Σήμερον οἰδοῦντα, ὑπέρυθρα, ἱδρῶτι λεπτῷ νοτιζόμενα, ὀφθαλμοὶ δίυγροι, προπετεῖς, τὸ ἀκριβὲς τῆς αἰσθήσεως ἐκ τῆς ἔνδοθεν ἀχλύος ἀφῃρημένοι· αὔριον δὲ κατεσταλμένα, σεμνὰ, τὴν ἐκ τῆς φύσεως χρόαν ἀπολαβόντα, συννοίας γέμοντα καὶ πάσης αἰσθήσεως ἀκριβοῦς, οὐδεμιᾶς ἔνδοθεν αἰτίας ταῖς φυσικαῖς ἐνεργείαις ἐπισκοτούσης. Νηστεία ἡ τῶν ἀγγέλων ὁμοίωσις, ἡ τῶν δικαίων ὁμόσκηνος, ὁ τοῦ βίου σωφρονισμός. Αὕτη νομοθέτην ἐποίησε τὸν Μωϋσῆν· νηστείας ἐστὶ καρπὸς Σαμουήλ. Νηστεύουσα προσηύξατο τῷ Θεῷ Ἄννα· Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν δούλην σου, καὶ δῷς μοι σπέρμα ἀνδρὸς, δώσω αὐτὸν ἐνώπιόν σου δοτόν. Οἶνον καὶ σίκερα οὐ μὴ πίοι, ἕως ἡμέρας θανάτου αὐτοῦ. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τῶν χειρῶν τὴν ἰσχὺν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν, καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδαρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἠλίας ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ.