Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (λόγος β')

Μέγας Βασίλειος

Ο πνευματικός χαρακτήρας και η καθολικότητα της νηστείας

Προτροπή για συμμετοχή στον πνευματικό αγώνα. Η νηστεία προβάλλεται ως πανοπλία του πιστού και ως καθολικός κανόνας, ωφέλιμος για κάθε ηλικία και κοινωνική κατάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Βʹ. Παρακαλεῖτε, φησὶν, ἱερεῖς, τὸν λαόν· λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Ἱκανὴ τοῦ λόγου ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥᾳθύμων καὶ νωθρῶν ἐπεγεῖραι τὸ πρόθυμον. Ὅθεν στρατηγοὶ μὲν, εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε πολλοῖς καὶ θανάτου πολλάκις καταφρόνησιν ἐμποιεῖν· γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλοῦντας προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Καὶ τοίνυν καὶ ἐμοὶ, τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως.

Τί οὖν φημι, ἀδελφοί; Ὅτι τοὺς μὲν τὰ τακτικὰ μελετῶντας, καὶ τοὺς ἐν παλαίστραις διαπονουμένους, ἀκόλουθόν ἐστι τῇ δαψιλείᾳ τῆς τροφῆς κατασαρκοῦν ἑαυτοὺς, ὡς ἂν εὐτονώτερον τῶν πόνων ἀντιλαμβάνοιντο· οἷς δὲ Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, τούτοις διὰ τῆς ἐγκρατείας καὶ τῆς νηστείας ἀναγκαῖόν ἐστι τὸ πρὸς τὸν ἀγῶνα καταγυμνάζεσθαι. Ἔλαιον μὲν γὰρ πιαίνει τὸν ἀθλητήν· νηστεία δὲ τὸν ἀσκητὴν τῆς εὐσεβείας κρατύνει. Ὥστε ὅσον ὑφαιρεῖς τῆς σαρκὸς, τοσοῦτον ποιήσεις τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν.

Οὐ γὰρ σωματικοῖς τόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς καὶ τῇ πρὸς τὰς θλίψεις ὑπομονῇ τὸ πρὸς τοὺς ἀοράτους ἐχθροὺς περιγίνεται κράτος. Ἔστι μὲν οὖν πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμος τοῖς αἱρουμένοις αὐτὴν (οὔτε γὰρ ἐπήρεια δαιμόνων κατατολμᾷ τοῦ νηστεύοντος, καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν ἄγγελοι φιλοπονώτερον παραμένουσι τοῖς διὰ νηστείας τὴν ψυχὴν κεκαθαρμένοις)· πολλῷ δὲ πλέον νῦν, ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην περιαγγέλλεται τὸ κήρυγμα. Καὶ οὔτε τις νῆσος, οὐκ ἤπειρος, οὐ πόλις, οὐκ ἔθνος, οὐκ ἐσχατιὰ ἀνήκοός ἐστι τοῦ κηρύγματος. Ἀλλὰ καὶ στρατόπεδα, καὶ ὀδοιπόροι, καὶ πλωτῆρες, καὶ ἔμποροι, πάντες ὁμοίως καὶ ἀκούουσι τοῦ παραγγέλματος, καὶ περιχαρῶς ὑποδέχονται. Ὥστε μηδεὶς ἑαυτὸν ἔξω ποιείτω τοῦ καταλόγου. τῶν νηστευόντων, ἐν ᾧ πάντα γένη, καὶ πᾶσα ἡλικία, καὶ ἀξιωμάτων διαφοραὶ πᾶσαι καταλέγονται.

Ἄγγελοί εἰσιν οἱ καθ᾽ ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύοντας. Ὅρα μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος ῥίψασπιν ἐπὶ παρατάξεως ἀπελεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας σεαυτοῦ ἄτιμον ἀποπέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς, μήποτέ σε καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως.

Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δὲ, ὥσπερ τὸ ἀναπνεῖν, οὕτω καὶ τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν.

