Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν πλούσιον

Μέγας Βασίλειος

Αναίρεση των προφάσεων και στηλίτευση της μεταθανάτιας ελεημοσύνης

Απόρριψη των δικαιολογιών περί συσσώρευσης πλούτου για τους απογόνους και έλεγχος της υποκρισίας όσων αναβάλλουν τις αγαθοεργίες για τον χρόνο μετά τον θάνατό τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Λύτρον ψυχῆς. Μὴ γὰρ ἀφορμὴ ἀπωλείας; Ἀλλ᾽ ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον· παρ᾽ ἄλλου τὴν ζωὴν ἐδέξατο, παρ᾽ αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Ὅτε ᾔτεις παρὰ τοῦ Κυρίου τὴν εὐπαιδίαν, ὅτε ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· Δός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; Πολλοῖς γὰρ ὁ πλοῦτος ὑπηρέτης ἀκολασίας ἐγένετο. Ἢ οὐκ ἀκούεις τοῦ Ἐκκλησιαστοῦ λέγοντος· Εἶδον ἀῤῥωστίαν δεινὴν, πλοῦτον φυλασσόμενον τῷ παρ᾽ αὐτοῦ εἰς κακίαν αὐτῷ; καὶ πάλιν, ὅτι· Ἀφίω ἐγὼ αὐτὸν τῷ ἀνθρώπῳ τῷ μετ᾽ ἐμέ.

Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; Ὅρα δὴ οὖν μὴ, μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Μὴ οὐχὶ παντὸς τέκνου οἰκειοτέρα σοῦ ἐστιν ἡ ψυχή; Μὴ οὐχὶ πάντων μᾶλλον εἰς οἰκειότητα προσεγγίζει; Πρώτῃ αὐτῇ ἀπόδος τὰ πρεσβεῖα τῆς κληρονομίας, πλουσίας αὐτῇ παράσχου τὰς ἀφορμὰς τῆς ζωῆς· καὶ τότε τοῖς παισὶ διαιρήσεις τὸν βίον. Οἱ μέν γε παῖδες παρὰ γονέων μὴ διαδεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ, παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; —Εἴρηται πρὸς τοὺς πατέρας ἃ εἴρηται· οἱ ἄτεκνοι τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας τοῦ βίου χρείας. Οὐκοῦν οὐχ ὁ Κύριός σου διδάσκαλος, οὐδὲ τὸ Εὐαγγέλιον ῥυθμίζει σου τὸν βίον, ἀλλ᾽ αὐτὸς σὺ νομοθετεῖς σεαυτῷ. Βλέπε δὲ εἰς οἷον κίνδυνον ἐμπίπτεις οὕτω διανοούμενος. Εἰ γὰρ ὁ μὲν Κύριος ὡς ἀναγκαῖα ἡμῖν διετάξατο, σὺ δὲ ὡς ἀδύνατα παραγράφῃ, οὐδὲν ἕτερον ἢ φρονιμώτερον σεαυτὸν εἶναι λέγεις τοῦ νομοθέτου. Ἀλλ᾽ ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας, γράμμασι καὶ διαθήκαις κυρίους αὐτοὺς τῶν ἐμῶν ἀποδείξας.

Ὅτε οὐκέτι ἔσῃ ἐν ἀνθρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε σε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γέγονας ταῖς δαπάναις καὶ μεγαλόψυχος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ᾽ ὃν μὲν ἔζης χρόνον, καθηδυπαθῶν τοῦ βίου καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται;

Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται· οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπελθὼν στεφανοῦται· οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται· οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας. Τίς οὖν ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους; Πόσους πυρετὸς ἐποίησεν ἔκφρονας; Τί οὖν ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ· καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος, πάντα πρὸς τὸ ἑαυτοῦ χρήσιμον διοικούμενος, ἄπρακτά σοι ποιῶν τὰ βουλεύματα.

Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ μήτε γράμματι διασημάναι τὴν γνώμην. Καίτοι εἰ καὶ πάντα φανερῶς ἐγέγραπτο, καὶ πᾶσα φωνὴ διαῤῥήδην κεκήρυκτο, ἓν γράμμα παρεντεθὲν ἱκανὸν ἦν πᾶσαν μεταποιῆσαι τὴν γνώμην· μία σφραγὶς παραποιηθεῖσα, δύο ἢ τρεῖς μάρτυρες ἄδικοι, ὅλον ἂν τὸν κλῆρον ἐφ᾽ ἑτέρους μετήνεγκαν. —Τί οὖν σεαυτὸν ἐξαπατᾷς, νῦν μὲν κακῶς εἰς ἀπόλαυσιν σαρκὸς τὸν πλοῦτον διατιθέμενος, ἐπαγγελλόμενος δὲ εἰς ὕστερον ὧν οὐκέτι ἔσῃ κύριος; Ὡς ὁ λόγος ἔδειξε, πονηρὰ ἡ βουλή· ζῶν μὲν, ἀπολαύσω τῶν ἡδονῶν· ἀποθανὼν δὲ, πράξω τὰ διατεταγμένα. Ἐρεῖ καὶ σοὶ Ἀβραάμ· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· Οὐ δέχεταί σε ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, τὸν ὄγκον τοῦ πλούτου μὴ ἀποθέμενον. Βαστάζων αὐτὸν ἐξῆλθες· μὴ γὰρ ἀπέῤῥιψας, ὡς προσετάχθης. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθεις· μετὰ τὸν θάνατον καὶ τὴν διάλυσιν, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προετίμησας. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Κύριος. Καὶ τοῦτο τί εἴπωμεν, ἐχθρῶν ἄμυναν, ἢ τοῦ πλησίον ἀγάπην;

Ἀνάγνωθί σου τὰς διαθήκας. Ἐβουλόμην μὲν ζῇν, καὶ ἀπολαύειν τῶν ἐμαυτοῦ. Τῷ θανάτῳ χάρις, οὐ σοί. Εἰ γὰρ ἦς ἀθάνατος, οὐκ ἂν ἐμνήσθης τῶν ἐντολῶν· Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται· Νεκρὸν εἰς θυσιαστήριον οὐκ ἀνάγεται· ζῶσαν προσένεγκε τὴν θυσίαν. Ὁ ἐκ τοῦ περισσεύματος προσφέρων ἀπρόσδεκτος. Σὺ δὲ ἃ μετὰ πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ. Εἰ οὐ τολμᾷς ἐκ τῶν λειψάνων τῆς τραπέζης δεξιώσασθαι τοὺς ἐνδόξους, πῶς οὖν τολμᾷς τὸν Θεὸν ἐκ τῶν λειψάνων ἐξιλεοῦσθαι; Ἴδετε τὸ τέλος τῆς φιλοχρηματίας, οἱ πλούσιοι, καὶ παύσασθε ἐμπαθῶς πρὸς τὰ χρήματα διακείμενοι. Ὅσῳ φιλόπλουτος εἶ, τοσούτῳ μᾶλλον μηδὲν ὑπολίπῃ τῶν προσόντων σοι. Πάντα σεαυτοῦ ποίησαι, πάντα ἐπικόμισαι, μὴ καταλίπῃς ἀλλοτρίοις τὸν πλοῦτον. Τάχα σε οὐδὲ περιστελοῦσιν οἱ οἰκέται τῷ τελευταίῳ κόσμῳ, ἀλλ᾽ ἀφοσιώσονται τὴν ταφὴν, τοῖς κληρονόμοις λοιπὸν προσχωρήσαντες κατὰ τὴν εὔνοιαν.

Ἤ που καὶ καταφιλοσοφήσουσί σου τότε· Ἀπειροκαλία, φησὶν, καλλωπίζειν νεκρὸν, καὶ πολυτελῶς ἐκκομίζειν τὸν οὐκέτι αἰσθανόμενον. Τί δὲ οὐ βέλτιον τοὺς περιόντας κοσμεῖσθαι τῇ πολυτελεῖ καὶ ἐνδόξῳ περιβολῇ, ἢ συγκατασήπειν τῷ νεκρῷ τὰ πολυτίμητα τῆς ἐσθῆτος; Τί δὲ μνήματος ἐπισήμου, καὶ ταφῆς πολυτελοῦς, καὶ δαπάνης ἀκερδοῦς ὄφελος; Δέον εἰς τὰ κατὰ τὸν βίον ἀναγκαῖα χρήσασθαι τοῖς περιοῦσιν. Τοιαῦτα ἐροῦσι καὶ σὲ τῆς βαρύτητος ἀμυνόμενοι, καὶ τοῖς διαδεξαμένοις τὰ σὰ χαριζόμενοι.