Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸν λιμὸν καὶ τὴν αὐχμόν
Προοίμιο και περιγραφή του λιμού και της ανομβρίας
Εισαγωγή στην ομιλία και παραστατική απεικόνιση των οδυνηρών συνεπειών της ξηρασίας στη γη, τους γεωργούς και τις συγκομιδές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και περιγραφή του λιμού και της ανομβρίας
Εισαγωγή στην ομιλία και παραστατική απεικόνιση των οδυνηρών συνεπειών της ξηρασίας στη γη, τους γεωργούς και τις συγκομιδές.
ΟΜΙΛΙΑ ΡΗΘΕΙΣΑ ΕΝ ΛΙΜῼ ΚΑΙ ΑΥΧΜῼ. Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; Προφητικὸν ποιήσωμεν τὸ τοῦ λόγου προοίμιον, καὶ τὸν θεοφορούμενον Ἀμὼς συνεργὸν εἰς τὴν τῶν προκειμένων χρείαν παραλάβωμεν, τὰ ὅμοια τῶν ἡμῖν διοχλούντων κακῶν θεραπεύσαντα πάθη· τὴν ὑπὲρ τῶν συμφερόντων βουλήν τε καὶ γνώμην ἐκτιθέμενοι.
Καὶ γὰρ αὐτὸς ὁ προφήτης ἐν τῇ φορᾷ τῶν ἀνωτέρω χρόνων, τοῦ λαοῦ καταλιπόντος τὴν πατρῴαν εὐσέβειαν, καὶ πατήσαντος μὲν τὴν τῶν νόμων ἀκρίβειαν, εἰς δὲ τὴν τῶν εἰδώλων θεραπείαν ὑπολισθήσαντος, κῆρυξ ἐγένετο μετανοίας· τὴν ἐπιστροφὴν παραινῶν, καὶ τῶν τιμωριῶν προφέρων τὴν ἀπειλήν.
Ἐμοὶ δὲ δι᾽ εὐχῆς ἀγέσθω τὸ μέχρι μέν τινος τῷ ζήλῳ τῆς παλαιᾶς ἱστορίας προσχρῆσθαι. Μηκέτι μέντοι καὶ τὴν ἔκβασιν τῶν τότε γενομένων ἰδεῖν ἀκόλουθον. Ἀπειθήσας γὰρ ὁ λαὸς, καὶ ὥσπερ πῶλος σκληρὸς καὶ δυσήνιος ἐνδακὼν τὸν χαλινὸν, οὐχ εἱλκύσθη πρὸς τὸ συμφέρον· ἐκτραπεὶς δὲ τῆς εὐθείας, τοσοῦτον ἔδραμεν ἄτακτα, καὶ τοῦ ἡνιόχου κατεφρυάξατο, μέχρις οὗ, τοῖς βαράθροις καὶ τοῖς κρημνοῖς ἐκπεσὼν, ἀξίαν τῆς δυσπειθείας τὴν πανωλεθρίαν ὑπέμεινεν. Ὃ μὴ γένοιτο νῦν ἐφ᾽ ἡμῶν, παῖδες ἐμοὶ, οὓς διὰ τοῦ Εὐαγγελίου ἐγέννησα, οὓς διὰ τῆς εὐλογίας τῶν χειρῶν ἐσπαργάνωσα. Ἀλλ᾽ ἔστω ἀκοὴ εὐγνώμων, ψυχὴ εὐπειθὴς, ἁπαλῶς δεχομένη τὰς παραινέσεις, εἴκουσα τῷ λέγοντι, ὡς κηρὸς τῷ σφραγίζοντι, ἵνα διὰ μιᾶς ταύτης σπουδῆς κἀγὼ λάβω καρπὸν τῶν πονουμένων εὐφραίνοντα, καὶ ὑμεῖς ἐν καιρῷ τῆς ἀπαλλαγῆς τῶν δεινῶν τὴν γενομένην παραίνεσιν ἐπαινέσητε. Τί οὖν ἐστιν ὅπερ ἐνδείκνυται μὲν ὁ λόγος, ἔτι δὲ μετεώρους κατέχει τὰς ψυχὰς τῇ ἐλπίδι τῆς ἀκοῆς, βραδύνων δημοσιεύειν τὸ προσδοκώμενον;
Οὐρανὸν ὁρῶμεν, ἀδελφοὶ, στεγανὸν, γυμνὸν, καὶ ἀνέφελον, στυγνὴν ἐμποιοῦντα τὴν αἰθρίαν ταύτην, καὶ καταλυποῦντα τῇ καθαρότητι, ἣν λίαν ἐπεθυμοῦμεν τὸ πρῶτον, ἡνίκα ἂν, ἐπὶ πολὺ σκεπασθεὶς τοῖς νέφεσι, ζοφώδεις ἡμᾶς καὶ ἀνηλίους εἰργάσατο.
