Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στα κεφάλαια 15 και 16: Προφητεία κατά του Μωάβ

Ο προφητικός θρήνος για την καταστροφή του Μωάβ, η αλληγορική ερμηνεία της αλαζονείας, τα είδωλα, και η εγγύηση της δικαιοσύνης μέσω του θρόνου του Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 17 από 17

ΚΕΦΑΛΑΙΟΝ ιεʹ Τὸ ῥῆμα τῆς Μωαβίτιδος. Συνάγαγε τὰ περὶ τοῦ Μωὰβ, ἵνα δυνηθῇς πάσης τῆς κατ᾽ αὐτὸν προφητείας τὸν νοῦν ἐκλαβεῖν. Ἀπὸ μὲν τῆς Γενέσεως, τὰ περὶ Λὼτ, ἐκ τῆς θυγατρὸς τῆς πρεσβυτέρας γεννῶντος τὸν Μωὰβ, πατέρα Μωαβιτῶν· ἀπὸ δὲ τῶν Ἀριθμῶν, τὰ μετὰ τὸν χαλκοῦν ὄφιν· Ἀπῆραν γὰρ οἱ υἱοὶ Ἰσραὴλ, καὶ παρενέβαλον ἐν Ὠβώθ· καὶ ἐξάραντες ἐξ Ὠβὼθ, παρενέβαλον ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ. Ἔτι καὶ τὰ περὶ τοῦ Βαλὰκ, ὃς ἦν υἱὸς Σεπφὼρ, βασιλεὺς Μωάβ. —Βουλόμενος διὰ τῆς κατάρας ἐξολοθρεῦσαι τὸν Ἰσραὴλ, ἐξαπέστειλε πρὸς Βαλαὰμ, υἱὸν Βεὼρ Παθουρᾶ, τὸν οἰωνοσκόπον, τῆς πορνείας καὶ εἰδωλολατρείας σύμβουλον, δι᾽ ὃν Ἐβεβηλώθη (φησὶν) ὁ λαὸς εἰς τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ θυσίαις τῶν εἰδώλων αὐτῶν.

Ἐξέτασον καὶ τὰ περὶ τῆς Ῥοὺθ, τῆς ἐκ τοῦ Μωαβιτικοῦ σπέρματος προστιθεμένης τῷ Ἰσραὴλ, καὶ ἐπὶ τοσοῦτον ἐξευγενιζομένης, ὡς οὐ μόνον τὸν Δαβὶδ, ἀλλὰ καὶ τὸν Κύριον ἡμῶν ἀπ᾽ αὐτῆς ἀνατεῖλαι. Καὶ πειράθητι πανταχόθεν εὑρεῖν τὸ ῥῆμα τῆς Μωαβίτιδος, ἐν ᾧ τὰ μὲν ἀπειλητικῶς, τὰ δὲ κατ᾽ ἐπαγγελίαν ἐσχημάτισεν ὁ λόγος. — Μετ᾽ ἐπικαλύψεως δὲ εἴρηται πάντα, ἵνα τὸ κάλυμμα τὸ ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς Διαθήκης κείμενον, ἐὰν λυπηθῶμεν ἀληθινῶς ἐπιστρεφόμενοι πρὸς Κύριον, περιαιρεθῇ ἡμῶν.

Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Πικροτέρα ἡ κόλασις ἡ ἐν νυκτὶ προσαγομένη. Ὁ μὲν γὰρ ἐν ἡμέρᾳ πάσχων τι τῶν περιστατικῶν, αὐτὸ τὸ φῶς ἔχει παραμυθίαν τῶν γινομένων· ἡ δὲ νὺξ καὶ καθ᾽ ἑαυτὴν σκυθρωπόν τι πρᾶγμα· ἐὰν δὲ καὶ πάθη προσλάβῃ καὶ συμφορὰς, πολλὴν ποιεῖ τῶν ἀλγεινῶν τὴν ἐπίδοσιν. Νόησον οὖν μοι νυκτερινὴν ἔφοδον πολεμίων, ἀπροσδόκητον καταδρομὴν, γυναικῶν καὶ παίδων ἐξανδραποδισμὸν, χρημάτων διαρπαγὴν, φόνον τῶν εἰς χεῖρας ἀφικνουμένων, τείχους καταστροφὴν, ἐμπρησμὸν πόλεως. Νυκτὸς οὖν ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. —Τῆς γὰρ τῶν τειχῶν περιβολῆς ἐρημωθέντες, ἀναγκαίως καὶ οἱ τὴν ἀπ᾽ αὐτῶν ἀσφάλειαν προβαλλόμενοι συναπολοῦνται. Λυπεῖσθε οὖν ἐφ᾽ ἑαυτοῖς (φησίν).

Ἀπολεῖται γὰρ καὶ Δεηβὼν, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν. Λυπεῖσθε ἐφ᾽ ἑαυτοῖς. Μακάριος μὲν ὅστις καθαρὰν ἔχων τὴν ψυχὴν ἑαυτοῦ, μὴ ἔχει οἰκείαν ὑπόθεσιν λύπης· διὰ δὲ τὸ τὴν ἀγάπην μὴ ζητεῖν τὸ ἑαυτῆς, πάσχοντος μέλους, συμπάσχων καὶ αὐτὸς καὶ συλλυπούμενος καὶ κλαίων μετὰ κλαιόντων, κατὰ τὸν Ἀπόστολον, τὸν πενθοῦντα πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων. Ὃς πάλιν λέγει· Ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Εἰ δέ τις μὴ τοιοῦτός ἐστιν, ἀλλὰ ταῖς ἰδίαις ἁμαρτίαις ἐγκαλινδεῖται, οὗτος ἐφ᾽ ἑαυτῷ λυπείσθω, νικωμένῳ ὑπὸ τοῦ ἐχθροῦ, πρὸς ὅν ἐστιν ἡ πάλη. Ἡ τούτου λύπη εὐφραίνει τὸν τοῖς διδασκαλικοῖς λόγοις ἐνάγοντα αὐτὸν εἰς συναίσθησιν.

Ὡς γὰρ τὰ καίοντα καὶ κολάζοντα φάρμακα ἀνακαθαίρει τὰ ἕλκη καὶ τὴν ἀπὸ τῶν πύων δυσωδίαν καὶ τὰ διεφθαρμένα τραύματα καὶ σώματα ἐπιτηδειότερα ποιεῖ πρὸς τὴν κατὰ τόπον συνούλωσιν, τοιοῦτον ἔχειν μοι δοκεῖ νοῦν τὸ Λυπεῖσθε ἐφ᾽ ἑαυτοῖς, λεγόμενον πρὸς τοὺς μέγα φρονοῦντας ἐπί τινι σοφίᾳ, ὁποῖοί εἰσιν οἱ τῶν αἱρέσεων προεστῶτες, οἱ νυκτὸς ἀπολλύμενοι, διότι Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Καὶ ἐπειδὴ ἐν νυκτὶ ὄντες, νυκτὸς ἀπολοῦνται, νυκτὸς αὐτῶν καὶ τὸ τεῖχος πίπτει· τουτέστι τὰ σοφιστικὰ ὀχυρώματα, οἷς ὑποκαθήμενοι ἐδόκουν ἱκανὴν ἀπ᾽ αὐτῶν ἀσφάλειαν προβεβλῆσθαι.

Ἡ γὰρ διαλεκτικὴ τὰς αἱρέσεις τῆς ψευδωνύμου γνώσεως, ὥσπερ τεῖχος, συντηρεῖ· ἧς διαπεσούσης, ὀλολύζειν ἀνάγκη τοὺς ἑαλωκότας. —Λυπεῖσθε οὖν ἐφ᾽ ἑαυτοῖς, ἐπείπερ ἀπώλοντο. Ἀπωλείας δὲ ἄξιον καὶ τὸ Δεηβὼν, ἔνθα ὁ ναὸς ὑμῶν ᾠκοδόμητο. Νοοῦμεν τὴν Δεηβὼν, τῇ ἑρμηνείᾳ προσέχοντες.

Ἑρμηνεύεται δὲ ἡ Δεηβὼν, ῥύσις αὐτῶν. Ὥσπερ οὖν ὁ τῆς ἀληθείας λόγος πάγιός ἐστι καὶ ἑδραῖος, τεθεμελιωμένος καὶ μὴ μετακινούμενος, καὶ ὁ τῇ πίστει ἐῤῥιζωμένος παραβάλλεται ἀνθρώπῳ, θεμελιοῦντι ἐπὶ τὴν πέτραν.

Καὶ τὸ μάννα δὲ λέγεται εἶναι ὡσεὶ πάγος τῆς γῆς, τοῦ θείου λόγου τὸ συνεστὸς καὶ εὔτονον διὰ τῆς πήξεως παραδηλοῦντος. —Οὕτω τὰ ἐναντία δόγματα καὶ αἱ συνήγοροι αὐτῶν πιθανότητες, ῥευστὰ καὶ ἀβέβαιά ἐστιν, ἑστάναι μὴ δυνάμενα· καὶ ὁ πατὴρ τοῦ ψεύδους ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. Τὸ οὖν ἄστατον τοῦ ψεύδους, ῥύσις ὠνομάσθη.

Λυπείσθωσαν οὖν οἱ τὰ τοιαῦτα οἰκοδομοῦντες, οἱ τοὺς περὶ Θεοῦ λόγους ἀστάτους ἔχοντες καὶ ἀστηρίκτους. Τοῦτο γάρ ἐστι τὸ θυσιαστήριον, ὃ καταδεδίκασται εἰς ἀπώλειαν τοῦ Δεηβὼν, οὗ ὁ βωμὸς ᾠκοδόμητο. Ἀναβᾶτε οὖν κλαίοντες· οὐχὶ θύοντες, ἀλλὰ μεταμελόμενοι ἐφ᾽ οἷς ποτε κακῶς προσηύξασθε, ὅτι ἐγένετο ὑμῖν ἡ προσευχῆ εἰς ἁμαρτίαν.

Ὁ γὰρ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα καὶ μὴ προσκυνῶν μὲν Υἱὸν, μηδὲ διὰ τοῦ Υἱοῦ τὸν Πατέρα, ἴδια δὲ πηγνὺς δόγματα καὶ ἐπ᾽ ἀλλοτρίων θυσιαστηρίων προσφέρων ἑαυτοῦ τὴν θυσίαν τῆς αἰνέσεως, ὁ τοιοῦτος κλαιέτω, τῆς κατὰ Θεὸν λύπης, σωτηρίαν αὐτῷ ἀμεταμέλητον προξενούσης. — Οὐ μόνον δὲ τοῖς ἀπὸ αἱρετικῶν δογμάτων τὴν περὶ Θεοῦ δόξαν συνειληχόσι ταῦτα εἴρηται, ἀλλὰ καὶ ὅσοι τὰ ῥευστὰ πράγματα ἀποδεχόμενοι, ἐπὶ τούτοις ἔχουσι τὴν ἐλπίδα, παρακούοντες μὲν τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν· ἐπτοημένοι δὲ περὶ τὴν δόξαν τῆς σαρκὸς, ἥτις ἐστὶ χόρτος, καὶ ἡ δόξα αὐτῶν ὡς ἄνθος χόρτου.

Τοιοῦτον δέ ἐστι καὶ τὸ ἐν σαρκὶ καὶ αἵματι κάλλος, ἐφ᾽ ᾧ μέγα φρονεῖ ἡ κακόφρων γυνὴ, παραβαλλομένη ἐνωτίῳ ἐν ῥινὶ ὑός. —Καὶ ὅλως πᾶσι τοῖς ἐσφαλμένοις ἐφαρμόσει τὸ Δεηβὼν ὄνομα, ὡς τοὺς ἐσφαλμένους ἢ βίῳ ἢ λόγῳ εἴποι τις ἂν εὐστόχως ἐπὶ τοῦ Δεηβὼν ἔχειν τὸ θυσιαστήριον. —Κλαίοντες οὖν ἀναβαινέτωσαν οἱ ἐπ᾽ αὐτῷ ποτε μέγα φρονοῦντες.

Ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος ὀλολύζετε. Ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι. Ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς ῥυμαῖς αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. Ὅτι κέκραγεν Ἐσεβὼν, καὶ Ἐλεαλή, ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῆς. Διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται· ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ, ἕως Σηγώρ. Δάμαλις γὰρ τριετής ἐστιν ἐπὶ τῆς ἀναβάσεως τῆς Λουίθ.

Πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρουνιείμ· βοᾷ σύντριμμα καὶ συσσεισμός. —Τὸ ὕδωρ τῆς Νεβρὶμ ἔρημον ἔσται, χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. —Μὴ καὶ οὕτω μέλλει σωθῆναι; Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ καταλήψονται αὐτήν. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Γαλλὶμ καὶ ὀλολυγμὸς αὐτῆς. Τὸ δὲ ὕδωρ τὸ Δεηβὼν πλησθήσεται αἵματος. Ἐπάξω γὰρ ἐπὶ Δεηβὼν Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀραὴλ, καὶ τὸ κατάλειμμα Ἀδαμᾶ ἀποστελῶ, ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν.

Ἐπὶ τὴν κατὰ Θεὸν λύπην προτρέπει τοὺς ἀπὸ τῶν ἐπινοιῶν τοῦ ἀνθρωπίνου νοῦ ἐσφαλμένους καὶ μὴ ἐπιδεδωκότας ἑαυτοὺς τῇ ὠφελείᾳ τοῦ Πνεύματος, ἵνα ὀλολύξωσιν ἐπὶ τὴν γῆν τῶν λοιμῶν διδασκάλων. —Τὴν γὰρ Ναβαῦ τούτους μοι δοκεῖ ὁ λόγος αἰνίσσεσθαι, διὰ τὸ ἑρμηνεύεσθαι τὴν Ναβαῦ ἐγκαθισμόν. Εἰσὶ γάρ τινες, οἱ μετὰ δολίων σοφισμάτων ἐγκαθεζόμενοι καὶ ταῖς κακαῖς ὁμιλίαις αὐτῶν ἔσθ᾽ ὅτε φθείροντες ἤθη χρηστά. Δεῖ οὖν μεταμελεῖσθαι τοὺς τοῖς πονηροῖς ἐκείνων μαθητευθέντας δόγμασι, καὶ ὀλολύζειν ἐπὶ τῇ διδασκαλίᾳ, ἐφ᾽ ἧ μέγα ἐφρόνουν.

Τοῦτο γάρ ἐστι τὸ Ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, τὸ τοὺς διδασκάλους ἀποῤῥίπτειν, καὶ γυμνοὺς τοῦ ἀπ᾽ αὐτῶν κόσμου ἑαυτοὺς ποιεῖν, καὶ διὰ τῆς ἀγαθῆς πολιτείας ἐξευτελίζειν τὰς ἐκείνων ὑποθήκας τῶν πρακτικῶν διδαγμάτων, καὶ οἱονεὶ κατατέμνειν τῷ ὑγιεῖ λόγῳ, ἵνα ὦσι πάντες βραχίονες κατατετμημένοι, τουτέστιν αἱ πρακτικαὶ ὑποθῆκαι τῷ ὑγιαίνοντι λόγῳ εἰς ἔλεγχον ἀγόμεναι διὰ τῆς διαιρέσεως καὶ τῆς κατὰ μικρὸν ἐξετάσεως τῶν κακῶν διδαγμάτων. —Ἐπειδὴ δὲ διὰ τῆς πλατείας ὁδοῦ ἤγοντο παρὰ τῶν πονηρῶν, τούτους τὸν βεβασανισμένον βίον προῃρημένους κελεύει κόπτεσθαι ἐν ταῖς πλατείαις, ἐπὶ τῇ ψυχαγωγίᾳ τῶν πρὸς ἡδονὴν φερόντων μεταμελομένους, καὶ κοπτομένους μὲν ἐπὶ τῇ πλατείᾳ, ἐκζητοῦντας δὲ τὴν στενὴν καὶ τεθλιμμένην, ἵνα ὀρθῶς μετανοοῦντες περιζώσωνται σάκκους καὶ πενθικὸν ἀναλαβόντες σχῆμα, οἱονεὶ διὰ αὐτῶν τῶν ὁρωμένων βοᾷν ποιήσωσι τὴν ὀσφῦν, ἐν οἷς ἐπλανήθησαν τόποις, τῆς μετανοίας ἑαυτῶν τὰ ἴχνη καταλιμπάνοντες. Καὶ ἐπὶ παντὸς δώματος ἐκελεύσθησαν καὶ ἐν πάσαις ταῖς ῥύμαις ὀλολύζειν μετὰ κλαυθμοῦ. —Τὰ γὰρ ὑψηλὰ καὶ διάκενα τῶν μαθημάτων δώματα ὠνόμασε, τὰς δὲ οἱονεὶ διαιρέσεις τῶν νοημάτων ῥύμας τῆς Μωαβίτιδος.

Εἴτε οὖν τις ἐπὶ ὑψωμάτων ἐγένετο ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἴτε ἐν διαλεκτικῇ τινι λόγων διαιρέσει καὶ προβλημάτων, εὐκρινῶς δοκούντων διαλαμβάνειν περὶ ἑκάστου τῶν προκειμένων, —ἐκ μετανοίας ὀλολυζέτω, ἵνα πληρώσῃ τὸ γεγραμμένον, ἐν ταῖς πλατείαις καὶ ἐπὶ τῶν δωμάτων καὶ ἐν πάσαις ταῖς ῥύμαις τοῦ λόγου προστάσσοντος κεκραγέναι. Διὰ τοῦτο δὲ δεῖ ταῦτα γίνεσθαι, ἐπειδὴ κέκραγεν Ἐσεβών. Ἐσεβὼν μὲν γὰρ ἑρμηνεύεται λογισμός· Ἐλεαλὴ δὲ, Θεοῦ ἀνάβασις· Ἰασσὰ δὲ, γεγονυῖα ἐντολή. Κέκραγεν οὖν Ἐσεβὼν, τουτέστι φανερῶς διαμαρτύρεται, ὅτι ἀνθρώπινοί εἰσι λογισμοὶ, καὶ οὐ θείων μυστηρίων ἀποκαλύψεις τὰ διδάγματα τῶν Μωαβιτῶν.

Καὶ Ἐλεαλή. Καὶ αὕτη διὰ τῶν πραγμάτων κέκραγεν, ὅτι Θεοῦ καταναισχυντοῦσι καὶ κατεπαίρονται οἱ ἐκείνοις τοῖς μαθήμασιν ἑαυτοὺς ἐπιδιδόντες. Τοῦτο γάρ ἐστι, Θεοῦ ἀνάβασις, ἡ ἐπὶ τὰ ὕψη τῆς ὑπερηφανίας ἔπαρσις. —Καὶ Ἰασσά.

Εἰ καὶ δοκεῖ γεγονυῖα ἐντολὴ εἶναι, ἀλλὰ κατὰ ἀλήθειαν οὐκ ἐντολή· σχηματισμὸς δέ τις περὶ βίον ἀκριβείας, πρὸς πιθανότητα καὶ παραδοχὴν τῶν πονηρῶν, ἀπὸ τοῦ πονηροῦ φρονήματος ὑποβαλλομένων διδαγμάτων. Διὰ τοῦτο ἐν τοῖς κατόπιν εἴρηται· Πάντες βραχίονες κατατετμημένοι, ἵνα εἴ τις πονηρὸς διδάσκαλος ἐν ψευδοδοξίαις ἐξαπατῶν τὰς ψυχὰς τῶν ἑπομένων, βίῳ δὲ δοκῶν προσέχειν ἀκριβεστέρῳ, οἱ μεταμεληθέντες ἐπὶ τῷ τοιούτῳ διδασκάλῳ ἑαυτοὺς ἐπιδεδωκέναι, κατακόψωσιν ἑαυτῶν μὲν τοὺς βραχίονας, τουτέστι τὸ πρακτικὸν εἶδος τῆς πολιτείας. —Ἀποκείρονται δὲ αὐτοῦ οἱονεὶ κόμην καὶ ἀλλοτριώσουσι τοῦ ἑαυτῶν σώματος, διότι ἀντὶ κεφαλῆς εἰσιν οἱ προεστῶτες τοῦ σώματος τῶν Ἐκκλησιῶν. —Καὶ νῦν τοίνυν Ἰασσὰ κέκραγεν, ὅτι δέλεάρ ἐστι πρὸς τὴν τῆς ἀληθείας πιθανότητα ἡ κατὰ τὴν πολιτείαν ἐπιδεικνυμένη ἀκρίβεια. Τοῦτο οὖν ἐστι τὸ αἴτιον τοῦ ὀλολύζειν μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ ἕως Ἰασσά.

Διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ. Ἡ ὀσφὺς πολλαχοῦ ἀντὶ τῶν γεννητικῶν λαμβάνεται. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν (δηλονότι ὁ Λευὶ τοῦ Ἀβραάμ) ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ. Καί· Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι. Νοοῦμεν, ὅτι αἰνίσσεται συστεῖλαι τὰς εἰς γέννησιν ὑπουργούσας ὀρέξεις. Τὸ οὖν πένθος τὸ ἐπικείμενον τῇ Μωαβίτιδι, αἴτιον γινόμενον τοῦ σώφρονος βίου, βοᾷ ἐπὶ τῇ κραυγῇ τῆς Ἐσεβὼν καὶ Ἐλεαλὴ καὶ Ἰασσά. —Ἡ ψυχὴ αὐτῆς (φησὶ) γνώσεται. Ἤδη προκοπὴν τῶν τὰ προειρημένα ἐπὶ τῇ μετανοίᾳ πεποιηκότων ὁ λόγος ἐμφαίνει, Καὶ Ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ.

