Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Γόρδιον τὸν μάρτυρα

Μέγας Βασίλειος

Η προτροπή προς το πλήθος και το μαρτύριο

Η τελευταία διδασκαλία του αγίου για την αξία της ανταλλαγής του φυσικού θανάτου με την αιώνια ζωή, η πορεία του προς τον δήμιο και η κατακλείδα της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Μανία σαφὴς μετὰ τέχνης ἀπόλλυσθαι, μετὰ πανουργίας καὶ δόλου τὴν αἰωνίαν κόλασιν ἑαυτῷ πραγματεύεσθαι. Ἀλλὰ καὶ ὑμῖν συμβουλεύω. Εἰ μὲν κακῶς φρονεῖτε, μεταμάθετε τὴν εὐσέβειαν· εἰ δὲ καθυποκρίνεσθε τὸν καιρὸν, Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν. Εἴπατε· Ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ταύτην γὰρ τὴν φωνὴν πᾶσα ἀφήσει γλῶσσα, ὅταν Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Θνητοὶ πάντες ἄνθρωποι, μάρτυρες δὲ ὀλίγοι. Μὴ ἀναμείνωμεν γενέσθαι νεκροὶ, ἀλλ᾽ ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῶμεν.

Τί τὸν αὐτόματον ἐκδέχεσθε θάνατον; Ἄκαρπός ἐστιν, ἀκερδὴς, κοινὸς κτηνῶν καὶ ἀνθρώπων. Τὸν γὰρ διὰ γενέσεως εἰς τὸν βίον ἐλθόντα ἢ χρόνος ἀνάλωσεν, ἢ νόσος διέλυσεν, ἢ βιαιότεραι συμπτωμάτων ἀνάγκαι διέφθειραν. Ἐπεὶ οὖν δεῖ πάντως ἀποθανεῖν, τὴν ζωὴν ἑαυτοῖς διὰ τοῦ θανάτου πραγματευσώμεθα.

Ἑκούσιον ποιήσατε τὸ κατηναγκασμένον. Μὴ φείδεσθε ζωῆς, ἧς ἀναγκαία ἡ στέρησις. Καίτοι εἰ καὶ τὸ διαρκὲς ὅμοιον εἶχε τὰ γήϊνα, σπουδάζειν ἐχρῆν διαμείβειν αὐτὰ πρὸς τὰ οὐράνια· εἰ δὲ καὶ ὀλιγοχρόνια, καὶ τῇ ἀξίᾳ τοσοῦτον ἀπολειπόμενα, παραπληξία δεινὴ τῇ περὶ ταῦτα σπουδῇ τῶν ἐν ταῖς ἐλπίσιν ἀποκειμένων μακαρισμῶν ἐκπίπτειν.

Ταῦτα εἰπὼν, καὶ ἑαυτῷ τὸν τύπον τοῦ σταυροῦ περιγράψας, ἐχώρει πρὸς τὴν πληγὴν, οὐδὲν παρατρέψας τοῦ χρώματος, οὐδ᾽ ἀλλοιώσας τι τῆς τοῦ προσώπου φαιδρότητος. Διέκειτο γὰρ οὐχ ὡς δημίῳ ἐντεύξεσθαι μέλλων, ἀλλ᾽ ὡς ἀγγέλων χερσὶν ἑαυτὸν παραθήσεσθαι οὓς, εὐθὺς αὐτὸν νεοσφαγῆ παραλαβόντας πρὸς τὴν μακαρίαν ζωὴν μεταθήσειν ὥσπερ τὸν Λάζαρον. Τίς ἐκείνου τοῦ δήμου τὴν βοὴν διηγήσεται; Ποία βροντὴ τοσοῦτον ἐκ νεφῶν ἦχον ἐπαφῆκε τῇ γῇ, ὅσος ἐκ τῶν κάτω τότε πρὸς οὐρανὸν ἀνεδόθη; Τοῦτό ἐστι τὸ στάδιον ἐκείνου τοῦ στεφανίτου. Αὕτη ἐπεῖδεν ἡ ἡμέρα τὸ θαυμαστὸν ἐκεῖνο θέαμα, ὃ οὐκ ἠμαύρωσεν ὁ χρόνος, οὐδὲ ἐξέλυσεν ἡ συνήθεια· οὐκ ἐνίκησεν ἡ τῶν ἐπιγινομένων ὑπερβολή. Ὥσπερ γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες, ἀεὶ θαυμάζομεν· οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν. Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος, καὶ παρὰ τοῖς ἐπὶ γῆς, ἕως ἐστὶν ἡ γῆ, καὶ ἐν τοῖς οὐρανοῖς, καὶ παρὰ τῷ δικαίῳ κριτῇ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.