Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν πλούσιον

Μέγας Βασίλειος

Η ματαιότητα της πολυτέλειας και η ορθή χρήση των υλικών αγαθών

Περιγραφή της σπατάλης και της κενοδοξίας των πλουσίων, της άλογης προσκόλλησης στα υλικά αγαθά και προτροπή για τη διανομή του περισσεύματος στους πένητες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὐκοῦν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περιβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν. Ἀλλ᾽ εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; Εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος στερούμενος; δόξης τῆς ἀπὸ τοῦ πλούτου; Ἀλλ᾽ ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν ἐκείνην καὶ λαμπρὰν προάγουσάν σε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ᾽ αὐτὸ τὸ ἔχειν τὸν πλοῦτον ἀγαπητόν ἐστι, κἂν μηδὲν ἀπ᾽ αὐτοῦ περιγίνεται ὄφελος. Ὅτι μὲν οὖν ἀνόνητός ἐστιν ἡ τῶν ἀχρήστων σπουδὴ, παντὶ γνώριμον. Πλὴν ἀλλὰ παράδοξον ἴσως φανεῖταί σοι ὃ μέλλω λέγειν· παντὸς δέ ἐστιν ἀληθέστερον. Σκορπιζόμενος ὁ πλοῦτος, καθ᾽ ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσσῃς, οὐκ ἔχεις· ἐὰν σκορπίσῃς, οὐκ ἀπολεῖς· Ἐσκόρπισε γὰρ, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Ἀλλ᾽ οὐ γὰρ ἱματίων ἕνεκεν οὐδὲ τροφῶν ὁ πλοῦτός ἐστι τοῖς πολλοῖς περισπούδαστος, ἀλλά τις ἐπινενόηται μεθοδεία τῷ διαβόλῳ, μυρίας τοῖς πλουσίοις δαπάνης ἀφορμὰς ὑποβάλλουσα, ὥστε τὰ περιττὰ καὶ ἄχρηστα ὡς ἀναγκαῖα σπουδάζεσθαι, μηδὲν δὲ αὐτοῖς ἐξαρκεῖν πρὸς τὴν τῶν ἀναλωμάτων ἐπίνοιαν.

Καταμερίζουσι γὰρ τὸν πλοῦτον πρός τε τὴν παροῦσαν χρείαν, καὶ πρὸς τὴν μέλλουσαν· καὶ τὸν μὲν ἑαυτοῖς, τὸν δὲ παισὶν ἀποτίθενται. Εἶτα καὶ διαιροῦσι τὸν αὐτὸν εἰς ἀφορμὰς δαπάνης ποικίλης. Οἷαι γὰρ αὐτῶν αἱ διατάξεις, ἄκουσον. Ἔστω, φησὶν, ὁ μὲν ἐν χρήσει πλοῦτος, ὁ δὲ ἀπόθετος· καὶ ὁ ταῖς χρείαις ὑπηρετούμενος ὑπερβαινέτω τῶν ἀναγκαίων τὸν ὅρον· οὗτος πρὸς τὰς κατ᾽ οἶκον πολυτελείας παρέστω, ἐκεῖνος πρὸς τὰς ἔξωθεν φαντασίας ὑπηρετείτω· ὁ μὲν ὁδοιποροῦντι χορηγείτω τὴν πολυτέλειαν, ὁ δὲ ἐφ᾽ ἑστίας μένοντι λαμπρὸν καὶ περίβλεπτον κατασκευαζέτω τὸν βίον· ὥστε μοι θαυμάζειν ἔπεισι τῶν περιττῶν τὴν ἐπίνοιαν. Ὀχήματά ἐστι μυρία, τὰ μὲν σκευαγωγοῦντα, τὰ δὲ αὐτοὺς περιφέροντα, χαλκῷ καὶ ἀργύρῳ κεκαλυμμένα. Ἵπποι παμπληθεῖς, καὶ οὗτοι γενεαλογούμενοι ἀπὸ εὐγενείας πατέρων, ὥσπερ οἱ ἄνθρωποι. Οἱ μὲν τρυφῶντας αὐτοὺς κατὰ τὴν πόλιν περιφέρουσιν· ἄλλοι συνθηρεύουσιν, ἄλλοι πρὸς ὁδοιπορίαν ἐξησκημένοι. Χαλινοὶ καὶ ζῶναι καὶ περιδέῤῥεα, πάντα ἀργυρᾶ, πάντα χρυσόπαστα. Τάπητες ἁλουργοὶ, κοσμοῦντες τοὺς ἵππους ὥσπερ νυμφίους· ἡμιόνων πλῆθος, κατὰ χρόαν διῃρημένων· ἡνίοχοι τούτων, ἀλλήλων διάδοχοι, οἱ προτρέχοντες, οἱ παρεπόμενοι.