Ἔστι δὲ ἡ Σηγὼρ αὕτη, ἔνθα Λὼτ, ἀπὸ Σοδόμων ἐξελθὼν, φθάσαι δεδύνηται. Οἱ μὲν γὰρ Ἄγγελοι ἐβούλοντο εἰς τὸ ὄρος ἀναβαίνειν καὶ εἶπον αὐτῷ· Σῶζε τὴν ἑαυτοῦ ψυχήν. Μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ.

Εἰς τὸ ὄρος σώζου, μήποτε συμπαραληφθῇς. Ὁ δὲ εἶπε· Δέομαι, Κύριε, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ. Οὐ μικρά ἐστι; Καὶ ζήσεται ἡ ψυχή μου. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τῆς πόλεως, Σηγώρ, τουτέστι μικρά.

Βοᾷ οὖν ἡ καρδία τῆς Μωαβίτιδος ἕως Σηγὼρ, ἥτις ἐπὶ τοῖς ὁρίοις ἤδη κεῖται τῆς Παλαιστίνης. Τὴν οὖν ἰσχυρὰν καὶ εὔτονον μετάνοιαν, ἢ τὸν βαρὺν θρῆνον, τὸν ἀπὸ τῆς πληγῆς τῶν κακῶς αὐτῇ πεπραγμένων, ἐνδεικνύμενος ὁ λόγος τὸ διάστημα ἡμῖν ὑποφαίνει, μέχρι τίνος ἀκουστὴ γίνεται ἡ βοὴ τῆς Μωάβ. Καλεῖ δὲ ἡ μετάνοια, τὸ πρότερον ἐν ἑαυτῷ τινα βοῆσαι καὶ ἑαυτοῦ συντρίψαι τὴν καρδίαν· ἔπειτα καὶ ὑπὲρ τοῦ ἄλλοις ἀγαθὸν γενέσθαι ὑπόδειγμα, ἐξάκουστον ἑαυτοῦ κατασκευάσαι, καὶ δημοσιεῦσαι τὸν τρόπον τῆς μετανοίας.

Δάμαλις γὰρ τριετής ἐστι, τουτέστι τελεία ἐστὶ καθ᾽ ἡλικίαν. Ἡ γὰρ τριετὴς δάμαλις ἤδη τοῦ γεννᾷν δύναμιν ἔχει καὶ τοῦ ὑπέχειν τὸν τράχηλον τῷ ζυγῷ. Ἵνα οὖν δείξῃ ἴδιον τῶν δυναμένων ἐπιστρέφειν τὸ τετελειῶσθαι μὲν κατὰ τὴν τοῦ ἀνθρώπου ἡλικίαν, ἔχειν δὲ τὸν λόγον, δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀληθείας, εἴρηκε δάμαλιν τριετῆ. Ὁ γὰρ μήπω διὰ τῆς ἡλικίας τὸ ἐν ἀνθρώποις τέλειον ἐσχηκὼς, μηδὲ τὸν νοῦν ἀπηρτισμένον ἔχων, ἀλλ᾽ ἀτελής ἐστι διὰ σμικρότητα, οὐδὲ ἀπαιτεῖται τὰ ἔργα τῆς μετανοίας. Διὸ καὶ ἐν τῇ Γενέσει, τοῦ Ἀβραὰμ ζητοῦντος σημεῖον παρὰ τοῦ Θεοῦ καὶ λέγοντος· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω τὴν γῆν; —εἶπεν ὁ Θεός· Λάβε μοι δάμαλιν τριετίζουσαν καὶ κριὸν τριετίζοντα, ἐν τοῖς τρισὶν ἔτεσι τὸ τέλειον τῶν ζώων καὶ τὸ πρὸς γέννησιν ἐπιτήδειον ἐκλεγόμενος.

Τρυγόνα δὲ καὶ περιστερὰν χρόνῳ οὐ περιέγραψε, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουὶθ κλαίοντες ἀναβήσονται. Ἀρχὴ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, καὶ ἀναβάσεως καὶ προκοπῆς τῆς ἐπὶ τὰ ἄνω, ἡ κατὰ Θεὸν γινομένη λύπη. Διὸ καὶ ὁ Ἀπόστολος εὐφραίνεται ἀπὸ τῶν λυπουμένων, ὁρῶν εἰς συναίσθησιν ἄγοντας τοὺς ἑαυτοῦ λόγους, καὶ ἐνεργαζομένους αὐτοῖς τὴν κατὰ Θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον. Οἱ γὰρ κλαίοντες ἐπὶ τοῖς κακοῖς ἔργοις καὶ ταῖς κακαῖς αὐτῶν διανοίαις, οὐκέτι μὲν καταβήσονται, οὐδὲ εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· ἀναβήσονται δὲ οἱονεὶ χειραγωγίᾳ τῇ πρὸς τὸ ἄνω ὑψώσει τῇ κατὰ Θεὸν λύπῃ κεχρημένοι.

Βοᾷ δὲ σύντριμμα καὶ συσσεισμός. Ὁ γὰρ διελέγξας καὶ καθαψάμενος λόγος συντρίβει τὸ πονηρὸν φρόνημα καὶ οἷον σάλον τινὰ τοῖς λογισμοῖς τοῖς κακῶς ἐμπεφυκόσιν ἐμποιεῖ, πρὸς τὸ τοὺς μὲν ἐκριζωθῆναι, τοὺς δὲ ὑγιεῖς λόγους ἀντεισαχθῆναι.

Διὰ τοῦτο καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Συνεστηκυίας μὲν γὰρ καὶ μηδέπω διασαλευομένης τῆς ἐν τῷ ἁμαρτάνειν ἕξεως, οὔτε κλαύσονται ἁμαρτάνοντες, οὔτε ἀναβήσονται πρὸς τὸ ἄνω· συντετριμμένης δὲ τῆς μοχθηρᾶς διαθέσεως, καὶ οἱονεὶ σεισμόν τινα καὶ κλόνον ἐπὶ τοῖς πονηροῖς δόγμασι τῆς ψυχῆς παθούσης, ἀκουστὴ γίνεται ἡ βοὴ, ἐπ᾽ ὠφελείᾳ τῶν ἀκουομένων.

Τὸ ὕδωρ τῆς Νεβρὶμ ἔρημον ἔσται. Τὸ τῆς ψευδοδοξίας ὕδωρ, πρότερον ἀφθόνως καὶ πολὺ ῥέον ἐπὶ βλάβῃ τῶν δεχομένων, ἀφανισθήσεται (φησὶ) καὶ ἔρημον ἔσται. Εἰ δὲ ἦν εἰδέναι τὴν δύναμιν τοῦ ὀνόματος, ἐλήφθη ἄν τις ἀφορμὴ πρὸς τὸ μᾶλλον καθικέσθαι τῆς διανοίας τοῦ προφητικοῦ νοῦ, καὶ ἐφαρμόζεσθαι τοῖς πράγμασι τὰ ἐν τοῖς ὀνόμασι σημαινόμενα. —Πλὴν ὅτι ἐναντίον ἐστὶ τὸ ὕδωρ τοῦτο τοῦ ὕδατος τῆς ἀναπαύσεως, ἐφ᾽ οὗ ἐκτρέφει ὁ Κύριος τοὺς ὑπ᾽ αὐτοῦ ποιμαινομένους· καὶ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Κύριος τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὗ ὁ καταξιωθεὶς πιεῖν, ἔχει ἐν ἑαυτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. — Οὕτω δὲ φαῦλον καὶ οὐδενὸς ἄξιον τὸ ὕδωρ τοῦτο, ὅτι οὐδὲν ἄλλο ἢ χόρτον ἐκτρέφει, ὃς καὶ αὐτὸς οὐκ ἔσται. Τουτέστιν αἱ ψυχαὶ, αἱ τὴν πρόσκαιρον ταύτην καὶ ταχὺ μαραινομένην τοῦ κόσμου δόξαν πεπαιδευμέναι, ταχὺ ἀπανθήσουσι, τοῦ οἱονεὶ ἄρδοντος αὐτὰς λόγου ἐρημωθέντος.

Μὴ καὶ οὕτω μέλλει σωθῆναι; —Δείκνυσιν ὁ λόγος, ὅτι μέλλουσα σώζεσθαι ἡ Μωαβῖτις, ὁδοῖς τισι καὶ ἀγωγαῖς σωθήσεται, καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται, καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται εἰς σωτηρίαν.

Τὸ γὰρ Ἀπολεῖται ἡ Μωαβῖτις, καὶ Νυκτὸς ἀπολεῖται, καὶ ὅσα ἄλλα εἴρηται, πρὸς τοῦτο ἔχει τὴν ἀναφορὰν, ὅτι ταῦτα γίνεται πρὸς τὸ σωθῆναι αὐτήν. —Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας. Οἱ μὲν γὰρ πρότεροι διὰ κλαυθμοῦ σωθήσονται, οἱ δὲ, τὴν ἀμετανόητον καρδίαν ἔχοντες, διὰ τῆς ἐκ τῶν Ἀράβων ἐπαγομένης πληγῆς. Ἄραβες δὲ, οἱ Ἑσπέριοι. Ἢ τάχα αἱ ἐοικυῖαι τῷ σκότῳ δυνάμεις Ἄραβες ἐνταῦθα προσαγορεύονται, δι᾽ ὧν ἀποστέλλονται αἱ παιδευτικαὶ πληγαὶ τοῖς τὴν ἀμετανόητον καρδίαν ἔχουσι.

Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Γαλλὶμ, καὶ ὀλολυγμὸς αὐτῆς. Τὸ ὅριον τῆς Μωαβίτιδος Γαλλὶμ ὠνόμασται. Ὅμως ἑρμηνεύεται κεκριωμένον, ἐπώνυμον τῷ ἡγεμονικῷ ζώῳ καὶ ἀρχικῷ. Ἐπεὶ οὖν τὸ αὐτὸ δύναται καὶ πέρας εἶναι χώρας καὶ ἀρχὴ, τὸ ὅριον τῆς Μωαβίτιδος νῦν ἀπὸ τῆς ἀρχῆς τὴν προσηγορίαν εἴληφε. Καὶ ὀλολυγμὸς αὐτῆς πάντα πεπλήρωκεν.

