Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ «Μὴ δῷς ὕπνον τοῖς ὀφθαλμοῖς σου»

Μέγας Βασίλειος

Προοίμιο και η έννοια της πνευματικής εγρήγορσης

Εισαγωγή στο ερμηνευόμενο χωρίο των Παροιμιών, έπαινος του ακροατηρίου και ανάλυση της πνευματικής εγρήγορσης με παραδείγματα τη δορκάδα και το πτηνό προς αποφυγή των παγίδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας. Εἰς τό· Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις. Οὐ λυπεῖ με ἐλάττωσις τῶν συνελθόντων ἐπὶ τὴν πνευματικὴν ταύτην πανήγυριν. Ὁρῶ γὰρ, ὅτι τὸ θορυβοῦν ἠλαττώθη, τὸ δὲ φιλήκοον πάρεστι. Καὶ γὰρ οὐδὲν δέομαι τῶν ἔξω περιηχούντων τὸν τύπον· ἀλλ᾽ ἐπιζητῶ ψυχὰς φιληκόους, εὐσχημόνως περιεστώσας τὸ πνευματικὸν ἀκροατήριον, καὶ δεχομένας ἐν κόσμῳ τὰς ὑπομνήσεις τοῦ Πνεύματος, καὶ φυλασσούσας τῇ μνήμῃ τὰ σωτήρια διδάγματα· ἅπερ εὔχομαι ὑπάρξαι τοῖς παροῦσιν. Ἐπεὶ καὶ ποιμένι ἀσφαλεστέρα ἡ ἐνέργεια ἐν ὀλίγῳ ἢ τῷ πλήθει τῶν ποιμνίων, καὶ κυβερνήτῃ εὐεπιχείρητος ναῦς, ἄλλως τε κἂν κλύδων ᾖ πανταχόθεν ὁ περικλύζων τὴν γῆν, καὶ χαλεπὴν ποιῶν κυβέρνησιν τῷ ἐπιτεταμένῳ. Ἕνεκα μὲν γὰρ τῆς ἀγάπης τῆς περὶ ἕκαστον, πάντας ἀνθρώπους ἐβουλόμην παρεῖναι· ἀλλ᾽ ἐπειδὴ τῷ πλήθει συμπαρέσπαρται καὶ τὸ νόθον, εὔχομαι τὸ καθαρὸν φυλοκρινηθὲν ἀκριβῶς κεχωρισμένον τοῦ βλαβεροῦ μόνον συνεῖναι ἡμῖν· μὴ πρὸς ἐπήρειαν περιεστηκὸς, ἀλλὰ κατὰ ἀλήθειαν τὴν ἀκρόασιν ποιούμενον. Εὔχομαι τὸν σῖτον κεχωρισμένον τοῦ ἀχύρου. Τὸ μὲν γὰρ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφέρεται· τὸ δὲ βαρὺ καὶ εὐσταθὲς καὶ αὐτόπιπτον, τῷ Πνεύματι διακρινόμενον, τῆς ἀποθήκης ἀξιοῦται. Τί εἴπω; πῶς ὑμᾶς προσφθέγξομαι;

Πῶς προκαταλήψομαι τὰ παρελθόντα; τῶν μελλόντων τὸ χρέος; Καὶ γὰρ παρελθόντων ὑπεύθυνός εἰμι, καὶ μελλόντων χρεώστης.

Ἀπὸ ποίας Γραφῆς ἂν ὑμῖν καιρίως διαλεχθείην; Πάντα ὁμότιμα, καὶ πάντα πνευματικά· πάντα θεόπνευστα, καὶ πάντα ὠφέλιμα. Ἀλλ᾽ οὐ ῥᾳδία οὐδὲ ἐμοὶ ἡ διάκρισις, οὐδὲ ὑμῖν δυνατὸν τὸ μὲν ἀποπέμπεσθαι, τὸ δὲ προΐεσθαι, ἴσης οὔσης τῆς ἐν ἑκάστῳ χάριτος, καὶ ὁμοτίμου τῆς πανταχόθεν ὠφελείας ἡμῖν προκειμένης. Ἐφθέγξατο ἡμῖν ῥήματα χρήσιμα ὁ παροιμιαστὴς Σολομών. Τοῦτο πρῶτον προσέβαλεν ὑμῶν ταῖς ἀκοαῖς· ἐντεῦθεν ἀρξώμεθα τῆς πρὸς ὑμᾶς ὁμιλίας. Διορατικόν σε βούλεται εἶναι μαθητὴν καὶ ὑψηλὸν τῷ φρονήματι.

Ἑκάτερον τούτων παρίστησι δυϊκὸς λόγος· «Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις.» «Μὴ δῷς ὕπνον.» Ἆρα τοῦτον ἀπαγορεύει τὸν ὕπνον, τὸ κοινὸν πάθος τῆς φύσεως, καὶ βούλεται ἡμᾶς ἀΰπνους εἶναι; Οὐκοῦν κατηγόρημα τοῦ δημιουργοῦ τοῦ συζεύξαντος τῇ ζωῇ ἡμῶν τὴν ἐκ τοῦ ὕπνου ἀνάπαυσιν; «Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις.» Οὐ ταυτολογεῖ, ἀλλ᾽ οἶδε τὴν διαφορὰν τοῦ ὕπνου καὶ τοῦ νυσταγμοῦ. Ὁ μὲν γὰρ ὕπνος βαρεῖά τίς ἐστιν ἀναισθησία· ὁ δὲ νυσταγμὸς μίγμα ἐστὶν ἐγρηγόρσεως καὶ ὕπνου. Ἐπεὶ οὖν οἱ μὲν βαθεῖ κατέχονται ὕπνῳ, ληθαργήσαντες τῶν τοῦ Θεοῦ δωρεῶν· οἱ δὲ ἀναμὶξ, ποτὲ μὲν ἐγρηγόρασιν, ποτὲ δὲ ὥσπερ ἐπινυστάζουσιν· οὔτε τὸν ἀλλότριον δέχονται, οὔτε τόν ποτε ἐπιστρέφοντα, οὔτε τὸν νοσοῦντα ὡς ὑγιαίνοντα. «Ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων.» Ἡ δορκὰς ζῶόν ἐστιν ὀξυδερκὲς, ἐπώνυμον τῇ ἑαυτοῦ ὀξυδορκίᾳ.

Οὐδὲν λανθάνει τὸν ὀφθαλμὸν τῆς δορκάδος· οἶδεν ὃ φυλάξεται, καὶ οἶδεν ὅπου τοῦ δρόμου τὸ κυβερνητικόν. Ἀλλὰ καὶ δορκὰς ἔσο πρὸς τὸ τὰ κάτω ἐρευνᾷν· καὶ ὄρνεον, πρὸς τὸ τὰ ὑψηλὰ ζητεῖν· ἵνα μὴ τῇ παγίδι ἐνσχασθῇς, ἀλλὰ καὶ ὑψηλότερος γένῃ τῶν βρόχων. Οὐδέποτε ὄρνεον πίπτει εἰς παγίδα, ἐὰν, τῷ κατὰ φύσιν πτερῷ τὸν ἀέρα τέμνον, τὴν γῆν ὑπεραίρηται. Βούλεται οὖν σε τῷ ὑψηλῷ τῆς διανοίας, ὃ ἔλαβες παρὰ τοῦ κτίσαντός σε, ἀσφαλῶς φυλάσσειν, καὶ τὸ σύντροφον πάθος τῆς ἀργίας, ὡς τὴν εὐπραξίαν τῶν διατεταγμένων ἡμῖν παρὰ τοῦ Κυρίου ἀποδιῶκον, διώκεσθαι. Χαλεπωτάτη γὰρ ἀργία, ἡ τῶν ψυχῶν νωθρία. Μὴ ἔσο ἀργὸς περὶ τὰς ἐντολὰς τοῦ Κυρίου· μὴ τὸ μὲν ποίει, τὸ δὲ ἀναβάλλου. Δανειστικόν τι ποιεῖς ἀφοσίωμα, ὡς τὸ ὅλον πληρώσας. Ἀλλὰ βούλεταί σε ἐν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁρᾷς, ὅτι εὐπερίδρομόν σε βούλεται τῆς εὐσεβείας εἶναι, τρέχοντα ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως; Οὐ τοίνυν χρὴ τὸν αὐτὸν καὶ ἀργὸν εἶναι καὶ ἐμπορεύεσθαι. Πάρεστιν ὁ αἰτῶν· ἐὰν ἀργῇς πρὸς τὴν ἐλεημοσύνην, ἡ ἀργία ἐμπόδιόν σοι γίνεται πρὸς τὸν δρόμον τῆς σωτηρίας.