Τῶν ἄλλων οἰκετῶν ἀριθμὸς ἄπειρος πρὸς πᾶσαν αὐτοῖς πολυτέλειαν ἐξαρκῶν· ἐπίτροποι, ταμίαι, γεωργοὶ, παντοδαπῆς ἔμπειροι τέχνης, τῆς τε ἀναγκαίας καὶ τῆς πρὸς ἀπόλαυσιν καὶ τρυφὴν εὑρημένης· μάγειροι, σιτοποιοὶ, οἰνοχόοι, θηρευταὶ, πλάσται, ζωγράφοι, ἡδονῆς παντοίας δημιουργοί. Ἀγέλαι καμήλων, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ νομάδων, ἵππων ἀγέλαι, βουκόλια, ποίμνια, συφόρβια, οἱ τούτων νομεῖς, γῆ ἡ πᾶσι τούτοις πρὸς τροφὴν ἐξαρκοῦσα, καὶ ἔτι ταῖς προσόδοις τὸν πλοῦτον αὔξουσα· λουτρὰ ἐν πόλει· λουτρὰ κατ᾽ ἀγρούς· οἶκοι παντοδαποῖς μαρμάροις περιλαμπόμενοι, ὁ μὲν Φρυγίου λίθου, ἄλλος Λακωνικῆς ἢ Θεσσαλικῆς πλακός· καὶ τούτων οἱ μὲν ἐν χειμῶνι θάλποντες, οἱ δὲ ἀναψύχοντες ἐν τῷ θέρει. Ἔδαφος ταῖς ψηφῖσι διηνθισμένον, χρυσὸς ὑπαλείφων τὸν ὄροφον. Ὅσον δὲ τῶν τοίχων διαφεύγει τὴν πλάκα, τοῖς τῆς γραφικῆς ἄνθεσι καλλωπίζεται. —Ἐπειδὰν δὲ εἰς μυρία διασπώμενος ὁ πλοῦτος ἔτι περιττεύει, κατὰ γῆς ὠθεῖται, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. Ἄδηλον γὰρ τὸ μέλλον, μήπου τινὲς ἡμᾶς ἀδόκητοι καταλάβωσι χρεῖαι. Ἄδηλον μὲν οὖν, εἰ ἥξεις πρὸς τὴν χρείαν τοῦ κατορωρυγμένου χρυσίου· οὐκ ἄδηλος δὲ ἡ ζημία τῆς ἀπανθρωπίας τῶν τρόπων. Ὅτε γὰρ οὐκ ἠδυνήθης ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψω.

Μανία δεινὴ, ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνερευνᾷν τὴν γῆν· ὅτε δὲ φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζειν. Εἶτα, οἶμαι, συμβαίνει σοι κατορύσσοντι τὸν πλοῦτον συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία· Διὰ τοῦτο λυποῦσιν αἱ ἐντολαί· ἀβίωτον γὰρ ἑαυτοῖς τὸν βίον τίθενται, μὴ ταῖς ἀνωφελέσι δαπάναις ἐνασχολούμενοι.

Καί μοι δοκεῖ τὸ πάθος τοῦ νεανίσκου, ἢ καὶ τῶν παραπλησίων αὐτῷ, παρόμοιον εἶναι, ὥσπερ ἂν εἴ τις ὁδοιπόρος ἐπιθυμίᾳ πόλεώς τινος συντόνως τὴν μέχρις αὐτῆς ὁδὸν διανύσας, εἶτα αὐτοῦ που περὶ τὰ πρὸ τῶν τειχῶν καταλύσειεν πανδοχεῖα, ὄκνῳ μικρᾶς κινήσεως τόν τε προϋπάρξαντα πόνον ἀχρειῶν, καὶ τῆς ἱστορίας τῶν ἐν τῇ πόλει καλῶν ἑαυτὸν ἀποκλείων.