Πάλιν τὸ ὕδωρ διδασκαλίαν λέγει, ὅπερ αἵματος εἶναι πλῆρές φησι, διὰ τὸ ἐνόχους θανάτου γίνεσθαι τοῖς διδασκομένοις, τοὺς κακῶς καθηγουμένους. Ὥστε εὐκαίρως περὶ τῶν ὀλεθρίων λόγων καὶ ἀπολλύντων τὰς ψυχὰς χρήσῃ ποτὲ τῷ προφητικῷ ῥητῷ τῷ λέγοντι· Τὸ δὲ ὕδωρ τὸ Δεηβὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δεηβὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, τὸ μὴ μεταβαῖνον ἐπὶ τὰ κρείττονα, ἀλλὰ μεῖναν ἐν τοῖς μὴ εἰσερχομένοις εἰς Ἐκκλησίαν Κυρίου.

Σπέρμα τοῦ Μωάβ. Οὐκ εἰσελεύσονται γὰρ Μωαβῖται εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα. Ἐξαίρειν ὁ λόγος ἀπειλεῖ, ὅπερ σπέρμα τοῦ Ἀριὴλ ὀνομάζει. Ἀριὴλ δὲ ὁ λέων ἑρμηνεύεται παρ᾽ Ἑβραίοις.

Τοὺς οὖν φονικοὺς καὶ ὁ Κύριος ἐκ τοῦ διαβόλου γεγενῆσθαι λέγει, ἐν οἷς πρὸς Ἰουδαίους διαλέγεται, ὁρῶν αὐτῶν τὴν κατ᾽ αὐτοῦ φονῶσαν προαίρεσιν· ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς. Σπέρμα μὲν οὖν Μωὰβ, οἱ ἀποστάται τῆς Ἐκκλησίας· σπέρμα δὲ Ἀριὴλ, οἱ κατὰ τῶν ἀδελφῶν φόνον πνέοντες καὶ διὰ τῶν ὀλεθρίων λόγων τὸν θάνατον ταῖς ψυχαῖς αὐτῶν ἐμποιοῦντες.

Μετὰ ταῦτά φησιν, ὅτι Τὸ κατάλοιπον Ἀδαμὰ (ὅπερ σημαίνει γῆν παρθενικὴν, ἀφ᾽ ἧς ἐγένετο τὸ σῶμα τοῦ Ἀδάμ) ἀποστελῶ ὡς ἑρπετὰ τὴν γῆν, τουτέστι τὸ κατάλοιπον τῶν ἀνθρώπων, τῶν τὰ γήϊνα φρονούντων, διὰ τοῦτο γεγεννῆσθαι ἐκ τῆς ἑαυτῶν κακίας ἑρπετὰ καὶ ἰοβόλα. Ἑρπετὰ μὲν, τῷ ἀποβαλεῖν τὸ ὕψος, ἐφ᾽ οὗ κατὰ τὴν πρώτην κατασκευὴν βεβηκότες ἐτύγχανον· ἰοβόλα δὲ, διὰ τὸ φθαρτικὸν τῶν συνόντων. Τούτους ἐξαποστέλλειν ὁ λόγος φησί. — Μετὰ οὖν τοὺς προτέρους Μωαβίτας, περὶ ὧν τὰ κρείττονα εἴρηται, εἴ τις ἐν τῇ γῇ καταλείπεται καὶ ὁμοιοῦται τῷ ὄφει, περὶ οὗ εἴρηται, ὅτι Γῆν φαγῇ πάσας τὰς ἡμέρας σου, οὗτος ἐξαποστέλλεται ὡς τὰ ἑρπετά. —Γῆν δὲ ἐσθίει ὁ σπείρων εἰς τὴν σάρκα, καὶ ἐκ τῆς σαρκὸς θερίζων φθοράν.

ΚΕΦΑΛΑΙΟΝ ιϛʹ. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών; Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος· ἔσῃ, θύγατερ Μωάβ. Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου. Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. —Ἐν μεσημβρινῇ σκοτίᾳ φεύξονται· ἐξέστησαν. Μὴ ἀχθῇς· παροικήσουσί σοι οἱ φυγάδες Μωάβ. Ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο, ὁ καταπατῶν ἀπὸ τῆς γῆς. Καὶ διορθωθήσεται μετὰ ἐλέους θρόνος, καὶ καθιεῖται μετ᾽ αὐτοῦ μετὰ τῆς ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα, καὶ σπεύδων δικαιοσύνην.

Ἔτι πρὸς τὴν Μωὰβ ὁ λόγος ἐστί. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών; Ἐλέγχει αὐτῆς τὴν καταφρόνησιν, ἣν κατεφρόνει τῆς Σιὼν, πέτραν ὑπολαμβάνουσα εἶναι ἔρημον τὸ ὄρος, ὡς οὔτε μέγεθος ἔχον ἀξιόλογον, οὔτε τὰ ἐκ γεωργίας καλὰ δυνάμενον ὑποδέξασθαι, ὡς μήτε τοὺς οἰκοῦντας τρέφειν, μήτε τοὺς νεμομένους αὐτό.

Ἡ γὰρ ταῦτα περὶ τοῦ ὄρους ὑπολαβοῦσα καὶ ἐξευτελίσασα αὐτὸ, ὑπερφυσηθεῖσα δὲ τῇ ἀλαζονείᾳ, καὶ ἑαυτὴν μετεωρίσασα τῷ φρυάγματι καὶ τῷ τύφῳ, ἔσῃ ὁμοία νεοσσῷ ἐγκαταλελειμμένῳ ὑπὸ τοῦ θάλποντος αὐτὸν πετεινοῦ, ἐπειδὰν ἀναπτῇ τῆς καλιᾶς πτοηθὲν, καὶ ἔρημον καταλεῖπον τὸ ἐκτρεφόμενον. Τὸ μὲν γὰρ οἴχεται φεῦγον, τὸ δὲ εὐάλωτόν ἐστι τῷ βουλομένῳ. Ἀετὸς μὲν γὰρ, ἢ εἴ τι ἄλλο τῶν μεγάλων πτηνῶν, τῶν ἐπὶ πολὺ ὑψοῦσθαι ἀπὸ γῆς πεφυκότων, ἔξω ἐστὶ τῆς παρὰ τῶν ἐπιχειρούντων βλάβης· σὺ δὲ ἔσῃ ὡς νεοσσὸς, ἀλλοτρίας βοηθείας εἰς τροφὴν ἐπιδεόμενος, ἄρτι μὲν τοῦ ὠοῦ προκύψας, οὐδὲ βαθεῖ τῷ πτερῷ κατημφιεσμένος τὸ σῶμα, ἀλλ᾽ ἔτι τῆς ἑτέρωθεν δεόμενος σκέπης πρὸς τὸ ἐν νυκτὶ συνθάλπεσθαι καὶ μεθ᾽ ἡμέραν μὴ καταφρύγεσθαι. —Τῆς οὖν μητρὸς φυγαδευθείσης, ἀναιρεθήσῃ ἀπὸ τῆς καλιᾶς, ἀδρανὴς μὲν ὢν πρὸς ἄμυναν, ἀδύνατος δὲ πρὸς φυγήν. Ὁ αὐτὸς δὲ ἔσται ὁ καὶ σὲ τῆς καλιᾶς καθαιρῶν, καὶ τὴν σκεπάζουσαν μητέρα ἀποδιώξας.

Δῆλον οὖν, ὅτι αἱ ὑπὸ τοῦ πονηροῦ καὶ ἀστάτου πνεύματος ἐκτρεφόμεναι ψυχαὶ (ἐπειδὰν ἐπιτύχωσί τινος γενναίως δι᾽ ἔργων ἀγαθῶν καὶ διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποδιώκοντος αὐτὰς) ἐρημωθεῖσαι τὴν καλὴν ἐρήμωσιν, εὐληπτότεραί εἰσι πρὸς τὴν ἐν Χριστῷ ἀνατροφὴν, τὴν ἄγουσαν εἰς τελείωσιν. Ἔσῃ, θύγατερ Μωὰβ, ἐλεγχθείσης τῆς περὶ σὲ ἀσθενείας, τὸ καταλειπόμενον. Τί ἔσῃ, θύγατερ Μωάβ; Ὅπερ ἦς, τοῦτο φανερωθήσεται. Ἐπελάθου γὰρ τῆς δυσγενείας ἑαυτῆς, ὅτι πατρὸς ἐγένου ἀπὸ γάμων κλοπιμαίων προσελθόντος, νυκτὶ καὶ οἴνῳ πρὸς τὴν τοῦ πατρικοῦ σπέρματος κλοπὴν τῆς μητρός σου συγχρησαμένης.

Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου. Ἐπειδὴ οὐδέν σε ὤνησε τὰ πρότερα βουλεύματα, ὦ Ἀρνῶν, οὐδὲ τὸ πολλὰ περὶ δογμάτων, τῶν κατὰ πᾶσαν φιλοσοφίαν συμπεπλεγμένων, φιλοσοφῆσαι, πρόσθες, εἰ δοκεῖ, τοῖς βουλεύμασι. —Δοκεῖ κατά τινα χλεύην καὶ εἰρωνείαν προκαλεῖσθαι ἐπὶ τὰ ἀνόνητα βουλεύματα τὴν Ἀρνῶν, ἵνα κόρον λαβοῦσα τῶν ματαίων ἑαυτῆς βουλευμάτων καὶ μαθοῦσα τὸ ἀπ᾽ αὐτῶν ἀνωφελὲς, οὕτω προσέλθῃ τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.

Ἔστι δὲ Μωαβιτικὸν χωρίον ἡ Ἀρνῶν, καὶ ἀπὸ ἑνὸς ὅλον ἡμῖν ἐνδείκνυται τὸν τόπον τῆς Ἀραβίας ὁ λόγος. Προετιμήθη δὲ τὸ ὄνομα τῆς Ἀρνῶν, διὰ τὴν ἑρμηνευομένην ἀπ᾽ αὐτοῦ διάνοιαν· ἑρμηνεύεται γὰρ ἡ Ἀρνῶν, φωτισμὸς αὐτῶν. Ἐπεὶ οὖν μάλιστα οἱ πολλὴν ἐκ τῆς οἰήσεως τῆς κατὰ σοφίαν ἔπαρσιν πάσχοντες, ἐν φωτὶ οἴονται διάγειν τὸν ἑαυτῶν νοῦν, κατὰ ἀλήθειαν ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τοῦ Θεοῦ, πρὸς τοὺς ἐν φωτὶ τῷ ἐκ τῆς γνώσεως ὑπολαμβάνοντας εἶναι τὸν λόγον ποιεῖται.

Εἶτα παραινεῖ· Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Ναδὰβ καὶ Ἀβιοὺδ, ἀλλότριον πῦρ προσενέγκαντες τῷ θυσιαστηρίῳ, κατεφλέγησαν. Καὶ οἱ τὸ φῶς τὸ ἀληθινὸν μὴ δεξάμενοι, ἀλλὰ τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, τοῦτον ὑποδεχόμενοι, ἐὰν αἴσθωνται, ὅτι ἐν φαντασίᾳ μὲν γνώσεως ἦσαν, ἐσφαλμένοι δὲ τῆς ἀληθείας ὑπῆρχον, ἀναγκαίως ἑαυτοὺς καταπενθήσουσι. Διὸ μετήγαγεν ὁ λόγος τὴν παραίνεσιν ἐπὶ τοὺς ἐπιμελουμένους αὐτῶν, καί φησι· Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. —Οἱ γὰρ ἐπὶ τοῖς ἡμαρτημένοις, εἴτε κατὰ τὸν βίον, εἴτε κατὰ τὴν γνῶσιν, ἐνεργαζόμενοι λύπην, ὥστε τινὰς ἐλθεῖν ἐπὶ τὸ μακαρίως πενθεῖν, οὗτοι ποιοῦσι σκέπην πένθους. Εἶδόν τινας ἐγὼ τῶν ὑπὸ λύπης ἀκράτου κατεχομένων ἀποκλείοντας ἑαυτοὺς εἰς οἰκίσκον καὶ πᾶσαν φωτὸς πάροδον ἀποφράσσοντας καὶ οἱονεὶ τιμωρουμένους ἑαυτοὺς διὰ τῆς ἐν τῷ σκότει διαγωγῆς.

Ἵνα οὖν μὴ τὸ σύνηθες, αὐτῶν ἐξαπατῶν τὴν διάνοιαν, τῆς σοφίας οἴημα, κατὰ ἀλήθειαν σκότος ὑπάρχον, φῶς δὲ εἶναι φανταζόμενον, διοχλῇ αὐτῶν ταῖς αἰσθήσεσι, Ποιήσατε (φησὶ) σκέπην πένθους αὐτοῖς, ἵνα ἐν τῷ ἀποκλεῖσαι τὴν ἐκ τῶν ἑτεροδόξων ἀπάτην, χώραν δῶτε τῷ ἀληθινῷ φωτὶ ἐλλάμψαι ταῖς καρδίαις τῶν εἰς αὐτὸ πεπιστευκότων. —Πρὶν οὖν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, κατὰ τὸ ἐν τῷ Ζαχαρίᾳ εἰρημένον (ὅτι Μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος· καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴν οἴκου Δαβὶδ καθ᾽ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ᾽ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ᾽ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς) ὑμεῖς, οἱ διδάσκοντες τὸν λαὸν καὶ ἐπιστρέφοντες τοὺς ἡμαρτηκότας ἐν παντὶ τῷ τοῦ βίου καιρῷ, ποιεῖτε σκέπην πένθους αὐτῇ, ἵνα ἐκ τοῦ ὑμετέρου λόγου οἱ ὑπὸ τῆς κακίας πρότερον κεκακωμένοι, εἰς τὸ μακαρίως πενθεῖν ἐναχθῶσιν.

Ἐν μεσημβρινῇ σκοτίᾳ φεύξονται. Δοκεῖ τὸ μεσημβρινὸν τῆς ἡμέρας κατάστημα λαμπρότερον ἔχειν καὶ φανότερον τὸ φῶς. Τῆς οὖν ἀληθείας ἀπὸ κτίσεως κόσμου νοεῖσθαι δυναμένης τοῖς συνετῶς τοῖς λόγοις τῆς κτίσεως ἐπιβάλλουσιν, οἱ ἐν τῷ κόσμῳ ζῶντες καὶ πανταχόθεν ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας περιλαμπόμενοι, νοσοῦντες δὲ τὴν τοῦ Θεοῦ ἄγνοιαν, οὗτοί εἰσιν οἱ μεσημβρινῇ σκοτίᾳ ὑπάρχοντες, τῶν μὲν πραγμάτων τὴν μεσημβρίαν ἐχόντων, ἐν δὲ ταῖς ψυχαῖς τῶν ἀγνοούντων τῆς σκοτίας ἐνυπαρχούσης.

Οἱ τοιοῦτοι οὖν ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, διότι τῆς φαντασίας, ἣν οἱ μεμηνότες φαντασιοῦνται, οὐδὲν διαφέρει τὰ τῶν τοιούτων δόγματα. Καὶ ἑρμηνεία ἐστὶ τοῦ μεσημβρινοῦ σκότους ἡ ἔκστασις, ἐπεὶ καὶ οἱ πάθει τινὶ λογισμῶν παρενεχθέντες, οὔτε τὸν ἥλιον λάμπειν οἴονται, οὔτε φῶς εἶναι περὶ τὸν ἀέρα. Ἔκστασις οὖν ὄντως καὶ μανία σαφὴς, οὕτως ἐναργῶν πραγμάτων κηρυσσόντων τοῦ Ποιήσαντος ἡμᾶς τὴν δύναμιν, εἰδώλοις προσέχειν καὶ πλάσμασι, καὶ θεοποιεῖν τὰ μὴ ὄντα, καὶ πολλάκις διὰ δογμάτων αἱρετικῶν ἔξω φέρεσθαι τῆς ἀληθείας, καὶ οἱονεὶ ἐκβάντας τὸ φῶς ἐν τῷ σκότει διάγειν. —Μὴ ἀχθῇς. Προτρέπεται ἡμᾶς ὁ λόγος, μὴ ἄγεσθαι ὑπὸ τῆς πιθανότητος τῶν ἑτεροδόξων· μανία γὰρ σαφὴς, ἐξεστηκόσιν ἀκολουθεῖν. Γνώρισον αὐτοὺς ὅτι ἐξέστησαν. Ἔξω εἰσὶ τῆς ὁδοῦ, τῆς πρὸς Θεὸν ἀγούσης· μὴ χρήσῃ αὐτοῖς ὁδηγοῖς, μή ποτε ἀχθῇς ὑπ᾽ αὐτῶν εἰς κρημνὸν καὶ βάραθρον. Τυφλὸς γὰρ ἐὰν τυφλὸν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.

Παροικήσουσί σοι φυγάδες Μωάβ. Μετὰ ταῦτα δὲ τῇ θυγατρὶ Σιὼν λέγεται ὑπὸ τοῦ χρηστοῦ καὶ φιλανθρώπου Θεοῦ περὶ τῶν Μωαβιτῶν ἐπιστρεφόντων καὶ παροικεῖν μελλόντων αὐτῇ, οἵτινες πάλαι, πεφευγότες τὸν Θεὸν, ἐπανήξουσι πρὸς τὸν ἑαυτῶν Δεσπότην· Παροικήσουσί σοι φυγάδες Μωάβ. Καὶ σκεπασθήσονται οὗτοι (φησὶ) παρ᾽ ὑμῖν, μηδὲν πεισόμενοι ἀπὸ προσώπου διώκοντος. Οἱ γάρ ποτε συμμαχοῦντες, οὗτοι διῶκται γενήσονται, πολεμοῦντες αὐτῷ, διὰ τὴν πρὸς τὸν ἀληθινὸν Θεὸν ἐπιστροφήν. —Ἐπεὶ οὖν ἐγένοντο ὡς, πετεινοῦ ἀνιπταμένου, νεοσσὸς ἀφῃρημένος, ἤρθη μὲν τῆς πονηρᾶς προστασίας καὶ τοῦ μοχθηροῦ ἄρχοντος ἠλευθερώθη, ὃς ἀπώλετο δι᾽ ὑπερηφανίαν καὶ τυραννίδα πατῶν πάντας.

Ἐφ᾽ ᾧ ἀρθέντι ἐπάγει ἡ προφητεία τὰ ἐσόμενα ἀγαθά· Ὁ θρόνος γὰρ (φησὶ) καὶ ἡ βασιλεία Δαβὶδ κατορθωθήσεται. Ἐπεὶ οὖν πάντες βασιλευθήσονται ὑπὸ τοῦ Χριστοῦ (κατὰ τὸ εἰρημένον, ὅτι Δεῖ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ) τὸν θρόνον εἶπε διορθωθήσεσθαι, τῷ διορθώσεως τυγχάνειν τὰ βασιλευόμενα· ὅπερ γίνεται οὐ κατὰ τὴν ἀξίαν τῶν μελλόντων βασιλεύεσθαι, ἀλλὰ κατὰ τὸν ἔλεον καὶ τὴν χρηστότητα τοῦ Θεοῦ. Καθεδεῖται οὖν (φησὶν) ὁ Δαβίδ, τουτέστιν ὁ ἱκανὸς χειρὶ καὶ δυνάμει ὁ Χριστὸς, μετὰ ἀληθείας. Καὶ βασιλεύσει ἐν σκηνῇ, ἕως ποιήσῃ κρίνων τὴν ἐπὶ πᾶσι κρίσιν.

Ἡ δὲ μετὰ ἀληθείας καθέδρα δείκνυσι τὸν τοῦ ψεύδους ἀφανισμόν. Βασιλεύσει δὲ, ἕως ποιήσῃ κρίσιν. Τὴν ἐπὶ πᾶσιν αὐτοῦ δικαιοκρισίαν παρίστησι, καθ᾽ ἣν, οὐχ ὡς ἔτυχεν, ἀποφαίνεται περὶ ἑκάστου, ἀλλ᾽ ἐκζητῶν τὸ πρέπον καὶ τὸ ἁρμόζον, ὡς πρὸς τέλος ἀγαθὸν φέρειν ἑκάστῳ τὸ κρίμα, ἠπειγμένως κατασπεύδων καὶ κατεπείγων τὴν δικαιοσύνην, οὐχὶ δὲ ἀνειμένως οὐδὲ βάδην, ἀλλὰ πάσῃ σπουδῇ ἐργαζόμενος αὐτήν.

Ἠκούσαμεν τὴν ὕβριν Μωάβ· ὑβριστὴς σφόδρα· τὴν ὑπερηφανίαν αὐτοῦ ἐξῆρα· καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι. Τοῖς κατοικοῦσι Σεδὲκ, μελέτησις, καὶ οὐκ ἐντραπήσῃ. Τὰ πεδία Ἐσεβὼν πενθήσει.

Ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς, ὡς μὴ ἠρτημένα τῶν προτέρων ἀναγνωστέον. Πολλαχοῦ δὲ ἡ Γραφὴ διὰ τῶν χρηστοτέρων ἀναπνεῦσαι ποιοῦσα τὸν ἀκροατὴν καὶ ἐνιδεῖν τῇ χρηστότητι τοῦ Θεοῦ καὶ τῷ κατ᾽ αὐτὴν ἐσομένῳ τέλει, ἐπαναλαμβάνει (εἰς ἐπιστροφὴν ἡμῶν) τὰς ἀπειλὰς καὶ τὰ περὶ τῶν κολάσεων.

