Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (λόγος β')

Μέγας Βασίλειος

Οι ευεργεσίες της νηστείας και τα βιβλικά πρότυπα

Ανάλυση των κοινωνικών και σωματικών ωφελειών της νηστείας, καθώς και παράθεση παραδειγμάτων δικαίων της Παλαιάς Διαθήκης που αγιάστηκαν μέσω αυτής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Νηστεία φυλάσσει νήπια, σωφρονίζει τὸν νέον, σεμνὸν ποιεῖ τὸν πρεσβύτην· αἰδεσιμωτέρα γὰρ πολιὰ νηστείᾳ κεκοσμημένη. Γυναιξὶ κόσμος ἁρμοδιώτατος, ἀκμαζόντων χαλινὸς, συζυγίας φυλακτήριον, παρθενίας τροφός. Τοιαῦται μὲν αἱ καθ᾽ ἕκαστον οἶκον αὐτῆς ἐπιμέλειαι. Δημοσίᾳ δὲ πῶς τῷ βίῳ ἡμῶν ἐμπολιτεύεται; Πᾶσαν ἀθρόως τὴν πόλιν, καὶ πάντα τὸν δῆμον μεθαρμόζει πρὸς εὐταξίαν, κοιμίζει κραυγὴν, ἐξορίζει μάχην, λοιδορίαν κατασιγάζει. Τίνος διδασκάλου παρουσία παίδων θόρυβον οὕτως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; Ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας συνέστη; Ἀπαλοὶ γέλωτες, καὶ ᾄσματα πορνικὰ, καὶ ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δικαστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖσαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακτέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐκ ἂν ἐχαλκεύετο ὅπλα, νηστείας κρατούσης, οὐδ᾽ ἂν δικαστήρια συνεκροτεῖτο, οὐδ᾽ ἂν ᾤκουν τινὲς τὰ δεσμωτήρια, οὐδ᾽ ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακουργοῦντας, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα.

Εἰ πάντες ἦσαν μαθηταὶ τῆς νηστείας, οὐδ᾽ ἂν ἠκούσθη ὅλως, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, φωνὴ φορολόγου, οὐδ᾽ ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νηστεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. Δῆλον γὰρ, ὅτι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγὴν καὶ ἀλλοτρίωσιν. Ὧν ἐξαιρεθέντων, οὐδὲν ἐκώλυεν ἐν εἰρήνῃ βαθείᾳ καὶ ἀταραξίᾳ ψυχῶν τὴν ζωὴν ἡμᾶς παραπέμπειν.

Νῦν δὲ οἱ μὲν τὴν νηστείαν ἀποπεμπόμενοι, τὴν τρυφὴν δὲ ὡς μακαριότητα βίου μεταδιώκοντες, τόν τε πολὺν ἐκεῖνον τῶν κακῶν ἐσμὸν ἐπεισήγαγον, καὶ τὰ ἑαυτῶν προσδιαφθείρουσι σώματα. Παρατήρησόν μοι τῶν προσώπων τὴν διαφορὰν, τῶν τε σήμερόν σοι κατὰ τὴν ἑσπέραν φανησομένων καὶ τῶν αὔριον.

Σήμερον οἰδοῦντα, ὑπέρυθρα, ἱδρῶτι λεπτῷ νοτιζόμενα, ὀφθαλμοὶ δίυγροι, προπετεῖς, τὸ ἀκριβὲς τῆς αἰσθήσεως ἐκ τῆς ἔνδοθεν ἀχλύος ἀφῃρημένοι· αὔριον δὲ κατεσταλμένα, σεμνὰ, τὴν ἐκ τῆς φύσεως χρόαν ἀπολαβόντα, συννοίας γέμοντα καὶ πάσης αἰσθήσεως ἀκριβοῦς, οὐδεμιᾶς ἔνδοθεν αἰτίας ταῖς φυσικαῖς ἐνεργείαις ἐπισκοτούσης. Νηστεία ἡ τῶν ἀγγέλων ὁμοίωσις, ἡ τῶν δικαίων ὁμόσκηνος, ὁ τοῦ βίου σωφρονισμός. Αὕτη νομοθέτην ἐποίησε τὸν Μωϋσῆν· νηστείας ἐστὶ καρπὸς Σαμουήλ. Νηστεύουσα προσηύξατο τῷ Θεῷ Ἄννα· Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν δούλην σου, καὶ δῷς μοι σπέρμα ἀνδρὸς, δώσω αὐτὸν ἐνώπιόν σου δοτόν. Οἶνον καὶ σίκερα οὐ μὴ πίοι, ἕως ἡμέρας θανάτου αὐτοῦ. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τῶν χειρῶν τὴν ἰσχὺν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν, καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδαρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἠλίας ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ.

Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε· δι᾽ ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας.

Δέξασθε αὐτὴν, οἱ πένητες, τὴν σύνοικον ὑμῶν καὶ ὁμοτράπεζον. Οἱ δοῦλοι, τὴν ἀνάπαυσιν τῶν συνεχῶν τῆς ὑπηρεσίας καμάτων. Οἱ πλούσιοι, τὴν ἰατρεύουσαν ὑμᾶς τῆς ἐκ τοῦ κόρου βλάβης, καὶ τῇ μεταβολῇ τερπνότερα ποιοῦσαν τὰ ὑπὸ τῆς συνηθείας καταφρονούμενα.

Οἱ ἄῤῥωστοι, τὴν τῆς ὑγείας μητέρα. Οἱ εὐεκτοῦντες, τὸ τῆς εὐεξίας ὑμῶν φυλακτήριον. Ἐρώτησον τοὺς ἰατροὺς, καὶ ἀναγγελοῦσί σοι, ὅτι σφαλερώτατόν ἐστι πάντων ἡ ἐπ᾽ ἄκρον εὐεξία. Διόπερ διὰ νηστείας ὑφαιροῦσι τὸ πλεονάζον οἱ ἐμπειρότατοι, ὡς μὴ τῷ βάρει τῆς πολυσαρκίας ὑποκλασθῆναι τὴν δύναμιν. Ἐξεπίτηδες γὰρ διὰ τῆς ἐνδείας καθελόντες τὴν ἀμετρίαν, εὐρυχωρίαν τινὰ, καὶ ἀνατροφὴν, καὶ ἀρχὴν δευτέρας αὐξήσεως τῇ θρεπτικῇ δυνάμει παρασκευάζουσιν. Οὕτω παντὶ ἐπιτηδεύματι καὶ πάσῃ σώματος ἕξει τὸ παρ᾽ αὐτῆς ὠφέλιμον ἀπαντᾷ, καὶ πᾶσιν ὁμοίως ἐπιπρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρημίαις. Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ᾽ ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα, κατὰ τὸν τοῦ Κυρίου λόγον, μὴ κατασκυθρωπάζοντες ὡς οἱ ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες. Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερόν τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν.