶ φιλόστοργον (ὃ πρῶτόν ἐστι τῶν ἀγαθῶν καὶ τελειότατον, διότι πλήρωμα νόμου ἡ ἀγάπη)· πρὸς τοὺς πλησίον ἐπιδειξόμεθα; Ἐπειδὰν, πρός τινας ὑπὸ μεγάλων συμφορῶν κατεχομένους εἰσελθόντες, μὴ συγκλαίωμεν αὐτοῖς, μηδὲ συνδακρύωμεν, ἀλλ᾽ εὐχαριστῶμεν ἐπὶ τοῖς γενομένοις. Οἰκεῖον μὲν γὰρ πάθος μετ᾽ εὐχαριστίας ὑπενεγκεῖν ὑπομονῆς ἔχει καὶ καρτερίας ἀπόδειξιν· ἐπ᾽ ἀλλοτρίαις δὲ συμφοραῖς εὐχαριστεῖν τῷ Θεῷ ἐπιχαίροντός ἐστι τοῖς κακοῖς καὶ παροξύνοντος τοὺς λυπουμένους· καὶ ταῦτα τοῦ Ἀποστόλου ἐπιτρέποντος ἡμῖν κλαίειν μετὰ κλαιόντων. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ἢ πάλιν ἀναγκαίως τῶν τοῦ Κυρίου λόγων ὑπομνήσομεν ὑμᾶς, ἐπὶ τίσι χαίρειν προσετάχθημεν, καὶ ἐπὶ τίσι πενθεῖν; Χαίρετε, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ᾽ ἐμὲ, ἀλλὰ κλαύσατε ἐπὶ τὰ τέκνα ὑμῶν.

Οὐκοῦν δικαίοις μὲν συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει, τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον συμπενθεῖν καὶ συνοδύρεσθαι, ἢ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται.

Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὔτε γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον· οὔτε κυβερνήτην, ἀντὶ τοῦ κρατεῖν τῶν ἐμπλεόντων, καὶ τοῖς πνεύμασι μάχεσθαι, καὶ διαφεύγειν τὰ κύματα, καὶ παραμυθεῖσθαι τοὺς δειλοτέρους, ναυτιῶντα καὶ συναλύοντα τοῖς ἀπειροθαλάττοις. Τοιοῦτος γάρ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. Ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων, ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους· οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γάρ ἐστι μᾶλλον ἐπιτείνειν τὴν συμφορὰν, ἢ καταπραΰνειν. Οὐχ ὁρᾷς, ὅτι βουβῶνες μὲν καὶ σπλῆνες, οἱ μὲν τραύμασιν, οἱ δὲ πυρετοῖς ἐπιτιθέμενοι, τὰς ὀδύνας συνεπιτείνουσι; χεῖρες δὲ τὸ ἀλγοῦν τῇ πραείᾳ ἑαυτῶν ἐπαφῇ καταστέλλουσι;

Καὶ αὐτὸς δὴ οὖν μὴ ἐξαγριάνῃς τὸ πάθος τῇ παρουσίᾳ, μηδὲ συγκαταπέσῃς τῷ πεπτωκότι. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδεῖται.

Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα· φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις (φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις αἱ ἐπιτιμήσεις· καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι)· ἀλλὰ συγχωρήσαντα κενὰ καὶ ἄπρακτα ἐκβοῆσαι. καὶ ὀλοφύρεσθαι, ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἐμμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. Ἐπεὶ καὶ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρούουσιν (ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν)· ἀλλὰ συνενδιδόντες τὴν πρώτην, καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ἤδη ποιοῦσι διὰ τῆς τέχνης. Οὕτως ἔσται κατὰ τὸν τοῦ Σολομῶντος λόγον· Ἀγαθὸν εἰσελθεῖν εἰς οἶκον πένθους μᾶλλον ἢ εἰς οἶκον πότου· εἰ μέλλοι τις, ἐπιστημόνως καὶ πράως τῷ λόγῳ χρώμενος, μεταδιδόναι τῆς οἰκείας ὑγιείας τῷ κάμνοντι, ἀλλ᾽ οὐχὶ τῆς ἀλλοτρίας λύπης, ὡς ὀφθαλμίας, μεταλαμβάνειν.

Κλαίειν οὖν μετὰ κλαιόντων. Ὅταν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ, καὶ συμπάθει. Οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον ἑαυτὸν ἐξιάσατο, δι᾽ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Τοιοῦτος ἦν ὁ λέγων· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ὑπὲρ ἁμαρτίας κλαῖε.

Αὕτη ἀῤῥωστία ψυχῆς· αὕτη θάνατός ἐστι τῆς ἀθανάτου· αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ βάθους καρδίας ἀναπεμπόμενος. Ἔκλαιε Παῦλος τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ.

Ἱερεμίας ἔκλαιεν ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ὅς γε, ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Καὶ καθήσομαι, φησὶ, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας πολλὰς, τοὺς ἀπολλυμένους. Τὸ τοιοῦτον δάκρυον καὶ τὸ τοιοῦτον πένθος ὁ λόγος μακαρίζει· οὐ τὸ πρὸς πᾶσαν λύπην εὐάγωγον, καὶ ἐκ πάσης προφάσεως εὐκατάφορον πρὸς τοὺς θρήνους.

Ἤδη δέ τινας εἶδον τῶν φιληδόνων δι᾽ ὑπερβολὴν ἡδυπαθείας ἐπὶ προφάσει τῆς λύπης πρὸς κραιπάλην καὶ μέθην ἐκτρεπομένους, καὶ τὸ ἀκρατὲς αὐτῶν ἐκ τῶν τοῦ Σολομῶντος λόγων παραμυθεῖσθαι πειρωμένους, λέγοντος· Δότε οἶνον τοῖς ἐν λύπαις. Ἔστι δὲ ὁ παροιμιακὸς λόγος οὐχὶ μέθης ἄδειαν παρεχόμενος, ἀλλὰ συνέχων τὴν ἀνθρωπίνην ζωήν. Ἵνα γὰρ τὸ αἰνιγματῶδες αὐτοῦ παραλείπω, οἶνον λέγοντος τὴν λογικὴν εὐφροσύνην, οὐδὲ ὁ πρόχειρος νοῦς μικρὰν ἔχει τὴν ἐπιμέλειαν, ἵνα μὴ τῷ σφοδρῷ τοῦ πένθους καταποθέντες, τῶν τροφῶν ἀμελῶσιν οἱ δυσπαρηγόρητοι καὶ βαρυπενθεῖς· ἀλλ᾽ ἄρτῳ μὲν στηρίζηται ἡ καρδία τοῦ φιλολύπου, οἴνῳ δὲ τὸ συμπεπτωκὸς τῆς δυνάμεως ὑπερείδηται.

Οἱ δὲ φίλοινοι καὶ οἰνόφλυγες, οὐ τὴν λύπην καταπραΰνοντες, ἀλλὰ κακὰ κακῶν διαμειβόμενοι, καὶ πονηροί τινες γινόμενοι συναλλάκται, νοσήματα, ψυχῶν διαμείβουσι νοσημάτων· οἳ τοὺς ἐπὶ τῆς τρυτάνης τὰς ῥοπὰς ἐπανισοῦντας μιμούμενοι, τοσοῦτον ὑφαιροῦσι τῆς λύπης, ὅσον αὔξουσι τὸ φιλήδονον. Ἀλλ᾽ οἶμαι χρῆναι βοήθειαν τῇ φύσει παρέχειν τὸν οἶνον· καὶ μὴ τοσοῦτον ἐπιτρέπειν ἐγχεῖσθαι τὸν ἄκρατον, ὥστε σκότωσιν τοῖς λογισμοῖς ἐμποιεῖν. Οὔτε γὰρ συνεκρυήσεται τῷ οἴνῳ τὸ λυπηρόν· καὶ τὸ τῆς μέθης κακὸν τῇ ψυχῇ προσγενήσεται.

Εἰ δὲ λύπης ἰατρός ἐστιν ὁ λογισμὸς, ἔσχατον ἂν εἴη τῶν κακῶν ἡ μέθη, τῇ ἰατρείᾳ τῆς ψυχῆς ἐμποδίζουσα. Ἀλλ᾽ ἀνάλαβε τῷ λόγῳ τῶν εἰρημένων ἕκαστον, καὶ εὑρήσεις τό τε δυνατὸν τῆς ἀποστολικῆς νομοθεσίας καὶ τὸ ὠφέλιμον· πῶς μὲν πάντοτε χαρήσῃ τῷ ὀρθῷ λόγῳ ἑπόμενος· πῶς δὲ προσεύξῃ ἀδιαλείπτως, πῶς δὲ ἐν παντὶ εὐχαριστήσεις· τίνι δὲ τρόπῳ παρακαλέσεις τοὺς λυπουμένους, ἵνα ἐκ πάντων ἄρτιος ᾖς καὶ κατηρτισμένος, τῇ βοηθείᾳ τοῦ ἁγίου Πνεύματος, καὶ τῇ ἐπισκηνώσει τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.