Οἱ γὰρ πλείονες τοιούτων δεόμεθα, ἵνα μὴ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας καταφρονοῦντες, κατὰ τὴν σκληρότητα ἑαυτῶν καὶ ἀμετανόητον καρδίαν, θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Τοιοῦτον γάρ τι εὑρίσκομεν καὶ παρὰ τῷ Ψαλμῳδῷ· Χρηστὸς Κύριος τοῖς σύμπασι. Καὶ πολλὰ εἰπὼν περὶ χρηστότητος (ὅτι ὑποστηρίζει τοὺς καταπίπτοντας ὅτι δίδωσι τὴν τροφὴν ἐν εὐκαιρίᾳ) οὐκ ἐν τούτοις κατέληξεν, ἀλλ᾽ ἐπιφέρει· Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ ἐνταῦθα τοίνυν πολλὴν τοῖς ἐπιστρέψασι ἐμφήναντα χρηστότητα τὰ εἰρημένα, ἀπ᾽ ἄλλης ἀρχῆς τὰ πικρότερα πάλιν ἐπανατείνεται.

Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Ἐπὶ τὸν ἄρχοντα τοῦ κόσμου τούτου, τὸν πρῶτον τὴν ἀποστασίαν καινοτομήσαντα, τὸν ἐξυβρίσαντα εἰς τὸν Κτίστην, τὸν ἐνυβρίζοντα τοῖς ἀνθρώποις καὶ καταπατήσαντα αὐτοὺς ὕβρει καὶ ὑπερηφανίᾳ, εἴρηται ταῦτα. Οὗτος γάρ ἐστιν ὁ καθυβρίζων τοὺς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν ὡς ἀνδραποδώδεις καὶ διὰ τὴν ἄγνοιαν οὐδὲν αὐτῶν διαφέροντας. Οὗτος ὁ ἐνεργῶν ἑκάστῳ τὴν λοιδορίαν· οὗτος ὁ ἀναπείθων τοὺς αἱρέσεών τινων προεστῶτας ἀδικίαν μὲν εἰς τὸ ὕψος λαλεῖν, εἰ δέ ποτε εἰς ζήτησιν συγκαταβαίνοιεν, διδάσκων τὸν μὲν λόγον μὴ βασανίζειν, ὑβρίζειν δὲ τὸν δυνάμενον ἐλέγχειν τὴν ἀτοπίαν τῶν δογμάτων αὐτοῦ. —Θεραπεύων οὖν αὐτὸν ὁ Κύριός φησι· Τὴν ὑπερηφανίαν αὐτοῦ ἐξῆρα. Ὡς γὰρ νόσου ἀφαίρεσίς ἐστι τὸ πονηρὸν τῆς ἀλαζονείας πάθος. Ἀλλὰ Καὶ ἡ ὕβρις αὐτοῦ (φησὶ) καὶ ἡ μῆνις αὐτοῦ. Ἰδιόκτητα τοῦ Μωὰβ τὰ πάθη ταῦτα· πονηρῶν κτημάτων δεσπότης ὁ Μωὰβ, ὕβρεως μὲν τῆς ἐπ᾽ ἀτιμίᾳ τοῦ πλησίον ἐπινοουμένης, μήνιδος δὲ τῆς ἐμμόνου καὶ παρατεταμένης ὀργῆς.

Εἶτα ἐπιφέρει· Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀνειδίζει τὴν παλαιὰν ἐπίνοιαν τοῦ Μωὰβ, μηδὲν τῆς τοῦ Βαλαὰμ μαντείας δυνηθείσης ποιῆσαι τῷ Ἰσραὴλ, ἐπείπερ Κύριος ὁ Θεὸς ἔστρεψε τὸ στόμα αὐτοῦ ἀπὸ κατάρας εἰς εὐλογίαν.

Οὐχ οὕτως (φησὶν) ἡ μαντεία σου, οὐχ οὕτως. Μετεπέμψατο γὰρ Βαλὰκ, υἱὸς Σεπφὼρ, βασιλεὺς Μωὰβ, τὸν Βαλαὰμ τὸν μάντιν, οὗ τὰ μαντεῖα ἐν ταῖς χερσὶν ἦν, καὶ εἶπεν· Ἐπάρασαί μοι τὸν λαὸν τοῦτον. Οὐχ οὕτως οὖν ἀπήτησε τὰ μαντεῖα, αὐτοῦ ἀποκριναμένου τοῦ Βαλαάμ· Τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; καὶ τί καταράσομαι, ὃν μὴ καταρᾶται ὁ Θεός; —Εἶτα προφητεύει ὀλολυγμὸν τῇ Μωαβίτιδι· Ὀλολύξει γὰρ (φησὶν) Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν. Ἐπεὶ οὖν ὁ ὀλολυγμὸς φωνὴ ὀδυνηρά ἐστιν ὑπὸ γυναικῶν, ὡς τὰ πολλὰ, ἐν πένθει βαρυτάτῳ κεκρατημένων ἀφιεμένη, δείκνυσι καὶ τῆς πληγῆς τὸ ἀλγεινὸν καὶ τῶν πασχόντων τὸ ἀσθενὲς, ἐκ τοῦ λέγειν ὅτι Ὀλολύξει Μωάβ.

Τοῖς κατοικοῦσι Σεδὲκ, μελέτησις. Ταύτην τὴν φωνὴν, ἀσαφῶς ἔχουσαν, οἱ λοιποὶ σαφηνίζουσιν· ὁ γὰρ Σύμμαχός φησι· Τοῖς εὐφραινομένοις ἐν τῷ τείχει ὀστρακίνῳ φθέγξασθε. Εἰσί τινες οἱ μέγα φρονοῦντες ἐπὶ διαλεκτικῇ, καὶ οἱονεὶ τεῖχος ἀκαθαίρετον τὴν ἀπ᾽ αὐτῆς βοήθειαν τοῖς δόγμασι περιβάλλοντες. Οὗτοι τοίνυν εὐφραινόμενοι, εὑρίσκονται ἐν τῷ τείχει τῷ ὀστρακίνῳ. Καὶ ἵνα δειχθῇ, τί τὸ ὀστράκινον τεῖχος, προσέθηκε τὸ Φθέγξασθε.

Τί δ᾽ ἂν ὀστράκου γένοιτο εὐαλωτότερον; Οἱ ἐν εὐτελέσι καὶ οὐδενὸς λόγου ἀξίοις μύθοις ἐναβρυνόμενοι, οὗτοι εὐφραίνονται ἐν τῷ τείχει τῷ ὀστρακίνῳ φθεγγόμενοι. Τοῦτό ἐστι τὸ Τοῖς κατοικοῦσι Σεδὲκ, μελέτησις.

Ἀγαθὴ μὲν οὖν μελέτησις, τὸ μελετᾷν τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτός· πονηρὰ δὲ ἡ τῶν Μωαβιτῶν, ὅτι ἔσται τοῖς κατοικοῦσι Σεδὲκ μελέτησις. Οἱ τοίνυν μελετῶντες ἐπ᾽ αἰσχύνης ἀξίοις λόγοις οὐκ ἐντραπήσονται. Διὰ τοῦτο Τὰ πεδία Ἐσεβὼν πενθήσει. Τιμωρία τοῦ μὴ ἐντρέπεσθαι, ἡ ἀφορία τῶν πεδίων Ἐσεβών. Ἔστι δὲ πόλεως ὄνομα Μωαβιτικῆς, εὐρυχωρίαν ἐχούσης ἐν τοῖς περικειμένοις αὐτῇ προαστείοις· ἃ διὰ τὴν πονηρὰν τῶν κατοικούντων μελέτησιν, ἄγονα ἔσται καὶ ἄκαρπα, οὐδεμίαν ὠφέλειαν τοῖς κατοικοῦσι παρέχοντα. —Εἰ δὲ δεῖ καὶ ἐκ τῆς τοῦ ῥήματος διανοίας λαβεῖν τινα ἀφορμήν, Ἐσεβὼν ὁ διαλογισμὸς ἑρμηνεύεται.

Τὰ οὖν πλήθη τῶν ματαίων διαλογισμῶν (ἃ πεδία ὠνόμασται) πενθήσει, ὡς εἰς οὐδὲν προχωρούσης τῆς οἱονεὶ πονηρίας τῶν ἀσεβῶν δογμάτων. Ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Οὐ μὴ συνάψητε· πλανήθητε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. διέβησαν γὰρ τὴν θάλασσαν. Καὶ διὰ τοῦτο κλαύσονται (ὡς τὸν κλαυθμὸν Ἰαζὴρ) ἄμπελον Σεβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα καταπεσοῦνται.

Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσωσιν εἰς τὰ ὑπολήνια οἶνον· πέπαυται γάρ. Κατόπιν εἴρηται· Τὰ πεδία Ἐσεβὼν πενθήσει· νῦν πρόσκειται ὅτι καὶ Ἄμπελος Σεβαμά (ἀπὸ κοινοῦ τὸ πενθήσει).

Ἑκάστου τοίνυν ἔθνους λέγεταί τις ἄμπελος, οἷον Σοδόμων καὶ Γομόῤῥας ἰδιάζουσά ἐστιν ἡ ἄμπελος. Διὸ γέγραπται τὸ ὅτι Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Οὕτως ἐστὶ καὶ ἡ Αἰγυπτίων ἄμπελος, ἣν πατάσσει ὁ Θεὸς, κατὰ τὸ εἰρημένον· Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. —Ἔστι δέ τις ἄμπελος, ἣν ἐφύτευσεν ὁ Κύριος· Ἄσω γὰρ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι.

Πάλιν ἀμπελὼν ἡ βασιλεία τοῦ Θεοῦ εἴρηται, ὡς ὁ Κύριος παρέστησε διὰ τῆς παραβολῆς τῶν γεωργῶν, τῶν ἐκλαβόντων μὲν τὸν ἀμπελῶνα, τοὺς δὲ καρποὺς μὴ ἀποδιδόντων. Ἀρθήσεται γὰρ (φησὶν) ἀφ᾽ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει, ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ὡσεὶ ἔλεγε· τὰ θεῖα λόγια ἀφ᾽ ὑμῶν ἀρθήσεται, ὁ νόμος καὶ οἱ Προφῆται, διὰ τὸ μὴ πολιτεύεσθαι ὑμᾶς κατὰ τὸ βούλημα αὐτῶν· καὶ δοθήσεται τὰ νοήματα ἔθνει, διὰ τῆς πολιτείας, ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. Ὡς οὖν ἐνταῦθα ἄμπελος ὁ λόγος τῆς ἀληθείας, οὕτως ἄμπελος Αἰγύπτου ὁ λόγος ὁ ψευδὴς ἐμπολιτευόμενος τοῖς Αἰγυπτίοις, παρὰ τοῦ κοσμοκράτορος τοῦ σκότους τούτου παραδεδομένος αὐτοῖς εἰς γεωργίαν.

