Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν λιμὸν καὶ τὴν αὐχμόν

Μέγας Βασίλειος

Η πνευματική προετοιμασία της ψυχής, η Τελική Κρίση και η δοξολογία

Προτροπή για τον εξοπλισμό της ψυχής με αρετές ως νύμφης του Χριστού, υπενθύμιση της επερχόμενης Ανάστασης, του ελέγχου της συνείδησης και ολοκλήρωση του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Ἀλλὰ στείλας αὐτὴν τῷ προσήκοντι κόσμῳ, τήρησον εὔμορφον τῇ προθεσμίᾳ τῶν γάμων· ἵνα καὶ αὐτὴ μετὰ τῶν φρονίμων παρθένων ἀνάψῃ τὴν λαμπάδα, ἔχουσα τὸ πῦρ τῆς γνώσεως ἄσβεστον, καὶ μὴ λείπουσα τῶν κατορθωμάτων τὸ ἔλαιον· ἵν᾽ ἔργοις ἡ θεοφορουμένη προφητεία βεβαιωθῇ, ἐφαρμόσῃ δὲ καὶ τῇ σῇ ψυχῇ τὸ λεχθέν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ταῦτα γὰρ γενικῶς προανεφώνησεν ὁ Ψαλμῳδὸς, τοῦ γενικοῦ σώματος προκηρύσσων τὴν ὥραν· ἐφαρμόσει δὲ κυρίως καὶ τῇ ἑκάστου ψυχῇ, εἴπερ ἐκ τῶν καθ᾽ ἕκαστον ἔχει ἡ Ἐκκλησία τὸ σύστημα.

Προνόησόν μοι λογικῶς τὸ παρὸν καὶ τὸ μέλλον, ὃ μὴ διὰ κέρδος αἰσχρὸν προδῷς. Καταλείψει σε σῶμα, τὸ σὸν γνώρισμα τῷ βίῳ. Εἰς δὴ τὴν ἐπιφάνειαν τοῦ προσδοκωμένου κριτοῦ, καὶ ἀναμφιβόλως ἥξοντος, ἀποκλείσεις μὲν σεαυτῷ τὴν τῶν τιμῶν δόσιν καὶ τὴν ἐπουράνιον δόξαν, ἀνοίξεις δὲ πῦρ ἄσβεστον, καὶ γέενναν, καὶ κολαστήρια, καὶ πικροὺς ἐν ὀδύναις αἰῶνας, ἀντὶ μακρᾶς καὶ μακαρίας ζωῆς. Μή με νομίσῃς, ὥσπερ μητέρα τινὰ ἢ τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθασιν· ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, δι᾽ ἐπιπλάστων διηγημάτων κατασιγάζουσιν. Ταῦτα δὲ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδεῖ προκεκηρυγμένος φωνῇ. Καὶ ἴσθι γε ἀκριβῶς κατὰ τὴν εὐαγγελικὴν πρόῤῥησιν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ.

Ἀλλὰ καὶ σῶμα τὸ ἐν θήκαις ἀφανισθὲν ἀναστήσεται, καὶ ψυχὴ ἡ αὐτὴ ἡ τῷ θανάτῳ ἀποκλεισθεῖσα, πάλιν ἐνοικήσει τῷ σώματι. Καὶ τῶν βεβιωμένων ἔλεγχος ἀκριβὴς παραστήσεται, οὐκ ἄλλων μαρτυρούντων, ἀλλ᾽ αὐτῆς μαρτυρούσης τῆς συνειδήσεως.

Ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν παρὰ τοῦ δικαίου κριτοῦ ἀντιμετρηθήσεται. Αὐτῷ πρέπει δόξα, κράτος καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.