Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ῥητόν: Καθελῶ μου τὰς ἀποθήκας

Μέγας Βασίλειος

Η τραγικότητα της πενίας και η αναλγησία της απληστίας

Η σκληρότητα των πλεονεκτών απέναντι στους φτωχούς, το κοινωνικό δράμα της πενίας και η ανάγκη διαρκούς κυκλοφορίας του πλούτου προς τους ενδεείς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Μὴ ἐπιξάνῃς τραύματα κεκακωμένων ταῖς μάστιξι. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς. —Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει· ὅσος δέ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ. Πῶς σοι ὑπ᾽ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα, οἷα ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμὸν, ὥστε, αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὑράσθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα πρῶτον τούτων ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα.

Ἀλλὰ τὸν νεώτατον; Ἀλλ᾽ ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπολήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ᾽ ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ, καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ ἐκ τοιούτων συμφορῶν ὑποδεχομένη τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινὸν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ᾽ ἄκαμπτος εἶ καὶ ἀμείλικτος. Πάντα χρυσὸν βλέπεις, χρυσὸν φαντάζῃ· τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον.

Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτως σοι ἡ ψυχὴ, τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν ἢ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ᾽ ὅσον οἷόν τε. —Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς; Ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ κόρος οὐκ ἔστι, καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι· ὁ δὲ πλεονέκτης οὐχ οὕτως· ἀλλ᾽ ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· Σὺ δὲ κατέχεις τὸν παραῤῥέοντα, καὶ περιφράσσεις τὰς διεξόδους. Εἶτα κατεχόμενος καὶ ἐνλιμνάζων, οἷα ποιεῖ σοι; Ῥήγνυσι τὰ κωλύματα, ἀμέλει καὶ νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημμυρῶν, καθαιρεῖ τοῦ πλουσίου τὰς ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμιεῖα, ὥσπερ πολέμιός τις ἐπεισελθών. Ἀλλὰ μείζονας οἰκοδομήσει; Ἄδηλον εἰ μὴ καθῃρημένας παραδώσει τῷ μετ᾽ αὐτόν.

Ὀξύτερον γὰρ ἂν αὐτὸς ἀπέλθοι ἀνασπασθεὶς, ἢ ἐκεῖνα κατὰ τὴν πλεονεκτικὴν ἐπίνοιαν ἐγερθείη. Ἀλλ᾽ ὁ μὲν ἐχέτω τῶν κακῶν βουλευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς δὲ, ἂν ἐμοὶ πείθησθε, πάσας θύρας ταμιείων ἀναπετάσαντες, ἀφθόνους παρέξετε τὰς διεξόδους τῷ πλούτῳ· ὥσπερ ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι᾽ ὀχετῶν μυρίων ἐπερχομένῳ, οὕτως αὐτοὶ, τῷ πλούτῳ διδόντες διὰ ποικίλων ὁδῶν εἰς τὰς τῶν πενήτων οἰκίας κατασχίζεσθαι. Τὰ φρέατα ἐξαντλούμενα εὐροώτερα γίνεται· ἐναφιέμενα δὲ, κατασήπεται· καὶ πλούτου τὸ μὲν στάσιμον ἄχρηστον, τὸ δὲ κινούμενον καὶ μεταβαῖνον κοινωφελὲς καὶ ἔγκαρπον. Ὢ πόσος μὲν ὁ παρὰ τῶν εὐεργετουμένων ἔπαινος, οὗ σὺ μὴ καταφρονήσῃς! πηλίκος δὲ ὁ παρὰ τοῦ δικαίου κριτοῦ μισθὸς, ᾧ σὺ μὴ ἀπιστήσῃς!