Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (ὁμιλία α΄)

Μέγας Βασίλειος

Εισαγωγή στην αληθινή νηστεία και η νομοθέτησή της στον Παράδεισο

Η πνευματική και χαρμόσυνη προσέγγιση της νηστείας, καθώς και η αναδρομή στην αρχαιότητά της ως της πρώτης εντολής που δόθηκε στον Αδάμ πριν από την έκπτωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Αʹ. Σαλπίσατε, φησὶν, ἐν νεομηνίᾳ, σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Τοῦτο πρόσταγμα ἐστι προφητικόν. Ἡμῖν δὲ πάσης σάλπιγγος μεγαλοφωνότερον, καὶ παντὸς ὀργάνου μουσικοῦ εὐσημότερον, τὴν προάγουσαν τῶν ἡμερῶν ἑορτὴν ὑποσημαίνει τὰ ἀναγνώσματα. Ἐγνωρίσαμεν γὰρ τῶν νηστειῶν τὴν χάριν ἐκ τοῦ Ἡσαΐου, τὸν μὲν Ἰουδαϊκὸν τῆς νηστείας τρόπον παρωσαμένου, τὴν δὲ ἀληθινὴν νηστείαν ἡμῖν παραδείξαντος. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας. Καὶ ὁ Κύριος· Μὴ γίνεσθε σκυθρωποὶ, ἀλλὰ νίψαι σου τὸ πρόσωπον καὶ ἄλειψαί σου τὴν κεφαλήν. Διατεθῶμεν τοίνυν, ὡς ἐδιδάχθημεν, μὴ κατασκυθρωπάζοντες ἐπὶ ταῖς προσιούσαις ἡμέραις, ἀλλὰ φαιδρῶς πρὸς αὐτὰς, ὡς πρέπει ἁγίοις, διατιθέμενοι. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων τρόπαιον ἵστησι. Μὴ σκυθρωπάσῃς θεραπευόμενος. Ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ὑπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι· νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Εὐθύμησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν.

Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκάτοις τῶν παίδων ζωογονούμενοι σκώληκες φαρμάκοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως ἁμαρτίαν, ὑποικουροῦσαν τῷ βάθει, ἐναποκτείνει τῇ ψυχῇ ἐπεισελθοῦσα νηστεία, ἥγε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξία.

Ἄλειψαί σου τὴν κεφαλὴν, καὶ νίψαι τὸ πρόσωπον. Ἐπὶ μυστήριά σε καλεῖ ὁ λόγος. Ὁ ἀλειψάμενος ἐχρίσατο· ὁ νιψάμενος ἀπεπλύνατο. Ἐπὶ τὰ ἔνδον λάμβανε τῶν μελῶν τὴν νομοθεσίαν. Ἀπόπλυνε τὴν ψυχὴν ἁμαρτημάτων. Χρῖσαι τὴν κεφαλὴν χρίσματι ἁγίῳ, ἵνα μέτοχος γένῃ Χριστοῦ, καὶ οὕτω πρόσελθε τῇ νηστείᾳ. Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου ὥσπερ οἱ ὑποκριταί. Ἀφανίζεται πρόσωπον, ὅταν ἡ ἔνδον διάθεσις ἐπιπλάστῳ σχήματι τῷ ἔξωθεν ἐπισκοτῆται, ὥσπερ ὑπὸ παραπετάσματι τῷ ψεύδει καλυπτομένη. Ὑποκριτής ἐστιν ὁ ἐν θεάτρῳ ἀλλότριον πρόσωπον ὑπελθών· δοῦλος ὢν, πολλάκις τὸ τοῦ δεσπότου, καὶ ἰδιώτης, τὸ τοῦ βασιλέως. Οὕτω καὶ ἐν τῷ βίῳ τούτῳ, ὥσπερ ἐπὶ ὀρχήστρας τῆς ἑαυτῶν ζωῆς οἱ πολλοὶ θεατρίζουσιν, ἄλλα μὲν ἐν τῇ καρδίᾳ φέροντες, ἄλλα δὲ ἐν τῇ ἐπιφανείᾳ τοῖς ἀνθρώποις δεικνύντες. Μὴ ἀφάνιζε οὖν τὸ πρόσωπον.

Οἷος εἶ, τοιοῦτος φαίνου· μὴ κατασχηματίζου σεαυτὸν πρὸς τὸ σκυθρωπὸν, τὴν ἐκ τοῦ δοκεῖν ἐγκρατὴς εἶναι δόξαν θηρώμενος. Οὔτε γὰρ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γινόμενα οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐκτείνει, ἀλλ᾽ εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Πρόσδραμε τοίνυν φαιδρῶς τῇ δωρεᾷ τῆς νηστείας. Ἀρχαῖον δῶρον ἡ νηστεία· οὐ παλαιούμενον καὶ γηράσκον, ἀλλ᾽ ἀνανεούμενον ἀεὶ, καὶ εἰς ἀκμὴν ἐπανθοῦν.

Οἴει με τὴν ἀρχαιογονίαν αὐτῆς ἀπὸ τοῦ νόμου τίθεσθαι; Καὶ νόμου πρεσβυτέρα νηστεία. Ἐὰν μικρὸν ἀναμείνῃς, εὑρήσεις τοῦ λόγου τὴν ἀλήθειαν. Μὴ οἴου τὴν ἡμέραν τοῦ ἱλασμοῦ, τὴν διατεταγμένην τῷ Ἰσραὴλ τῷ ἑβδόμῳ μηνὶ, τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, ταύτην εἶναι τῆς νηστείας τὴν ἀρχήν.

Δεῦρο δὴ διὰ τῆς ἱστορίας βαδίζων, ἀνερεύνησον τὴν ἀρχαιογονίαν αὐτῆς. Οὐ γὰρ νεώτερον τὸ ἐφεύρεμα· πατέρων ἐστὶ τὸ κειμήλιον. Πᾶν τὸ ἀρχαιότητι διαφέρον, αἰδέσιμον. Δυσωπήθητι τὴν πολιὰν τῆς νηστείας.

Συνηλικιῶτίς ἐστι τῆς ἀνθρωπότητος· νηστεία ἐν τῷ παραδείσῳ ἐνομοθετήθη. Τὴν πρώτην ἐντολὴν ἔλαβεν Ἀδάμ· Ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Τὸ δὲ, οὐ φάγεσθε, νηστείας ἐστὶ καὶ ἐγκρατείας νομοθεσία.

Εἰ ἐνήστευσεν ἀπὸ τοῦ ξύλου ἡ Εὔα, οὐκ ἂν ταύτης νῦν ἐδεόμεθα τῆς νηστείας. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας· ἰαθῶμεν διὰ τῆς μετανοίας· μετάνοια δὲ χωρὶς νηστείας ἀργή. Ἐπικατάρατος ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Στυγνάζειν προσετάχθης, μὴ γὰρ τρυφᾷν. Διὰ νηστείας ἀπολόγησαι τῷ Θεῷ.

Ἀλλὰ καὶ ἡ ἐν παραδείσῳ διαγωγὴ νηστείας ἐστὶν εἰκὼν, οὐ μόνον καθότι τοῖς ἀγγέλοις ὁμοδίαιτος ὢν ὁ ἄνθρωπος, διὰ τῆς ὀλιγαρκίας τὴν πρὸς αὐτοὺς ὁμοίωσιν κατώρθου, ἀλλ᾽ ὅτι καὶ ὅσα ὕστερον ἡ ἐπίνοια τῶν ἀνθρώπων ἐξεῦρεν, οὔπω τοῖς ἐν τῷ παραδείσῳ διαιτωμένοις ἐπενενόητο· οὔπω οἰνοποσίαι, οὔπω ζωοθυσίαι, οὐχ ὅσα τὸν νοῦν ἐπιθολοῖ τὸν ἀνθρώπινον.

Ἐπειδὴ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσομεν τοῦ παραδείσου· νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλθωμεν. Οὐχ ὁρᾷς τὸν Λάζαρον, πῶς διὰ νηστείας εἰσῆλθεν εἰς τὸν παράδεισον; Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοὴν, μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον.