Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ἅγιον βάπτισμα προτρεπτική

Μέγας Βασίλειος

Η σημασία της πνευματικής σφραγίδας και οι δωρεές του μυστηρίου

Αναφορά στη θεία δωρεά της άφεσης των αμαρτιών, την προστασία από τις επιβουλές του πονηρού και την ανακαίνιση της ψυχής, σε αντιδιαστολή με την αφροσύνη της εσκεμμένης παραμονής στην αμαρτία κατά τη νεότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; Τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; Τίς φρονιμώτερος τοῦ σοφοῦ; ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; Τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμβουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ Δεσπότου. Ὢ τῆς ἀτοπίας τῶν λόγων! Οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ Βασιλεῖ.

Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλογιστότερα. Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δημοσίοις ὀφλήμασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύνοις περιηγγέλθησαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς συγχωρήσεως ταύτης ἐπιχειρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκηρύχθησαν, αὐτὸς σεαυτὸν ἀδικῶν, ἃ μηδ᾽ ἂν τῶν ἐχθρῶν σοί τις ἐπηρεάσατο, οἴει προσηκόντως βεβουλεῦσθαι, καὶ λυσιτελῶς ἐντεθυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ᾽ ἐναποθνήσκεις τοῖς ὀφλήμασι; καὶ ταῦτα εἰδὼς, ὅτι ὁ τῶν μυρίων ταλάντων χρεωφειλέτης ἔτυχεν ἂν τῆς ἀφέσεως, εἰ μὴ αὐτὸς ἑαυτῷ τὴν εἴσπραξιν ἐκ τῆς πρὸς τὸν ὁμόδουλον ἀπανθρωπίας ἀνενεώσατο.

Ὃ καὶ ἡμῖν φυλακτέον μὴ πάθωμεν, ἐπειδὰν τῆς χάριτος τύχωμεν, μὴ ἀφιέντες τοῖς ὀφειλέταις ἡμῶν, ἵνα βέβαιον ἡμῖν παραμείνῃ τὸ δῶρον. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου τῆς ψυχῆς, ἀνακίνησόν σου τῶν πεπραγμένων τὴν μνήμην. Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει· Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ἐὰν δέχῃ τὴν χάριν· τῷ γὰρ ὀφείλοντι πολὺ πολὺ καὶ ἀφεθήσεται, ἵνα περισσότερον ἀγαπήσῃ.

Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θάνατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεννῶς τὰ παρελθόντα διήνεγκας, καὶ ταῦτα οὔπω τῷ νόμῳ παιδαγωγούμενος; Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἑστάναι νόμιζέ σου τὴν ψυχὴν, ἔνθεν ὑπ᾽ ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τὴν καρδίας; Τί παρὰ σοὶ νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων ἢ τῶν μελλόντων ἐπιθυμία; Ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ᾽ αὐτοὺς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥᾳδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους, ἐὰν ἐν ταῖς συμπλοκαῖς ἀναμιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρχειν ὁ χωρισμός.

Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντιποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τῶν ἐχθρῶν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμι, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἢ ἀγνοεῖς, ὅτι τὰς ἐσφραγισμένας οἰκίας ὁ ὀλοθρευτὴς ὑπερέβαινεν, ἐν δὲ ταῖς ἀσφραγίστοις κατεφόνευε τὰ πρωτότοκα;

Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται. Νέος εἶ; ἀσφάλισαι τὴν νεότητα τῷ τοῦ βαπτίσματος χαλινῷ. Παρέδραμεν ἡ ἀκμή; μὴ ζημιωθῇς τὰ ἐφόδια, μὴ ἀπολέσῃς τὸ φυλακτήριον, μὴ περὶ τῆς ἑνδεκάτης ὥρας ὡς περὶ πρώτης διανοοῦ· ὅπου γε προσήκει καὶ τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλμοῖς ἔχειν τὴν τελευτήν. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιήσειν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα;

Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθαλήσειν ἐπαγγέλλεταί σοι τὸ βάπτισμα, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν ἀνομιῶν, καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλματι. Οὐκ ἐπιθυμεῖς ἰδεῖν τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης σφριγᾷ πάλιν, καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Βάπτισμα αἰχμαλώτοις λύτρον, ὀφλημάτων ἄφεσις, θάνατος ἁμαρτίας, παλιγγενεσία ψυχῆς, ἔνδυμα φωτεινὸν, σφραγὶς ἀνεπιχείρητος, ὄχημα πρὸς οὐρανὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμοτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον, ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω ποτὲ τῶν κακῶν, ὑποδέξομαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐδεὶς, χολὴν ἐμέσαι ζητῶν, ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης πολυπλασίονα ταύτην ἑαυτῷ συναθροίζει.

Καθαίρειν προσῆκε τῶν λυπούντων τὸ σῶμα, οὐ μέντοι κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως. Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος τῶν ἀγωγίμων ὑφίσταται, τὸ δὲ ὑπὲρ τοῦτο καταβαπτίζει. Φοβήθητι μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, καὶ μείζονα τῆς ἀφέσεως ποιήσας τὰ ἁμαρτήματα, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον. Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σοι τὰς ἀνομίας; Ὑπέλαβες ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ, ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι᾽ εὐεργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων οἷσπερ ἂν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσοικειούμενος, καὶ εἰς τὴν υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτὸν, ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα; Ὅρα μὴ ἐπ᾽ ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν συναθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ᾽ ἡδίων ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ τροφὸς τοῦ αἰωνίου σκώληκος, ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις.

Οὐδὲν ἄλλο βοᾷ ἡ ὑπέρθεσις ἢ ταῦτα· βασιλευσάτω ἐν ἐμοὶ πρῶτον ἡ ἁμαρτία, εἶτα βασιλεύσει ποτὲ καὶ ὁ Κύριος. Παραστήσω μου τὰ μέλη ὅπλα ἀδικίας τῇ ἀνομίᾳ· εἶτα παραστήσω ποτὲ καὶ ὅπλα δικαιοσύνης αὐτὰ τῷ Θεῷ.

Οὕτω καὶ Κάϊν προσέφερε τὰς θυσίας· τὰ πρῶτα τῇ ἀπολαύσει τῇ ἑαυτοῦ, τὰ δεύτερα τῷ κτίσαντι καὶ δωρησαμένῳ Θεῷ. Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις. Ὅτε ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρήσασθαι, ἀλλ᾽ ἀνάγκη κεῖσθαι διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη οὐ σωφροσύνη, ἀλλ᾽ ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος δι᾽ ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας. Τοῦτο γάρ ἐστιν ἀρετή· ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας οὔτε ἐπαίνων αὐτὴ καθ᾽ ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι᾽ ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις.