Τῶν ἄλλων οἰκετῶν ἀριθμὸς ἄπειρος πρὸς πᾶσαν αὐτοῖς πολυτέλειαν ἐξαρκῶν· ἐπίτροποι, ταμίαι, γεωργοὶ, παντοδαπῆς ἔμπειροι τέχνης, τῆς τε ἀναγκαίας καὶ τῆς πρὸς ἀπόλαυσιν καὶ τρυφὴν εὑρημένης· μάγειροι, σιτοποιοὶ, οἰνοχόοι, θηρευταὶ, πλάσται, ζωγράφοι, ἡδονῆς παντοίας δημιουργοί. Ἀγέλαι καμήλων, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ νομάδων, ἵππων ἀγέλαι, βουκόλια, ποίμνια, συφόρβια, οἱ τούτων νομεῖς, γῆ ἡ πᾶσι τούτοις πρὸς τροφὴν ἐξαρκοῦσα, καὶ ἔτι ταῖς προσόδοις τὸν πλοῦτον αὔξουσα· λουτρὰ ἐν πόλει· λουτρὰ κατ᾽ ἀγρούς· οἶκοι παντοδαποῖς μαρμάροις περιλαμπόμενοι, ὁ μὲν Φρυγίου λίθου, ἄλλος Λακωνικῆς ἢ Θεσσαλικῆς πλακός· καὶ τούτων οἱ μὲν ἐν χειμῶνι θάλποντες, οἱ δὲ ἀναψύχοντες ἐν τῷ θέρει. Ἔδαφος ταῖς ψηφῖσι διηνθισμένον, χρυσὸς ὑπαλείφων τὸν ὄροφον. Ὅσον δὲ τῶν τοίχων διαφεύγει τὴν πλάκα, τοῖς τῆς γραφικῆς ἄνθεσι καλλωπίζεται. —Ἐπειδὰν δὲ εἰς μυρία διασπώμενος ὁ πλοῦτος ἔτι περιττεύει, κατὰ γῆς ὠθεῖται, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. Ἄδηλον γὰρ τὸ μέλλον, μήπου τινὲς ἡμᾶς ἀδόκητοι καταλάβωσι χρεῖαι. Ἄδηλον μὲν οὖν, εἰ ἥξεις πρὸς τὴν χρείαν τοῦ κατορωρυγμένου χρυσίου· οὐκ ἄδηλος δὲ ἡ ζημία τῆς ἀπανθρωπίας τῶν τρόπων. Ὅτε γὰρ οὐκ ἠδυνήθης ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψω.