Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν λιμὸν καὶ τὴν αὐχμόν

Μέγας Βασίλειος

Οι θλίψεις ως δοκιμασία και η ελπίδα στη θεία πρόνοια

Θεολογική προσέγγιση των συμφορών ως ευκαιρίας πνευματικής δοκιμασίας, με παράθεση βιβλικών παραδειγμάτων που επιβεβαιώνουν την αγαθότητα και την προστασία του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Καὶ μάλιστα μὲν πρωτοτύπως τοῖς ἁμαρτήμασι τὴν συμφορὰν ἑαυτῶν λογισώμεθα. Εἰ δὲ δεῖ καὶ ἄλλο προσθεῖναι, ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοιαῦται τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν᾽ ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πένητες εἴτε πλούσιοι· ἑκάτεροι γὰρ ἀκριβῶς διὰ τῆς ὑπομονῆς δοκιμάζονται. Κἀν τούτῳ μάλιστα τῷ καιρῷ διαδείκνυνται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος, ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Οἶδα ἐγὼ πολλοὺς (οὐκ ἀκοῇ μαθὼν, ἀλλὰ τῇ πείρᾳ τοὺς ἀνθρώπους γνωρίσας), ἕως μέχρι μὲν ὁ βίος αὐτοῖς πρὸς εὐπορίαν διαμετρεῖται, καὶ ἐξ οὐρίας, τὸ λεγόμενον, χωρεῖ, μέσως γοῦν, εἰ καὶ μὴ τελείως, τῷ εὐεργέτῃ ὁμολογοῦντας τὴν χάριν· εἰ δέ που διὰ τὴν ἐναντίαν κατάστασιν περιτραπείη τὰ πράγματα, καὶ ὁ μὲν πλούσιος γένηται πένης, ἡ δὲ ῥώμη τοῦ σώματος νόσος, ἡ δὲ δόξα καὶ περιφάνεια αἰσχύνη καὶ ἀτιμία, ἀχαριστοῦντας, βλάσφημα φθεγγομένους, ὀκνοῦντας τὴν προσευχήν· ὡς πρὸς χρεώστην βραδύνοντα τὸν Θεὸν σχετλιάζοντας, οὐχ ὡς πρὸς Δεσπότην ἀγανακτοῦντα διακειμένους. Ἀλλ᾽ ἄπαγε τῶν λογισμῶν τὴν τοιαύτην ἔννοιαν! Ὅταν δὲ ἴδῃς Θεὸν μὴ χαριζόμενον τὰ συνήθη, οὕτω λογίζου παρὰ σεαυτῷ· Μὴ ἀδύνατος ὁ Θεὸς χορηγεῖν τὴν τροφήν; Καὶ πῶς;

ὅς γε Κύριός ἐστιν οὐρανοῦ καὶ πάσης διακοσμήσεως, ὡρῶν καὶ καιρῶν σοφὸς οἰκονόμος, κυβερνήτης τῶν πάντων, ὥσπερ τινὰ χορὸν εὔτακτον τὰς ὥρας καὶ τὰς τροπὰς ἀλλήλαις ὑποχωρεῖν ὁρίσας, ἵνα τῇ ἑαυτῶν ποικιλίᾳ ταῖς διαφόροις ἡμῶν ἐπαρκέσωσι χρείαις· καὶ νῦν μὲν κατὰ καιρὸν τὸ ὑγρὸν προσγένηται, αὖθις δὲ λάβῃ τὸ θερμὸν, καὶ τὸ ψυχρὸν ἐγκραθῇ τῷ ἐνιαυτῷ, καὶ τοῦ ξηροῦ τὴν χρείαν μὴ ἀμοιρήσωμεν.

Οὐκοῦν δυνατὸς ὁ Θεός· τοῦ δυνατοῦ δὲ προσόντος καὶ ὁμολογουμένου, μὴ ἆρα τὸ ἀγαθὸν ἐνέλειψεν; Οὐδὲ οὗτος ἐφεστὼς ὁ λόγος. Τίς γὰρ ἀνάγκη τὸν μὴ ἀγαθὸν ἔπεισεν ἐν ἀρχῇ δημιουργῆσαι τὸν ἄνθρωπον; Τίς δὲ ὁ κατεπείξας τὸν Κτίστην καὶ μὴ βουλόμενον χοῦν λαβεῖν, καὶ τοιοῦτον ἐκ πηλοῦ κάλλος εἰδοποιῆσαι; Τίς ὁ πρὸς ἀνάγκην πείσας κατ᾽ εἰκόνα ἰδίαν τὸν λόγον τῷ ἀνθρώπῳ χαρίσασθαι, ἵν᾽ ἐκεῖθεν ὁρμηθεὶς τεχνῶν μάθησιν δέξηται, καὶ μάθῃ περὶ τῶν ἀνωτάτω φιλοσοφεῖν, ὧν αἰσθητῶς οὐχ ἅπτεται; Κἂν, οὕτω λογιζόμενος, εὕρῃς τὴν ἀγαθότητα τῷ Θεῷ συνοῦσαν, καὶ μέχρι καὶ νῦν μὴ ἀπολιμπανομένην. Ἐπεὶ τί ἐκώλυεν, εἰπέ μοι, μὴ αὐχμὸν εἶναι τὸ ὁρώμενον, ἀλλὰ τελείαν ἐκπύρωσιν; καὶ μικρὸν ὑπαλλάξαντα τὸν ἥλιον τῆς συνήθους πορείας, πλησιάσαντα δὲ τοῖς περιγείοις σώμασιν, ἐν ἀκαρεῖ καταφλέξαι πᾶν τὸ ὁρώμενον; ἢ βρέξαι πῦρ ἐκ τοῦ οὐρανοῦ, καθ᾽ ὁμοίωσιν τῶν ἤδη κολάσεων τῶν ἁμαρτωλῶν; Ἐπὶ σαυτοῦ καὶ τῶν σῶν λογισμῶν γενοῦ, ἄνθρωπε· μὴ ποίει τὰ τῶν ἀνοήτων παίδων, οἳ, παρὰ διδασκάλου ἐπιτιμηθέντες, τὰς δέλτους ἐκείνου καταῤῥηγνύουσι· πατρὸς δὲ, δι᾽ ὠφέλειαν τὴν τροφὴν ὑπερθεμένου, τὴν ἐσθῆτα κατασπαράττουσιν, ἢ τὸ τῆς μητρὸς πρόσωπον τοῖς ὄνυξι καταξαίνουσι.

Κυβερνήτην μὲν γὰρ ὁ χειμὼν, καὶ τὸν ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορὰ, τὸν Χριστιανὸν δὲ πειρασμὸς δοκιμάζει καὶ βασανίζει. Καὶ αἱ λύπαι τὴν ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν, ἀπελέγχουσι. Πένης εἶ; Μὴ ἀθυμήσῃς. Ἡ γὰρ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία· τῆς μὲν λύπης βαπτιζούσης τὸν νοῦν, καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης.

Ἀλλ᾽ ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χερσὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώμην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως ἴσα Θεῷ διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἔπελθε τὴν Παλαιὰν Διαθήκην, τὴν Νέαν, καὶ πολλοὺς εὑρήσεις ἐν ἑκάστῃ τοὺς διαφόρως τραφέντας. Ἠλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρημον· ψυχὴ δὲ ἦν τῷ δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς ἐφόδιον ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτω, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν· ἀλλ᾽ οἱ ἁρπακτικώτατοι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγίνοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ δεσποτικῷ προστάγματι τὴν φύσιν διήμειψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Ταῦτα δὲ τῷ ἀνδρὶ φέρειν τοὺς κόρακας παρὰ τῆς πνευματικῆς ἱστορίας ἐμάθομεν. Εἶχε δὲ καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλίτην νεανίσκον· αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύθερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ᾽ ἐκείνων;

Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον· ὁ δὲ τούτου τροφεὺς Ἀμβακοὺμ ἐφέρετο δι᾽ ἀέρος, κομίζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον· καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερηνέχθη γῆς καὶ θαλάσσης ὁ προφήτης ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι.

Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωϋσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον· καὶ τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον, καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ᾽ ἐκραγείσας ἐπὶ τῆς χρείας, Ἀφίημι τὰ καθ᾽ ἕκαστον ἀπαριθμεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας, ἃ πολλάκις ἐπὶ τῶν ἀνθρώπων πατρικῶς ἐνεδείξατο. Σὺ δὲ καρτέρησον ὀλίγον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ περιτραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τῆς τρυφῆς. Μνημόνευε τῆς ἀποστολικῆς ῥήσεως· Ἐν παντὶ εὐχαριστεῖτε. Πένης εἶ; Ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων τὸ σὸν περιττὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προτιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου.