Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ῥητόν: Καθελῶ μου τὰς ἀποθήκας

Μέγας Βασίλειος

Η θεία οικονομία των υλικών αγαθών και η εσχατολογική κρίση

Η αρχή της κοινής χρήσης των γήινων αγαθών, η ταύτιση της πλεονεξίας με αρπαγή και η τελική ανταπόδοση των πράξεων κατά την ημέρα της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Νῦν δὲ κατηφὴς εἶ καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μή πού τι καὶ μικρὸν ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν.

Μίαν οἶδας φωνήν· Οὐκ ἔχω· οὐδὲ δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης· πένης φιλανθρωπίας, πένης πίστεως εἰς Θεὸν, πένης ἐλπίδος αἰωνίου. Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς ἀδελφούς· τὸ αὔριον σηπόμενον σήμερον μετάδος τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσι. —Τίνα, φησὶν, ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις, ἐν θεάτρῳ θέαν καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ πένης, οὐδεὶς ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις;

Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι᾽ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἢ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ, πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβὼν, οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου.

Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; Ἢ ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωποδύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἠδύνασο. —Καλοὶ μὲν, φησὶν, οἱ λόγοι, ἀλλὰ καλλίων ὁ χρυσός. Ὥσπερ οἱ τοῖς ἀκολάστοις περὶ σωφροσύνης διαλεγόμενοι. Καὶ γὰρ ἐκεῖνοι, διαβαλλομένης τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς τὰς ἐπιθυμίας ἐκκαίονται.

Πῶς σοι ὑπ᾽ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατε με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται, ἀκούοντι τῆς καταδίκης· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετε με· Οὐδὲ γὰρ ἐκεῖ ὁ ἅρπαξ ἐγκαλεῖται, ἀλλ᾽ ὁ ἀκοινώνητος κατακρίνεται. Ἐγὼ μὲν εἶπον, ἃ συμφέρειν ἐνόμιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ ἐν ἐπαγγελίαις ἀποκείμενα ἀγαθά· παρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ ἀπειλὴ, ἧς εὔχομαί σε τὴν πεῖραν διαφυγεῖν, βελτίονα γνώμην μεταλαβόντα, ἵνα λύτρον σοι γένηται ὁ ἴδιος πλοῦτος, καὶ ἐφ᾽ ἕτοιμα βαδίσῃς τὰ οὐράνια ἀγαθά· χάριτι τοῦ πάντας ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασιλείαν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.