Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ «Μὴ δῷς ὕπνον τοῖς ὀφθαλμοῖς σου»

Μέγας Βασίλειος

Το παράδειγμα του μύρμηκα: Εργατικότητα, πρόνοια και ευταξία

Προβολή του μύρμηκα ως προτύπου κατά της οκνηρίας. Περιγραφή της φυσικής σοφίας, της αρχιτεκτονικής των φωλεών, της αποθήκευσης τροφών και της κοινωνικής του αρμονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ἵνα οὖν σε διυπνίσῃ, καὶ ζηλωτὴν ποιήσῃ τῶν καλῶν ἔργων, μικρὸν ζῶον ἐκλεξάμενος τὸ πάντων ἐλάχιστον, τοῦτο προστίθησί σοι. «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ.» Εἶδες πῶς σοι κέχρηται· εὐτελῆ διδάσκαλον προδείκνυσιν· ἵν᾽ οὕτως, τὸν ὕπνον ἀποσεισάμενος, τὴν ἀργίαν ἀπωσάμενος, τῇ αἰσχύνῃ τῇ πρὸς τὸν συγκρινόμενον, ποιήσῃς σεαυτὸν ἄξιον τῷ κτίσαντι.

Εἴ σοι εἶπεν· Μίμησαι τοῦ ἵππου τὸν δρόμον, μίμησαι τὴν ἀχθηφορίαν τῆς καμήλου, μίμησαι τὸν γεηπονοῦντα βοῦν· εἶπες ἂν, Πῶς μιμήσωμαι τὰ ἁπλᾶ τὰ τῷ μεγέθει τοῦ σώματος; Ἄλλος ἐκεῖνος ὁ τόνος τοῦ σώματος πάρεστιν· ἐγὼ δὲ μικρὸς καὶ ἀσθενής. Ἵνα μὲν τοῦτο προβάλλῃ, τὸ ἀναντιῤῥήτως ὑποδεέστερον, τοῦτό σοι προέθηκεν εἰς μίμησιν. «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ.» Τί καταφρονεῖς τοῦ μεγάλου διδασκάλου; Ὁ μύρμηξ σε διερεθιζέτω πρὸς τὴν ἐνέργειαν. «Καὶ παρ᾽ ἐκείνου μάθε.» Ἐκεῖνος οὐ διδάσκαλον οἶδεν, οὐκ ἀποδημίαν ἀπεδήμησεν, οὐκ ἔμαθε γεωργικοὺς λόγους, οὐκ ἔζευξε βοῦν, οὐ κέκτηται βοῦν ἀροτῆρα, οὐ μάχεται περὶ ὅρων γῆς, οὐ παροργίζει τοὺς γείτονας, οὐ τὰ μὲν κατέχει, τὰ δὲ προσλαμβάνεται, οὐδὲν οἶδε τῶν κατὰ γεωργίαν· οὐκ ἔχει δεσπότην τὸν ἐπικείμενον, οὐκ ἔχει φορολόγον τὸν ἀναγκάζοντα, οὐκ ἔχει τοὺς οἰκέτας τοὺς, ὅτε ἐὰν μὴ διανεμηθῇ αὐτοῖς τὸ σιτηρέσιον, δικαζομένους τῷ δεσπότῃ.

Οὐδὲν τούτων πάρεστιν· ἀλλὰ φυσική τις ἀνάγκη τὸ ζῶον διερεθίζει. Οὐκοῦν ἡ φύσις τότε. Καὶ σὺ τῆς φύσεως παρίει λόγος αἴτιος. Λόγῳ πλεονεκτεῖς τὸν μύρμηκα. Εἰ δύναμις συνεργὸς, προτιμοτέρα ἡ σὴ δύναμις τοῦ μύρμηκος. «Ἴθι οὖν πρὸς τὸν μύρμηκα, ὀκνηρέ· καὶ παρ᾽ ἐκείνου μάθε.» Προλαβὼν ἐδιδάχθης· ὑπὸ δὲ ἀργίας αὐτὰ ἔῤῥιψας, καὶ λήθην ἔλαβες ἐκ τοῦ ὕπνου ὃν ἠγάπησας.

