Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ἅγιον βάπτισμα προτρεπτική

Μέγας Βασίλειος

Ο κατάλληλος καιρός του βαπτίσματος και ο έλεγχος της αναβολής

Η προβολή της εορτής του Πάσχα ως του πλέον κατάλληλου χρόνου για το βάπτισμα, η κλήση σε υποταγή στον ζυγό του Χριστού και ο έλεγχος των δικαιολογιών για την καθυστέρηση προσέλευσης στο μυστήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα. Ὁ μὲν σοφὸς Σολομὼν, τῶν κατὰ τὸν βίον πραγμάτων τοὺς καιροὺς διαιρῶν, καὶ ἑκάστῳ τῶν γινομένων τὸν ἐπιτήδειον ἀφορίζων, ἔφη· Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι· καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν· ἐγὼ δὲ, μικρὸν τοῦ σοφοῦ τὴν ἀπόφασιν ὑπαλλάξας, εἴποιμι ἂν κηρύσσων ὑμῖν τὸ σωτήριον κήρυγμα, ὅτι καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ γεννηθῆναι. Τίς δὲ ὁ λόγος τῆς ἐναλλαγῆς; Ὅτι ὁ μὲν περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ διαλεγόμενος, τῇ σωματικῇ ἑπόμενος φύσει, τὴν γένεσιν προέταξε τοῦ θανάτου (ἀδύνατον γὰρ θανάτου πεῖραν λαβεῖν τὸν μὴ πρότερον γεννηθέντα)· ἐγὼ δὲ, περὶ τῆς πνευματικῆς ἀναγεννήσεως τὸν λόγον ποιεῖσθαι μέλλων, τὸν θάνατον προτίθημι τῆς ζωῆς. Διὰ γὰρ τοῦ ἀποθανεῖν τῇ σαρκὶ περιγίνεται ἡμῖν τὸ γεννηθῆναι τῷ πνεύματι, καθά φησι καὶ ὁ Κύριος· Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω. Ἀποθάνωμεν οὖν, ἵνα ζήσωμεν. Ἀποκτείνωμεν τὸ φρόνημα τῆς σαρκὸς, τὸ μὴ δυνάμενον ὑποταγῆναι τῷ νόμῳ τοῦ Θεοῦ, ἵνα τὸ φρόνημα τοῦ πνεύματος ἰσχυρὸν ἡμῖν ἐγγένηται, δι᾽ οὗ ζωὴ καὶ εἰρήνη περιγίνεσθαι πέφυκε. Συνταφῶμεν τῷ Χριστῷ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, ἵνα καὶ συναναστῶμεν τῷ ἡμῖν τὴν ἀνάστασιν προξενήσαντι.

Καιρὸς μὲν οὖν ἄλλοις ἄλλος ἐπιτήδειος· ἴδιος ὕπνου, καὶ ἴδιος ἐγρηγόρσεως· ἴδιος πολέμου, καὶ ἴδιος εἰρήνης· καιρὸς δὲ βαπτίσματος ἅπας ὁ τῶν ἀνθρώπων βίος. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνατὸν, οὔτε ψυχῇ συνεστάναι, μὴ γνωριζούσῃ τὸν κτίσαντα. Θεοῦ γὰρ ἄγνοια θάνατός ἐστι ψυχῆς. Ὁ δὲ μὴ βαπτισθεὶς οὐ πεφώτισται. Ἄνευ δὲ φωτὸς οὔτε ὀφθαλμὸς τὰ ἑαυτοῦ καθορᾷ, οὔτε ψυχὴ Θεοῦ δέξασθαι δύναται θεωρίαν. Πᾶς μὲν οὖν χρόνος εὐκαιρίαν ἔχει πρὸς τὴν διὰ τοῦ βαπτίσματος σωτηρίαν· κἂν νύκτα εἴπῃς, κἂν ἡμέραν, κἂν ὥραν, κἂν στιγμὴν χρόνου, κἄν τι βραχύτατον. Πολλῷ δὲ δήπου εἰκὸς ἐπιτηδειότερον εἶναι τὸν οἰκειότερον. Τί δ᾽ ἂν γένοιτο τῆς ἡμέρας τοῦ Πάσχα συγγενέστερον πρὸς τὸ βάπτισμα; Ἡ μὲν γὰρ ἡμέρα μνημόσυνόν ἐστιν ἀναστάσεως· τὸ δὲ βάπτισμα δύναμίς ἐστι πρὸς τὴν ἀνάστασιν. Ἐν τοίνυν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς ἀναστάσεως τὴν χάριν ὑποδεξώμεθα. Διὰ τοῦτο πόῤῥωθεν ἡ Ἐκκλησία τοὺς ἑαυτῆς τροφίμους ὑψηλῷ κηρύγματι συγκαλεῖ, ἵν᾽ οὓς πάλαι ὤδινεν, ἀποκυήσῃ τότε, καὶ ἀπογαλακτίσασα αὐτοὺς τῶν λόγων τῆς κατηχήσεως, γεύσῃ τῆς στερεᾶς τῶν δογμάτων τροφῆς. Ἰωάννης ἐκήρυσσε βάπτισμα μετανοίας, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία· Κύριος κηρύσσει βάπτισμα υἱοθεσίας· καὶ τίς τῶν εἰς αὐτὸν ἠλπικότων οὐχ ὑπακούσεται; Ἐκεῖνο εἰσαγωγικὸν τὸ βάπτισμα· τοῦτο τελειωτικόν.

Ἐκεῖνο ἁμαρτίας ἀναχώρησις· τοῦτο οἰκείωσις πρὸς Θεόν. Ἑνὸς ἀνδρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάντας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφητῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γίνεσθε· διὰ ψαλμῶν νουθετούμενος· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· δι᾽ ἀποστόλων εὐαγγελιζόμενος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος· ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου προσλαμβανόμενος, λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς (ταῦτα γὰρ πάντα σήμερον συνέδραμε πρὸς τὴν ἀνάγνωσιν)· ὀκνεῖς καὶ βουλεύῃ καὶ διαμέλλεις; Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ; Πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς τὴν ἐπίγνωσιν;

Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε γνωρίσομέν σε ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα καιρὸν ἐξεδέχου, νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑποσχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; Ἐπ᾽ ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία, οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ; τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δάμαλίς τις ἀπειρόζυγος;

Χρηστός ἐστιν, ἐλαφρός ἐστιν· οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς, ὅτι κατηγορεῖται Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων; Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ, ἀφειμένος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις.