Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν (ὁμιλία α΄)

Μέγας Βασίλειος

Κοινωνικά, οικιακά και σωματικά οφέλη της εγκράτειας

Πρακτικές συνέπειες της νηστείας, όπως η ειρήνη στο σπίτι, η ανάπαυση των υπηρετών, η προστασία από τα χρέη και η βελτίωση της σωματικής υγείας σε αντίθεση με την τρυφή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξε, κατελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου ἢ χαλκοῦ, ἢ ἄλλης στεῤῥοτέρας τινὸς ὕλης συμπεπηγότι. ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν· οὐ γὰρ ἤνοιγον κατὰ τοῦ ἁγίου τὸ στόμα. Νηστεία ἔσβεσε δύναμιν πυρὸς, ἔφραξε στόματα λεόντων. Νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει, οἱονεὶ πτερὸν αὐτῇ γινομένη πρὸς τὴν ἄνω πορείαν. Νηστεία οἴκων αὔξησις, ὑγείας μήτηρ, νεότητος παιδαγωγὸς, κόσμος πρεσβύταις, ἀγαθὴ συνέμπορος ὁδοιπόροις, ἀσφαλὴς ὁμόσκηνος τοῖς συνοίκοις. Οὐχ ὑποπτεύει γάμων ἐπιβουλὴν ὁ ἀνὴρ, νηστείαις ὁρῶν τὴν γυναῖκα συζῶσαν. Οὐ τήκεται ζηλοτυπίαις γυνὴ, τὸν ἄνδρα βλέπουσα νηστείαν καταδεχόμενον. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον μετὰ ταῦτα· οὐδὲν διὰ τὴν νηστείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων ἡ μάχαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τὸ Σάββατον ἐδόθη τοῖς Ἰουδαίοις, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου.

Γινέσθω ἡ νηστεία ἀνάπαυσις ἐκ τῶν συνεχῶν πόνων τοῖς διὰ τοῦ ἐνιαυτοῦ παντὸς ὑπηρετοῦσιν οἰκέταις. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἄδειαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν πεμμάτων ἐπιτηδεύων.

Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Πάντως ποτὲ καὶ οἱ φορολόγοι τοῖς ὑποχειρίοις ἐλευθεριάσαι μικρὸν ἐπιτρέπουσι. Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι, σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων.

Νηστεία δανείου φύσιν οὐκ οἶδεν· οὐκ ὄζει τόκων τράπεζα τοῦ νηστεύοντος· οὐκ ἄγχουσιν ὀρφανὸν νηστευτοῦ παῖδα τόκοι πατρῷοι, ὥσπερ ὄφεις περιπλεκόμενοι. Καὶ ἄλλως δὲ ἀφορμὴ εἰς εὐφροσύνην ἐστὶ τὸ νηστεύειν. Ὡς γὰρ ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λιμὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν νηστεία φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν φανῆναι ποιήσει ὥσπερ ἀπόδημον. Ὥστε, εἰ βούλει σεαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς νηστείας μεταβολήν. Σὺ δὲ, ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέληθας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὡς μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι.

Ὧν δὲ σπανία ἡ κτῆσις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις. Οὕτω καὶ ὁ κτίσας ἡμᾶς, διὰ τῆς κατὰ τὸν βίον ἐναλλαγῆς παραμένειν ἡμῖν τὴν χάριν τῶν δεδομένων ἐμηχανήσατο. Οὐχ ὁρᾷς, ὅτι καὶ ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα; καὶ ἐγρήγορσις ἡδίων μετὰ τὸν ὕπνον; καὶ ὑγεία ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων; Καὶ τράπεζα τοίνυν χαριεστέρα μετὰ τὴν νηστείαν· ὁμοίως μὲν πλουσίοις καὶ εὐτραπέζοις, ὁμοίως δὲ τοῖς λιτοῖς καὶ αὐτοσχεδίοις τὴν δίαιταν.

Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκε τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς, ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. Ἵνα τοίνυν σβέσωμεν ἐκεῖνο τὸ πῦρ, ὕδατος χρεία. Καὶ οὐ πρὸς τὰ μέλλοντα μόνον ὠφέλιμος ἡ νηστεία, ἀλλὰ καὶ αὐτῇ τῇ σαρκὶ λυσιτελεστέρα.

Αἱ γὰρ εἰς ἄκρον εὐεξίαι ὑποστροφὰς ἔχουσι καὶ μεταπτώσεις, ὀκλαζούσης τῆς φύσεως, καὶ ἀναφέρειν τὸ βάρος τῆς εὐεξίας ἀδυνατούσης. Ὅρα μὴ, νῦν διαπτύων τὸ ὕδωρ, ὕστερον ῥανίδος ἐπιθυμήσῃς, ὡς καὶ ὁ πλούσιος. Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος. Οὐδενὸς κεφαλὴ ὠδυνήθη ποτὲ ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη, ὑδροποσίᾳ συζῶν. Οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες ἀπηχρειώθησαν, ὕδατι καταρδόμεναι. Τὸ γὰρ περὶ τὴν πέψιν πλημμελὲς, ὃ τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ, τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ᾽ ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βάδισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγου, καθαρότης καρδίας.