Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν μάρτυρα Ἰουλίτταν

Μέγας Βασίλειος

Η πρακτική εφαρμογή της αδιάλειπτης προσευχής

Μετάβαση στο θέμα της αδιάλειπτης προσευχής ως διαρκούς εσωτερικής διάθεσης και ευχαριστίας προς τον Θεό σε κάθε έκφανση του καθημερινού βίου και κατά τις δοκιμασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Πολλὰ περὶ τῆς μάρτυρος εἰπεῖν ὡρμημένον, ὁ χθὲς ἡμῖν κινηθεὶς λόγος, ἀτελὴς καταλειφθεὶς, τὴν ἐπὶ πλεῖον ἐν τούτοις διατριβὴν οὐκ ἐπιτρέπει. Δυσχερὴς δέ τις ἐγὼ φύσει πρὸς πᾶν τὸ ἀτέλεστον. Ἀτερπὲς μὲν γὰρ θέαμα, καὶ εἰκὼν ἐξ ἡμισείας τὴν μίμησιν ἔχουσα, ἄχρηστος δὲ ὁδοιπορίας πόνος, μὴ πρὸς τὸ προκείμενον πέρας, μηδὲ πρὸς τοὺς ὡρισμένους σταθμοὺς ἀποσωθέντος τοῦ ὁδοιπόρου.

Καὶ θήρας τὸ παρὰ μικρὸν ἴσον ἐστὶ τοῦ μηδενός· καὶ οἱ τρέχοντες ἐν τοῖς σταδίοις, ἑνὶ πολλάκις βήματι μόνῳ ἐλαττωθέντες, τῶν βραβείων ἐξέπεσον. Καὶ ἡμεῖς τοίνυν ἐπιμνησθέντες τῶν τοῦ Ἀποστόλου ῥημάτων χθὲς, καὶ ἐν βραχέσιν ἐλπίζοντες παραδραμεῖσθαι αὐτῶν τὴν διάνοιαν, εὑρέθημεν πολλαπλάσια τῶν εἰρημένων παραλιπόντες· διόπερ ἀναγκαίαν ἡγούμεθα ὑμῖν τῶν ἐλλειφθέντων τὴν ἔκτισιν. Ἐλέγετο τοίνυν παρὰ τοῦ Ἀποστόλου· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Περὶ μὲν οὖν τοῦ πάντοτε χαίρειν χρῆναι, εἰ καὶ μὴ τῇ ὑποθέσει ἀρκούντως, ἀλλ᾽ ἡμῖν γε ἱκανῶς εἴρηται τῇ προτεραίᾳ· εἰ δὲ καὶ δεῖ ἀδιαλείπτως προσεύχεσθαι, καὶ δυνατόν ἐστι τὸ παράγγελμα, οἵ τε ἀπαιτοῦντες ὑμεῖς ἕτοιμοι, ἐγώ τε κατὰ δύναμιν τὴν συνηγορίαν τοῦ λόγου πληρώσω.

Προσευχή ἐστιν αἴτησις ἀγαθοῦ παρὰ τῶν εὐσεβῶν εἰς Θεὸν γινομένη. Τὴν δὲ αἴτησιν οὐκ ἐν ῥήμασιν ὁριζόμεθα πάντως. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ᾽ εἰδέναι, καὶ μὴ αἰτούντων ἡμῶν, τὰ χρήσιμα. Τί οὖν ἐστιν ὅ φαμεν; Ὅτι χρὴ μὴ ἐν συλλαβαῖς ἡμᾶς τὴν προσευχὴν ἀποπληροῦν, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ᾽ ἀρετὴν παντὶ τῷ βίῳ συμπαρεκτεινομέναις, τὴν δύναμιν πληροῦσθαι τῆς προσευχῆς. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καθεζόμενος ἐπὶ τραπέζης, προσεύχου· προσφερόμενος τὸν ἄρτον, τῷ δεδωκότι τὴν χάριν ἀποπλήρου· οἴνῳ τὸ ἀσθενὲς τοῦ σώματος ὑπερείδων, μέμνησο τοῦ παρεχομένου σοι τὸ δῶρον εἰς εὐφροσύνην καρδίας, καὶ παραμυθίαν ἀῤῥωστημάτων.