Τοῖς πρεσβυτέροις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας, οὕτω κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει. Εἶτα, στρατείας μὲν ὑπερορίου προγραφείσης, τὰ ἀναγκαῖα, οὐχὶ τὰ πρὸς τρυφὴν, ἐπισιτίζονται στρατιῶται· ἡμῖν δὲ πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον ἐξιοῦσι, καὶ μετὰ τὴν τούτων νίκην πρὸς τὴν ἄνω πατρίδα ἐπειγομένοις, οὐ πολλῷ μᾶλλον ἁρμόσει, ὥσπερ ἐπὶ στρατοπέδου διαιτωμένοις, αὐτοῖς ἀρκεῖσθαι τοῖς ἀναγκαίοις;

Κακοπάθησον ὡς καλὸς στρατιώτης, καὶ ἄθλησον νομίμως, ἵνα στεφανωθῇς, ἐκεῖνο εἰδὼς, ὅτι πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ὃ δέ με ὑπῆλθεν ἀρτίως λέγοντα, ἄξιον μὴ παριδεῖν· ὅτι τοῖς μὲν τοῦ κόσμου στρατιώταις κατὰ τὴν τῶν καμάτων ἀναλογίαν τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις ὁ τὸ ἔλαττον ἔχων τῆς τροφῆς τὸ μεῖζον ἔχει τοῦ ἀξιώματος. Ὡς γὰρ ἡ περικεφαλαία ἡμῶν παρήλλακται τὴν φύσιν πρὸς τὴν φθαρτήν· τῆς μὲν γὰρ ὕλη ἐστὶν ὁ χαλκὸς, ἡ δὲ ἐκ τῆς ἐλπίδος τοῦ σωτηρίου συνέστηκε· καὶ ὁ θυρεὸς ἐκείνοις μὲν ἐκ ξύλου καὶ βύρσης πεποίηται, ἡμῖν δὲ τὸ τῆς πίστεώς ἐστι προβόλαιον· καὶ θώρακι ἡμεῖς μὲν τῷ τῆς δικαιοσύνης περιπεφράγμεθα, ἐκεῖνοι δὲ χιτῶνά τινα ἁλυσιδωτὸν περιφέρουσι· καὶ μάχαιρα ἡμῖν μὲν ἡ τοῦ πνεύματός ἐστι πρὸς ἄμυναν, οἱ δὲ τὴν ἐκ σιδήρου προβάλλονται· οὕτω δῆλον, ὅτι τροφαὶ οὐχ αἱ αὐταὶ ἀμφοτέροις τὴν ἰσχὺν ἐμποιοῦσιν· ἀλλ᾽ ἡμᾶς μὲν τὰ δόγματα τῆς εὐσεβείας ῥώννυσιν, ἐκείνοις δὲ ἡ πλησμονὴ τῆς γαστρὸς ἀναγκαία, Ἐπεὶ οὖν ἤγαγεν ἡμῖν περιτρέχων ὁ χρόνος τὰς πολυποθήτους ταύτας ἡμέρας, ὡς παλαιὰς τροφοὺς, ἄσμενοι πάντες ὑποδεξώμεθα, δι᾽ ὧν ἐτιθηνήσατο ἡμᾶς ἡ Ἐκκλησία πρὸς τὴν εὐσέβειαν.

Μέλλων τοίνυν νηστεύειν μὴ σκυθρωπάσῃς Ἰουδαϊκῶς· ἀλλ᾽ εὐαγγελικῶς σεαυτὸν καταφαίδρυνον, μὴ πενθῶν τῆς γαστρὸς τὴν ἔνδειαν, ἀλλὰ συνηδόμενος τῇ ψυχῇ τῶν πνευματικῶν ἀπολαύσεων. Οἶδας γὰρ, ὅτι Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ἐπεὶ οὖν ταῦτα ἀλλήλοις ἀντίκειται, ὑφέλωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν δὲ τῶν ψυχῶν τὴν ἰσχὺν, ἵνα, διὰ τῆς νηστείας κατὰ τῶν παθῶν λαβόντες τὰ νικητήρια, τοὺς τῆς ἐγκρατείας στεφάνους ἀναδησώμεθα.