Γῆ δὲ καταξηρανθεῖσα εἰς ἄκρον ἀηδὴς μέν ἐστιν ὀφθῆναι, στείρα δὲ πρὸς γεωργίαν καὶ ἄγονος, εἰς σχίσματα διαῤῥαγεῖσα, καὶ εἰς τὸ βάθος δεχομένη καταλάμπουσαν τὴν ἀκτῖνα. Πηγαὶ δὲ ἡμᾶς ἐπέλιπον πλούσιαί τε καὶ ἀένναοι, καὶ ποταμῶν μεγάλων ἐδαπανήθη τὰ ῥεύματα, παῖδες δὲ αὐτὰ σμικρότατοι καταπεζεύουσι, καὶ γυναῖκες περαιοῦνται μετὰ φορτίων· τοὺς δὲ πολλοὺς ἡμῶν καὶ τὸ ποτὸν ἐπέλειψε, καὶ ἐν ἀπορίᾳ τοῦ ζῇν καθεστήκαμεν.
Ἰσραηλῖται νέοι, Μωϋσῆν ζητοῦντες νέον, καὶ ῥάβδον θαυμασίων ποιητικὴν, ἵνα πάλιν πέτραι πληγεῖσαι τὴν χρείαν τοῦ διψῶντος λαοῦ θεραπεύσωσι, νεφέλαι δὲ παράδοξοι τροφὴν ἀσυνήθη τὸ μάννα τοῖς ἀνθρώποις καταψεκάσωσιν. Εὐλαβηθῶμεν μὴ γενώμεθα τοῖς ὀψιγόνοις καινὸν ἐπὶ λιμοῦ καὶ τιμωρίας διήγημα. Εἶδον τὰς ἀρούρας, καὶ πολλὰ κατεδάκρυσα τῆς ἀκαρπίας αὐτῶν· καὶ ἐξέχεα θρῆνον, ἐπειδὴ μὴ ὑετὸς ἐφ᾽ ἡμᾶς ἐξεχύθη. Τὰ μὲν τῶν σπερμάτων πρὸ τῆς ἐκβολῆς ἐξηράνθη, ταῖς βώλοις τοιαῦτα μείναντα οἷα τὸ ἄροτρον ἔκρυψε· τὰ δὲ μικρὸν προκύψαντα καὶ βλαστήσαντα ἐλεεινῶς ἀπεμαράνθη τῷ καύματι· ὡς νῦν εὐκαίρως τινὰ τὴν εὐαγγελικὴν ἀναστρέψαι φωνὴν, λέγοντα· Οἱ μὲν ἐργάται πολλοὶ, τὸ δὲ θέρος οὐδ᾽ ὀλίγον. Οἱ γεωργοὶ δὲ, ταῖς ἀρούραις ἐπικαθήμενοι, καὶ τὰς χεῖρας κατὰ τῶν γονάτων συμπλέκοντες (τοῦτο δὴ τῶν πενθούντων τὸ σχῆμα), τοὺς ματαίους ἑαυτῶν πόνους δακρύουσι, πρὸς παῖδας νηπίους ἀφορῶντες, καὶ ὀδυρόμενοι· πρὸς γυναῖκας ἀτενίζοντες, καὶ θρηνοῦντες, ἐπαφώμενοι καὶ ψηλαφῶντες τοὺς ξηροὺς χόρτους τῶν γεννημάτων, ἀνοιμώζοντες δὲ μεγάλα, καθάπερ οἱ πατέρες οἱ τοὺς ἐν ἄνθει τῆς ἡλικίας υἱοὺς ἀπολέσαντες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.