Παρῆλθεν ἡ χρεία τῶν βρωμάτων; Ἡ μέντοι μνήμη τοῦ εὐεργέτου μὴ παρερχέσθω. Τὸν χιτῶνα ἐνδυόμενος, εὐχαρίστει τῷ δεδωκότι· τὸ ἱμάτιον περιβαλλόμενος, αὔξησον τὴν εἰς Θεὸν ἀγάπην, ὃς καὶ χειμῶνι καὶ θέρει ἐπιτήδεια ἡμῖν σκεπάσματα ἐχαρίσατο, τήν τε ζωὴν ἡμῶν συντηροῦντα, καὶ τὸ ἄσχημον περιστέλλοντα. Ἐπληρώθη ἡ ἡμέρα;

Εὐχαρίστει τῷ τὸν ἥλιον μὲν εἰς ὑπηρεσίαν τῶν ἡμερινῶν ἔργων χαρισαμένῳ ἡμῖν, πῦρ δὲ παρασχομένῳ τοῦ φωτίζειν τὴν νύκτα, καὶ ταῖς λοιπαῖς χρείαις ταῖς κατὰ τὸν βίον ὑπηρετεῖν. Ἡ νὺξ ἄλλας ὑποθέσεις προσευχῆς προξενείτω. Ὅταν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ πρὸς τὰ τῶν ἄστρων ἐνατενίσῃς κάλλη, προσεύχου τῷ Δεσπότῃ τῶν ὁρωμένων, καὶ προσκύνει τὸν ἀριστοτέχνην τῶν ὅλων Θεὸν, ὃς ἐν σοφίᾳ τὰ πάντα ἐποίησεν. Ὅταν ἴδῃς πᾶσαν φύσιν ζώων ὕπνῳ κατεχομένην, πάλιν προσκύνει τὸν καὶ ἀκουσίως ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντα, καὶ ἐκ μικρᾶς ἀναπαύσεως πάλιν πρὸς τὴν ἀκμὴν τῆς δυνάμεως ἐπανάγοντα.

Ἡ οὖν νὺξ μὴ ἔστω ὥσπερ τις ἴδιος καὶ ἐξαίρετος κλῆρος τοῦ ὕπνου πᾶσα· μηδὲ καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελετήματα ἔστωσαν τῆς εὐσεβείας. Πεφύκασι γάρ πως αἱ καθ᾽ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων.

Ὁποῖα γὰρ ἂν ᾖ τὰ κατὰ τὸν βίον ἡμῶν ἐπιτηδεύματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύπνια. Οὕτως Ἀδιαλείπτως προσεύξῃ· οὐκ ἐν ῥήμασι πληρῶν τὴν προσευχὴν, ἀλλὰ δι᾽ ὅλης τοῦ βίου τῆς διαγωγῆς συνάψας σεαυτὸν τῷ Θεῷ, ὡς συνεχῆ καὶ ἀδιάλειπτον εἶναι προσευχὴν τὴν ζωήν σου. Ἀλλὰ καὶ Ἐν παντὶ, φησὶν, εὐχαριστεῖτε. Καὶ πῶς δυνατὸν, φασὶ, τοῦτο γενέσθαι, ψυχὴν κατώδυνον συμφοραῖς, καὶ οἱονεὶ περικεντουμένην τῇ αἰσθήσει τῶν ἀλγεινῶν, μὴ πρὸς θρήνους ἐκφέρεσθαι, καὶ δάκρυα, ἀλλ᾽ εὐχαριστεῖν ὡς ἐπ᾽ ἀγαθοῖς τοῖς ἀπευκταίοις κατὰ ἀλήθειαν; Ἃ γὰρ ἂν ἐπαράσαιτό μοι ὁ ἐχθρὸς, ταῦτα παθὼν, πῶς ἐπ᾽ αὐτοῖς εὐχαριστεῖν δυνήσομαι; Ἀνήρπασται τὸ παιδίον ἄωρον, καὶ ὠδῖνες, τῶν πρώτων χαλεπώτεραι, ὀδυνωμένην ἐπὶ τῷ ἀγαπητῷ τὴν μητέρα κατατιτρώσκουσι· πῶς, καταλιποῦσα τοὺς θρήνους, εὐχαριστίας φωνὰς ἀναλάβῃ; Πῶς; Ἐὰν λογίσηται, ὅτι τῷ παιδὶ τῷ ἐξ αὐτῆς γεννηθέντι οἰκειότερος πατὴρ ὁ Θεὸς, καὶ φρονιμώτερος προστάτης, καὶ οἰκονόμος τοῦ βίου.