Τοιοῦτοί εἰσιν οἱ τὰ μὲν ἄλλα ποιεῖν καταδεχόμενοι, ἀντιβαίνοντες δὲ πρὸς τὴν τῶν ὑπαρχόντων ἀπόθεσιν. Οἶδα πολλοὺς νηστεύοντας, προσευχομένους, στενάζοντας, πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐνδεικνυμένους, ὀβολὸν δὲ ἕνα μὴ προϊεμένους τοῖς θλιβομένοις. Τί ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; Οὐ γὰρ παραδέχεται αὐτοὺς ἡ βασιλεία τῶν οὐρανῶν· διότι· Εὐκοπώτερον, φησὶν, κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· Ἀλλ᾽ ἡ μὲν ἀπόφασις οὕτως ἐναργὴς, καὶ ὁ εἰπὼν ἀψευδής· οἱ δὲ πειθόμενοι σπάνιοι. Καὶ πῶς βιωσόμεθα πάντα ἀποκτησάμενοι; φησίν· τί δὲ τὸ σχῆμα τοῦ βίου ἔσται, πάντων πωλούντων καὶ πάντων ἀποκτωμένων; Μὴ ἐρώτα με διάνοιαν δεσποτικῶν προσταγμάτων.

Οἶδεν ὁ νομοθετήσας καὶ τὸ δυνατὸν συναρμόσαι τῷ νόμῳ. Σοῦ δὲ ὥσπερ ἐπὶ τρυτάνης δοκιμάζεται ἡ καρδία, πότερον πρὸς τὴν ζωὴν τὴν ἀληθινὴν ἢ πρὸς τὴν παροῦσαν ἀπόλαυσιν καταῤῥέπει. Οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ᾽ οὐκ ἀπολαυστικὴν τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκεν· καὶ ἀποτιθεμένους, χαίρειν ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ᾽ οὐχὶ δυσχεραίνειν ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ᾽ οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τιμίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ, πωλήσαντες, τὸ ἀπ᾽ αὐτῶν κέρδος ἀπενεγκώμεθα; Σὺ δὲ, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυμεῖς· φθαρτὰ δὲ προϊέμενος, καὶ βασιλείαν οὐρανῶν ἀντιλαμβάνων, δακρύεις, ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν. —Τί ἀποκριθήσῃ τῷ κριτῇ ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου καταφρονεῖς;

Ἐὰν δὲ δὴ καὶ γυνὴ φιλόπλουτος συνοικεῖ, διπλάσιον ἡ νόσος· τάς τε γὰρ τρυφὰς ἀναφλέγει· καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπινοοῦσα, μαργαρίτας καὶ σμαράγδους καὶ ὑακίνθους, καὶ χρυσὸν, τὸν μὲν χαλκεύουσα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι. Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ᾽ ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ· ὅταν σπουδάζηται μὲν παρ᾽ αὐταῖς τὸ βαρβαρικὸν μύρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάττης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ, περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μέν τις αὐταῖς προμετωπίδιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος· καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος;

Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πολίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσι. Πρὸς τοσαῦτα δὴ οὖν διελκόμενος ὁ πλοῦτος ὑπὸ ἀνδρὸς καὶ γυναικὸς, ἀλλήλους νικώντων ταῖς ἐφευρέσεσι τῶν ματαίων, εἰκότως οὐδένα καιρὸν ἔχει πρὸς τοὺς ἔξωθεν παρακύπτειν.

Ἀλλ᾽ ἐὰν μὲν ἀκούσῃς· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· ἵνα ἔχῃς ἐφόδια πρὸς τὴν αἰωνίαν ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἐὰν δὲ ἀκούσῃς· Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος.

Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα, ὥσπερ σκόπελοί τινες, διὰ τῆς πόλεως πάσης ἀνέχουσιν; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες, τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν πληροῦσιν. Ὅταν παρέλθω εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου καὶ ὀψιπλούτου, καὶ ἴδω αὐτὴν παντοίοις γεγανωμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν, εἰπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ κλῖναι καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες καὶ ἐλεφάντινοι δίφροι, ὥστε τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν; Σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς διελέγχῃ· σιωπῶσα γάρ σου ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης.

Πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι; πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι; Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὅλον ῥιγοῦντα περιβαλεῖν· ἀλλ᾽ ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. —Ἀλλὰ πένητα λέγεις σαυτόν· κἀγὼ συντίθεμαι. Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον.