Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὔτε γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον· οὔτε κυβερνήτην, ἀντὶ τοῦ κρατεῖν τῶν ἐμπλεόντων, καὶ τοῖς πνεύμασι μάχεσθαι, καὶ διαφεύγειν τὰ κύματα, καὶ παραμυθεῖσθαι τοὺς δειλοτέρους, ναυτιῶντα καὶ συναλύοντα τοῖς ἀπειροθαλάττοις. Τοιοῦτος γάρ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. Ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων, ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους· οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γάρ ἐστι μᾶλλον ἐπιτείνειν τὴν συμφορὰν, ἢ καταπραΰνειν. Οὐχ ὁρᾷς, ὅτι βουβῶνες μὲν καὶ σπλῆνες, οἱ μὲν τραύμασιν, οἱ δὲ πυρετοῖς ἐπιτιθέμενοι, τὰς ὀδύνας συνεπιτείνουσι; χεῖρες δὲ τὸ ἀλγοῦν τῇ πραείᾳ ἑαυτῶν ἐπαφῇ καταστέλλουσι;