Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸ ῥητόν: Καθελῶ μου τὰς ἀποθήκας
Εισαγωγή: Η ευημερία ως δοκιμασία της πίστεως
Η αναφορά στα δύο είδη των πειρασμών και η αφθονία των υλικών αγαθών ως έλεγχος της ανθρώπινης προαιρέσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή: Η ευημερία ως δοκιμασία της πίστεως
Η αναφορά στα δύο είδη των πειρασμών και η αφθονία των υλικών αγαθών ως έλεγχος της ανθρώπινης προαιρέσεως.
ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ· «ΚΑΘΕΛΩ ΜΟΥ ΤΑΣ ΑΠΟΘΗΚΑΣ, ΚΑΙ ΜΕΙΖΟΝΑΣ ΟΙΚΟΔΟΜΗΣΩ» ΚΑΙ ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ —Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἢ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καμίνῳ, διὰ τῆς ὑπομονῆς τὸ δόκιμον αὐτῶν ἀπελέγχουσαι· ἢ καὶ πολλάκις αὐταὶ αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίου γίνονται τοῖς πολλοῖς. Ὁμοίως γάρ ἐστι χαλεπὸν ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν. Παράδειγμα δὲ τοῦ μὲν προτέρου εἴδους τῶν πειρασμῶν ὁ μέγας Ἰὼβ, ὁ ἀκαταγώνιστος ἀθλητής· ὃς, πᾶσαν τοῦ διαβόλου τὴν βίαν, ὥσπερ χειμάῤῥου φορὰν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μείζων ἐκ τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ μεγάλα αὐτῷ καὶ δυσέκλυτα ἐδόκει παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ παλαίσματα.
Τῶν δὲ κατὰ τὴν εὐημερίαν τοῦ βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε τινὰ, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνωσθεὶς πλούσιος· ὃς τὸν μὲν εἶχε πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώπου Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνωμοσύνῃ τῶν τρόπων μὴ κατακρίναντος, ἀλλ᾽ ἀεὶ τῷ προϋπάρχοντι πλούτῳ πλοῦτον ἕτερον προστιθέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας ποτὲ, πρὸς τὸ κοινωνικὸν καὶ ἥμερον τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο· Ἀνθρώπου, γάρ φησίν, πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ᾽ ἑαυτόν· Τί ποιήσω;
Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Διὰ τί οὖν ηὐφόρησεν ἡ χώρα τοῦ ἀνθρώπου μηδὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; Ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμία φανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· Ἡ δὲ τοιαύτη τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν. Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὸ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν· ἔδωκε τὸν ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις, σπερμάτων ἀφθονίαι, βοῶν συνεργίαι, τὰ ἄλλα, οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία, τὸ δυσμετάδοτον.
Ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως· οὐχ ἡγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδεέσι καταμερίσαι· οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς· Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καὶ, Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε· καὶ, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου· Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰσηκούοντο· ἀλλ᾽ αἱ μὲν ἀποθῆκαι διεῤῥήγνυντο τῷ πλήθει τῶν ἀποκειμένων στενοχωρούμεναι, ἡ φειδωλὸς δὲ καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ νέα τοῖς παλαιοῖς προστιθεὶς, καὶ ταῖς κατ᾽ ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύξων, εἰς τὴν ἀδιέξοδον ταύτην ἀμηχανίαν ἐνέπεσεν, ὑποχωρεῖν μὲν τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ ἐξαρκῶν. Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῷ τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί ποιήσω; Τίς οὐκ ἂν ἐλεήσειεν τὸν οὕτω πολιορκούμενον;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.