Μάθε ἀπὸ τοῦ μύρμηκος. Ἐκεῖνος γὰρ γεώργιον οὐκ ἔχει, οὐδὲ δεσπότην κέκτηται, οὐδὲ ὑπὸ ἀνάγκην ἐστίν· καὶ οὐδεμιᾷ ἀνάγκῃ δουλεύων, ἀδέσποτος ὢν, αὐτόνομον βίον καὶ ἐλεύθερον κεκτημένος, αὐτὸς ἑαυτῷ ἐφέστηκεν, ἐπείγων ἑαυτὸν πρὸς τὸ ἔργον. Τίς εἶπε τῷ μύρμηκι, ὅτι Νῦν θέρος; καὶ τίς πάλιν ἐρεῖ, ὅτι Νῦν πάλιν χειμών; Ἵνα δείξῃ σοι τὴν τοῦ Θεοῦ πρόνοιαν δι᾽ ὅλων ἀνήκουσαν ἐφ᾽ ἡμῖν· ἵνα δὲ μήτε σεαυτὸν ἐλεύθερον ἣ ἀδέσποτον ὑπολάβῃς τὸν μύρμηκά σοι προσέδειξε. Καὶ γὰρ ἐκεῖνος οὐκ αὐθαιρέτῳ τινὶ συντυχίᾳ ταῦτα ἐνεργεῖ, ἀλλ᾽ ἔχει τὸν ἐπείγοντα, τὴν τοῦ Θεοῦ οἰκονομίαν, διδασκάλῳ χρώμενος τῷ τῆς φύσεως νόμῳ. Ταῦτά ἐστι τὰ διδάγματα. Θέρος ἐστὶ, καὶ ὁ μύρμηξ ἐνεργεῖ, τὰ ἀποπίπτοντα τῆς σῆς ἐνεργείας ἴδιον κέρδος ποιούμενος. Φοβοῦμαι μή ποτέ σου κατήγορος γένηται, ὡς φιλοπόνως τὰς τοῦ Θεοῦ δωρεὰς μὴ συναγαγόντος, ὡς ἐκεῖνος τὰς ἑαυτοῦ ἀποθήκας πληροῖ. Μάθε μυρμήκων τὸ καταγώγιον.

Ἐκεῖνος ἑαυτῷ διώροφα καὶ τριώροφα, τὸν Νῶε μιμούμενος, τὴν τοῦ κατακλυσμοῦ κατασκευὴν ἐπὶ τῆς κιβωτοῦ, ποιούμενος, τὰ μὲν ἑαυτῷ ὑπεύθυνα, τὰ δὲ ὑπαναβεβηκότα τῶν οἴκων κατασκευάσας, ἄλλα ἐποίησεν ὑποδοχὰς, ἄλλα τὰ σιτηρέσια.

Εἶδές ποτε τὴν μυρμηκίαν; Κατέμαθες φιλοπόνως, ἢ ὡς μηδὲ τὰ τοῦ μύρμηκος καταμανθάνειν; Εὐσχήμονες τοῦ μύρμηκος αἱ διαγωγαί· κεχωρισμένα παρ᾽ ἐκείνῳ τὰ ῥυπαρὰ τῶν καθαρῶν· ἔστιν ἐν τῇ ἀποθήκῃ, καὶ ἔστι σοφὴ ἡ ἀπόθεσις. Εἶδον ἐγὼ σῖτον ὑπὸ μύρμηκος ἀποτεθέντα, οὐχ ἁπλῶς δὲ ῥιφέντα, ἀλλὰ μετὰ σοφῆς ἐπινοίας τῆς ἀποθήκης ἠξιωμένον. Κόπτει δὲ ταῖς χηλαῖς τὸ μέσον τοῦ σίτου, ὑφορώμενος μήποτε, ὑπόγεως πεσὼν, εἶτα νοτισθεὶς, ἀναγάγῃ πρὸς τὴν βλάστησιν· ἀλλὰ διακόπτει καὶ ἀπονεκροῖ τὸν σῖτον, ἵνα πρὸς μὲν τὴν τροφὴν ἐπιτήδειος ᾖ, πρὸς δὲ τὴν βλάστησιν ἄχρηστος.

Ἆρα δοκεῖ σοι ἀξιοπιστότερος εἶναι διδάσκαλος, τοσαύτῃ σοφίᾳ καὶ τέχνῃ κεχρημένος; «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ·» μάθε τὴν εὐταξίαν τοῦ μύρμηκος· πῶς οἱ ἐπισιτιζόμενοι τοῖς ἐξιοῦσιν οὐκ ἐμποδίζουσιν, ἀλλ᾽ εἷς τόπος τῶν ἐξιόντων, ἕτερος τῶν ἐπεισαγόντων· καὶ τάξις ἐστὶν ἐν αὐτοῖς, καίτοι ὁ βασιλεὺς οὐκ ἀφηγεῖται ἐν αὐτοῖς, οὐδὲ εἰς χιλιάρχους τὰ ἐν αὐτοῖς διῄρηται· ἀλλ᾽ ὡς μία εὐταξία τῶν ὁδῶν, ἔνθεν ἄλλη, ἑτέρα δὲ τῶν ἐκεῖθεν, ἀλλήλους ὅταν παρέρχωνται, οὐκ ἐμπόδιον ἀλλήλοις πρὸς τὸν δρόμον γίνονται. Τίς δὲ ἔταξε ταῦτα;

Ἐγὼ νομίζω καὶ τοὺς ταξιάρχας καὶ τοὺς στρατηγάρχας ἐντεῦθεν λαμβάνοντας τὰ τακτικὰ μετατιθέναι ἐπὶ τὴν τῶν ἀνθρώπων εὐταξίαν. Οὕτως ὁ τῆς σοφίας νόμος πρεσβύτερός ἐστι τῶν ἐπιτηδευμάτων τῆς τέχνης. Πάρεστι τῷ μύρμηκι καὶ πρόγνωσις.