Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν

Μέγας Βασίλειος

Ο αόρατος πόλεμος, τα βιβλικά πρότυπα και η αληθής έννοια της νηστείας

Η αναγκαιότητα της νηστείας και της προσευχής για την αντιμετώπιση των αόρατων εχθρών, με βιβλικά παραδείγματα. Έμφαση στην ταυτόχρονη αποχή από τις υλικές τροφές και την αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Ἐχθροὺς μὲν γὰρ ἔχων τις πολεμίους ὁρωμένους, ἐὰν μὲν δυνατὸς ᾖ, ἀντιπολεμήσειεν· εἰ δὲ ἀδύνατος, ἀποκρυβεὶς σωθήσεται· ἀοράτους δὲ πολεμίους ἔχων τις, τί ποιήσειεν, ἐὰν μὴ Θεὸν ἐπικαλέσηται βοηθόν; Ἐὰν γὰρ καθεύδῃ, ἐκεῖνοι γρηγοροῦσιν; ἐὰν δὲ ἀποκρύβηται, ἐκεῖνοι ἔνδοθεν πολεμοῦσιν. Δεινὸς ὁ ἐχθρός· πολλά σοι προσάγει τεχνάσματα κατὰ τὴν πάλην τὴν τῆς φιλοχρηματίας, τὴν τῆς ἀκολασίας, τὴν τῆς κραιπάλης καὶ τρυφῆς καὶ κενοδοξίας. Ἐφίσταταί σοι καὶ καθεύδοντι· οὐδὲ γὰρ τῶν ὕπνων δυσωπεῖται τοὺς νόμους. Τί οὖν ποιήσεις πρὸς τοὺς πολλοὺς τούτους πολεμίους ἔχων;

Τάφον ὀρύξαι; Ἀλλὰ καὶ τοῦτον ὑπερβήσεται. Χάρακα προστῆσαι; Ἀλλὰ καὶ τοῦτον διαβήσεται. Πῶς οὖν ἀγωνίσασθαι χρή; πῶς δὲ ἐπισχεῖν τὴν τοσαύτην ἐπιβουλήν; Οὐδὲ γὰρ ὁρᾷν ἐστι τοὺς μαχομένους. Ἀλλ᾽ εὕρηται μέγιστον βοήθημα, νηστεία καὶ προσευχή. Τούτῳ γὰρ τῷ τρόπῳ ἡττῶνται οἱ χείρους τῶν ὁρατῶν πολεμίων, πονηροὶ δαίμονες· ὡς διδάσκει ὁ Κύριος τοὺς μαθητὰς, περὶ τοῦ σεληνιαζομένου λέγων· «Τοῦτο τὸ γένος ἐν οὐδενὶ ἐλαύνεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» Μέγα οὖν ἀγαθὸν ἀνθρώποις νηστεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῇ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν. Ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς διὰ τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευῖται, ἀκούσαντες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσευχῆς ἐπεσπάσαντο τὴν σωτηρίαν.

Διὰ τῆς νηστείας Μωσῆς ἐξ οὐρανοῦ τὸν νόμον κατήνεγκεν· διὰ νηστείας ἐξιλάσατο περὶ τῶν μοσχοποιησάντων. Διὰ νηστείας Ἠλίας ἕως οὐρανοῦ ἀνελήφθη, ὅπλον φέρων τῆς σωφροσύνης τὴν νηστείαν· νηστείαν βρωμάτων, καὶ ἀποχὴν ἁμαρτημάτων.

Ἐὰν γὰρ τὸ στόμα νηστεύῃ, αἱ δὲ χεῖρες τὰ ἀλλότρια ἁρπάζωσιν, ἀκούεις· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐὰν ἀπέχῃ βρωμάτων, καὶ συκοφαντῇς τὸν ἀδελφόν σου, ἀκούεις· «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ σῶμα, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα.» Καθαρὰ τοίνυν ἔστω καὶ ἡ κοιλία ἀπὸ βρωμάτων, καὶ ἡ διάνοια ἀπὸ ἁμαρτημάτων. Σύμφωνα ἔστω τὰ ἔνδον τοῖς ἔξω.