Καὶ ἀμπελὼν πεφυτευμένος ἐν Σοδόμοις ὁ πονηρᾷ συνηθείᾳ τοῦ βίου ὑπὸ κακῶν τῶν ἐκεῖ μισθαρνουμένων τῷ διαβόλῳ ἐκπονούμενος. Οἱ οὖν τὰ ἐκείνου μαθόντες καὶ τὰ τοῦ Κυρίου δόγματα ἀποβάλλοντες, ἐξεῤῥίζωσαν μὲν ἑαυτοὺς ἀπὸ τῆς ἀμπέλου τοῦ Θεοῦ τῆς ἀληθινῆς, τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. —Ἠγάγοντο δὲ ἀπὸ Σοδόμων καὶ Γομόῤῥων τὴν κληματίδα, διὸ καὶ γεωργοῦσι σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· καὶ θυμός ἐστι δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.

Καὶ ἡ τοίνυν λεγομένη ἄμπελος Σεβαμὰ, ἐπειδὴ ἑρμηνεύεται τὸ Σεβαμὰ ἐπιστροφὴ, τάχα λόγος τίς ἐστι ἐσχηματισμένος, προσποιούμενος μὲν ἔχειν τινὰ εὐλάβειαν καὶ ἀναχώρησιν ἀπὸ τῶν πονηρῶν προσκλήσεων, ἐν δὲ τῷ σχηματισμῷ τούτῳ ὑπαγόμενος πολλοὺς εἰς τὴν οἰκείαν διαστροφήν. Εὕροις δ᾽ ἂν καὶ πολλοὺς τῶν ἑτεροδοξούντων ἐπιστρεπτικοὺς καὶ εἰς βίον τεταγμένον προτρεπτικοὺς λόγους· οὕς τινας ἐὰν νοήσωμεν οὐκ ἀληθινῶς ἐπιστρέφοντας, ἀλλ᾽ ἐγκαθέτους ἐπὶ θεοσεβείᾳ τῶν πολλῶν προβαλλομένους, ἐπιφθεγξώμεθα εὐκαίρως, ὅτι τῶν τοιούτων τὸ γεώργιόν ἐστιν ἄμπελος Σεβαμά, τουτέστιν οὐ περὶ θεοσεβείας μὲν, οὐδὲ περὶ τῆς ὑγιοῦς θεολογίας διδασκαλία, περὶ σεμνότητος δὲ καὶ περὶ τοῦ κοινωνικοῦ καὶ μεταδοτικοῦ ὑποθῆκαί τινες. Τοῦτό ἐστιν ἄμπελος Σεβαμὰ, ἡ ὑπὸ Μωαβιτῶν γεωργουμένη, ἥτις, πολλὰ ποιοῦσα τὰ ἑαυτῆς γεννήματα, καταπίνειν τὰ ἔθνη λέγεται.

Οἱ γὰρ ἀλλοτρίων δογμάτων προεστηκότες, διὰ τῆς διαλεκτικῆς, ἧς γεγυμνασμένοι τυγχάνουσι, καὶ πάσης τῆς ἐν λόγοις ἱκανότητος, ἡττῶντες τοὺς ἀφιλοσόφους καὶ πολλοὺς τῶν ἀνθρώπων, οἱονεὶ καταπίνουσι τοὺς ἁλισκομένους. Πρὸς οὖν τούτους ὁ λόγος, ὅτι Ὑμεῖς, οἱ καταπίνοντες τὰ ἔθνη.

Καταφρονήσαντες τῶν τοιούτων λόγων, καταπατήσατε αὐτούς. Οὐ γὰρ δυνήσεσθε, ἐκ τοῦ περὶ ταῦτα ἀσχολεῖσθαι, συνάψαι ἑαυτοὺς καὶ ἑνῶσαι τῇ Ἰαζὴρ, ἥτις ἑρμηνεύεται ἰσχύς. Ἀδύνατον οὖν ἐστιν ὑμᾶς τὴν ἰσχὺν τὴν ἐκ τοῦ Πνεύματος, ἐγγινομένην τοῖς ὀρθῶς πορευομένοις ὑποδέξασθαι, ἐὰν μὴ τὰς ἀμπέλους τὰς Σεβαμὰ καταπατήσητε. Ἐπιλάθεσθε τῆς ὑμετέρας ἐρημίας καὶ μηκέτι αὐτῇ ἐνδιατρίβητε· ἀλλ᾽ ἀποπλανηθέντες αὐτῆς καὶ καταλιπόντες, κρείττοσι χωρίοις ἐνδιατρίψατε.

Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. Εἰσί τινες ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ, οἵτινες ἐγκαταλελειμμένοι εἰσὶν ἀπὸ Θεοῦ. Μὴ τοίνυν ἐξαπατάτωσαν ὑμᾶς, ὡς ἔχοντες ἰσχὺν τοῖς πράγμασιν· ἀβοήθητοι γάρ εἰσι καὶ ἐγκαταλελειμμένοι. —Οὗτοι δὲ αὐτοὶ καὶ διέβησαν τὴν θάλασσαν. Τί δὲ καὶ τοῦτο αἰνίσσεται, κατανοητέον· ἀξίως διὰ τοῦτο ἐγκαταλελεῖφθαί τινας, ἐπεὶ ψεκτὸν πεποιήκασι, τὸ διαβῆναι τὴν θάλασσαν. Δοκεῖ τοίνυν μοι τὴν θάλασσαν λαμβάνειν εἰς τοὺς πειρασμοῦς πικροὺς, τυγχάνοντας τοῖς πειραζομένοις. Τοιοῦτον γάρ ἐστι τὸ Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Οὐκοῦν ὁ μὲν ἀθλητὴς οὐ φεύγει τὰς περιστάσεις, οὐδὲ διαβαίνει τὴν θάλασσαν, ἀλλ᾽ ὁμόσε χωρεῖ τούτοις καὶ ὑπέρχεται παντὶ πειρασμῷ. Οἱ δὲ (ὑπὲρ τοῦ μὴ διώκεσθαι) τοῖς ἔθνεσι συμπεριφερόμενοι, καὶ ὑπὲρ τοῦ μὴ ἀγωνίζεσθαι καὶ πονεῖν κατὰ τῶν σωματικῶν ὀρέξεων, ἐνδιδόντες πρὸς τὰς ἡδονὰς, οὗτοι διέβησαν τὴν θάλασσαν.

Μετὰ τοῦτο λέγεται· Διὰ τοῦτο κλαύσονται, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελον Σεβαμά. Μήποτε οὖν κλαυθμὸς Ἰαζὴρ τῆς ἰσχύος ἐστὶ κλαυθμὸς, ὃν κλαίουσι μακαριστῶς οἱ ἰσχυροὶ, στενάζοντες μὲν τῇ εἰς τὸν βίον παροικίᾳ, καὶ βαρυνόμενοι ἐπ᾽ αὐτῇ, ποθοῦντες δὲ τῇ ψυχῇ καὶ ἐκλείποντες εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἢ μήποτε ὡς κλαίεται ἰσχὺς ὑπὸ νόσου μαρανθεῖσα, παρὰ τὸ μὴ παρεῖναι τῷ ποτε αὐτὴν κεκτημένῳ, οὕτω καὶ ὁ κλαυθμὸς τῆς ἀμπέλου Σεβαμὰ γενήσεται, ὡς ἀπομαρανθείσης καὶ πυρὶ μελλούσης παραδίδοσθαι.

Μετὰ τοῦτο πρὸς τὴν Μωαβῖτιν λέγεται· Τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλή. Οὐκοῦν τὰ δένδρα τῆς Μωαβίτιδος ἡ Ἐσεβὼν καὶ Ἐλεαλὴ κατέβαλε. Τί δὲ καὶ ἀπὸ τούτων δηλοῦται, φέρε, κατὰ τὸ δυνατὸν, παραστήσωμεν. Ἑρμηνεύεται ἡ μὲν Ἐσεβὼν, λογισμοί· ἡ δὲ Ἐλεαλὴ, Θεοῦ ἀνάβασις. Καταβάλλεται οὖν ἄμπελος ἀλλοτρία καὶ δένδρα ὅσα οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, καὶ ἀνατρέπεται ἡ φυτεία τῶν ἑτεροδόξων ὑπὸ λογισμῶν ὀρθῶν καὶ τῆς ἀνόδου, τῆς πρὸς Θεὸν ὑψούσης ἡμᾶς δι᾽ ἔργων ἀγαθῶν. Μακάριος οὖν ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὁ οὖν ἔχων ἐπὶ τὴν καρδίαν αὐτοῦ τὰς τοῦ Θεοῦ ἀναβάσεις καὶ τῶν ἑαυτοῦ λογισμῶν ἐπιμέλειαν ποιούμενος, δυνατὸς ἔσται τὰ τῶν ἑτεροδόξων καταστρέφεσθαι δόγματα, κακῶς πεφυτευμένα καὶ ἐπ᾽ ὀλέθρῳ καρποφοροῦντα.

Ἔπειτά φησιν, ὅτι Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα καταπεσοῦνται. Ἐπειδὴ γὰρ ὃν θερίζει σῖτον καὶ ὃν τρυγᾷ οἶνον, ἐναντίως ἔχουσι τῷ ἄρτῳ, τῷ στηρίζοντι καρδίαν ἀνθρώπου, καὶ οἴνῳ, τῷ εὐφραίνοντι καρδίαν ἀνθρώπου ὡς ἀγαθὸς ὁ Θεὸς πατεῖ, οὐκ ἐῶν γενέσθαι τροφὴν ἢ ποτὸν τοῖς δι᾽ ἄγνοιαν τῆς παρ᾽ αὐτῶν βλάβης ἀδιακρίτως προσφερομένοις. Ἐπὶ οὖν Τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. —Δύναται τοῦτο καὶ πρὸς τὸ σωματικὸν οἰκοδομεῖν ἡμᾶς, ὅτι πολλοὶ ἐν ταῖς χερσὶν ἔχοντες τὴν συλλογὴν τῶν καρπῶν, ἀθρόᾳ τινὶ πληγῇ (ἐκ χαλάζης, ἢ ἐξ ἄλλης τινὸς μάστιγος) ἀπώλεσαν τὰ προσδοκώμενα, διὰ τὸ ἀχάριστον καὶ πλεονεκτικὸν τῶν ἀνθρώπων, οὐκ ἐάσαντος τοῦ Θεοῦ εἰς ἀπόλαυσιν αὐτοῖς ἀφικέσθαι.

Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων· καὶ οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια· πέπαυται γάρ. Ἤρθη μὲν οὖν εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων. Ἀφῃρέθη ἀπὸ τοῦ Ἰσραὴλ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ ἐδόθη ἔθνει, ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. Δύναται δὲ καὶ κατὰ τὸ σωματικὸν νοεῖσθαι ἡ λέξις, ὅτι αἴρεται πᾶσα εὐφροσύνη τῶν ἀθρόως ἀφαιρουμένων τὰς ἐπὶ τῇ συγκομιδῇ τῶν γεωργουμένων ἐλπίδας. —Ἢ, ἐπειδὴ ἄμπελον εἴπαμεν τὸν ψευδῆ λόγον, δύναται δὲ νοηθῆναι, ὅτι ἡ ἀπὸ πάσης ψευδωνύμου γνώσεως ἐγγινομένη τοῖς ἠπατημένοις εὐφροσύνη, ὡς ἀπὸ ἀμπέλου γεωργούσης φαντασίαν εὐφροσύνης, οὐχὶ δὲ ἀλήθειαν ἀφαιρεῖται, ὡς μηκέτι εἶναι τοὺς ἀπατωμένους.

Οὐκέτι γὰρ εὐφρανθήσονται ἐπὶ τοῖς ἐλεγχθεῖσιν οἱ πρότερον αὐτὰ θαυμάζοντες, οὐδὲ γεωργήσουσι Μωαβιτικὴν σταφυλὴν οἱ διδαχθέντες τὴν ἀπ᾽ αὐτῆς ἀκολουθοῦσαν τοῖς πίνουσι βλάβην. —Τάχα δὲ καὶ ὑπολήνιά εἰσιν δεχόμεναι τὴν μοχθηρὰν διδασκαλίαν ψυχαί.

Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας, καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. Καὶ ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι Αὐτόν. —Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν.

Ἡ κοιλία τοίνυν τοῦ Προφήτου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει, τουτέστιν εὐαρμόστως καὶ μουσικῶς ἦχον ἀποτελέσει εὔρυθμον, ἀπὸ τῆς ἐπιστήμης τοῦ κρούοντος αὐτὴν τεχνικῶς. Κοιλίαν δὲ λέγει, ὃ ἀλλαχοῦ ὁ Ψαλμῳδὸς ἐντὸς εἴρηκεν· Εὐλόγει γὰρ (φησὶν) ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τίς γὰρ τοῖς ἐντὸς ἑαυτοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυρίου, ἢ τῇ φύσει τῶν ἔσωθεν τῶν διαλογισμῶν ἐξερχομένων; ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχθηροὶ τυγχάνουσι· φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καὶ ὀφθαλμὸς πονηρός· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι· φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικὸν καὶ εὔφημον, καὶ αἱ κατὰ Θεὸν μαρτυρίαι, καὶ ὁ ὀφθαλμὸς καθαρὸς, καὶ τὰ ὅμοια τούτων. ᾯ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν.

Καὶ Ἡσαΐας τοίνυν εἶχε τὰ ἐντὸς ἑαυτοῦ, ὡς τεῖχος, ὃ ἐνεκαίνισεν ὁ Θεός. Οὕτω γὰρ κατεσκεύαστο ἐκ τῆς εἰς αὐτὸν τοῦ Λόγου χάριτος ἀνακαινιζούσης τὸν ἔσω ἄνθρωπον· καὶ ἦσαν αὐτοῦ οἱ διαλογισμοὶ οἱονεὶ τεῖχος ἀκαθαίρετον, ὡς μηδεμίαν διδόναι παρείσδυσιν τοῖς χείροσι λογισμοῖς, μηδὲ τοῖς περικαθεζομένοις ἐχθροῖς εἰς ἐπήρειαν. —Καλὸν οὖν ἐστι ταῦτα ἐννοήσαντας ζηλῶσαι καὶ ὁμοίως εἰπεῖν τῷ Προφήτῃ τὸ Ἡ κοιλία μου ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας.

Καὶ ἔσται (φησὶν) εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς. Πρὸς τὸν αὐτὸν ὁ λόγος. Τί οὖν βούλεται τὸ τολμηρῶς δοκοῦν εἰρῆσθαι, τὸ Ἔσται εἰς τὸ ἐντραπῆναί σε; Διὰ τοῦτο μοι (φησὶν) ἰσχυροὺς ἐχαρίσω ἔνδοθεν τοὺς διαλογισμοὺς, ὥστε τοὺς νῦν μὴ ἐπιστρέφοντας ἐπὶ σὲ ἐντραπῆναί σε διὰ τῶν ἐλέγχων τῶν προσαγομένων αὐτοῖς, ἐκ τῆς τῶν δεδομένων μοι λογισμῶν εὐτονίας. —Λείπει οὖν τὸ αὐτούς, ἵνα ὑγιῶς τῶν ῥημάτων ὁ νοῦς ἀποδοθῇ· Καὶ ἔσται εἰς τὸ ἐντραπῆναι αὐτούς σε. —Ὥσπερ γὰρ οἱ ἐν τοῖς πολέμοις ἀντιπρόσωποι ἑστῶτες, ἕως μὲν ἰσοπαλεῖς δοκοῦσιν εἶναι, οὐ τρέπονται, οὐδὲ ἐκκλίνουσιν, ἐπειδὰν δὲ ὑπερέχῃ αὐτῶν τὸ ἕτερον μέρος, τραπέντες φεύγουσιν, —οὕτω καὶ ψυχὴ ὑπὸ ἀναιδείας παρατεταγμένη ἕστηκεν, οὐκ ἐντρεπομένη, ἐλεγχθεῖσα δὲ ὑπὸ λόγου καθαπτομένου αὐτῆς, τρέπεται πρὸς αἰσχύνην. Καὶ ἐπειδὴ ἐν τῷ κρυπτῷ τοῦ ἀνθρώπου γίνεται ἡ τροπὴ, ἐντροπὴ προσηγόρευται. —Διὰ τοῦτο οὖν ἡ κοιλία ἠχήσει, καὶ τὰ ἐντὸς ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισεν ὁ Θεὸς τοῦ Προφήτου, ἵνα μεταβάλωσι καὶ ἐντραπῶσι, τοῦ αἰδεῖσθαι Θεὸν, πρότερον οὐκ ἐπιστάμενοι τὴν ὠφέλιμον αἰσχύνην.

Ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι Αὐτόν. Τὸν ἐπὶ τέλει ἀφανισμὸν πάσης εἰδωλολατρείας ἐκ τῆς τοῦ Λόγου ἐπιφανείας προφητεύει νῦν ὁ Ἡσαΐας, ὅτι μάταιοι πάντες οἱ ἐπὶ ταῖς κατασκευαῖς τῶν ναῶν μόχθοι, καὶ αἱ ἀνωφελεῖς εἰς τὰ χειροποίητα ἐλπίδες. Προσεύξονται γὰρ (φησὶ) καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι Αὐτόν. Τοῦτο νῦν ἐπὶ τῆς Χριστοῦ ἐπιδημίας πεπλήρωται. Ἀντὶ σκοπέλων μὲν γὰρ ἑστήκασιν οἱ ναοὶ, οἱ περιβόητοι· οὐκέτι δὲ αἱ ἀπὸ τῶν δαιμόνων ἀπάται, φυγαδευθείσης τῆς ἀντικειμένης δυνάμεως διὰ τὸ μυστήριον τοῦ σταυροῦ, τοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην κεκηρυγμένου.

Τοῦτο γὰρ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Οἷον ἐπίλογός ἐστι παντὸς τοῦ ῥήματος τοῦ κατὰ τῆς Μωαβίτιδος κεκηρυγμένου· Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος. Προτέτακτο μὲν γὰρ ἡ λέξις οὕτως ἔχουσα· Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος· ἐπιλέγεται δὲ παντὶ τῷ μέρει τῆς περικοπῆς· Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησε. —Τί ἐστιν Ὁπότε καὶ ἐλάλησε;

Δείκνυσι τὸ σπάνιον τῆς τοῦ Θεοῦ πρὸς τοὺς Μωαβίτας γινομένης φωνῆς. Τῷ μὲν γὰρ Ἰσραὴλ συνεχῶς διαλέγεται, τοῖς δὲ ἔθνεσιν ὡς τὰ πολλὰ σιωπᾷ, ὡς ἀλλοτρίοις τῆς ἑαυτοῦ μερίδος. Οὐ μὴν παντελῶς ἀποκρύπτει τὸν λόγον, ἀλλὰ καὶ τούτους γεύει τῆς ἑαυτοῦ φιλανθρωπίας, ἵνα διὰ τῆς ἐν ὀλίγοις πείρας, πρὸς τὴν τῶν τελείων ἐπιθυμίαν ὁρμῶσιν ... Ἐπεὶ οὖν σπανιάκις λαλεῖ τοῖς Μωαβίταις, διὰ τοῦτο εἴρηται, ὅτι Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος, ὁπότε καὶ ἐλάλησεν.

Καὶ νῦν λέγω· ἐν τρισὶν ἔτεσιν (ἐτῶν μισθωτοῦ) ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. Διὰ τούτων δοκεῖ μοι ὁρίζειν χρόνον κολάσεως τῇ Μωὰβ, ὃν ὠνόμασε τρία ἔτη μισθωτοῦ. Ἐπεὶ οὖν εἰς τρία μέρη ἡ πᾶσα τοῦ χρόνου διαιρεῖται φύσις, τὸ τέλειον τοῦ χρόνου παραστῆσαι βουλόμενος, τρία εἶπεν ἔτη. Ἐν οὖν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ. —Ὁ μισθωτὸς καὶ ἐν τῷ Εὐαγγελίῳ διαβέβληται ὑπὸ τοῦ Σωτῆρος, λέγοντος· Ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὔκ ἐστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Καὶ πάροικος δὲ καὶ μισθωτὸς τοῦ ἱερέως οὐκ ἔδεται ἅγια, κατὰ τὸν νόμον.

Ἐξεμίσθωσεν οὖν ἑαυτὸν ὁ Μωὰβ, καὶ γέγονε μισθωτός. Οὐ γὰρ ἠγάπησε τὸν Θεὸν, ἀλλὰ φαντασίᾳ μισθῶν καὶ ἐλπίδι οἰκείας ὠφελείας, οὐχὶ δὲ τῇ πρὸς τὸ γινόμενον διαθέσει, ἔπραττεν ὃ ἔπραττε. Τρισὶν οὖν ἔτεσιν ἀτιμασθήσεται ἐτῶν μισθωτοῦ. Ὡς οὖν ὁ ποιμὴν ὁ μισθωτὸς οὔκ ἐστι ποιμὴν, οὕτω καὶ ὁ ποιῶν ἐλεημοσύνην εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν καὶ οὔκ ἐστιν ἐλεήμων, οὐδὲ κοινωνικός. Καὶ ὁ σώφρων διὰ τὴν ἀνθρωπίνην ἀρέσκειαν, οὔκ ἐστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ᾽ αὐτῆς δόξαν θηρώμενος. Ἄτιμοι τοίνυν παρὰ Θεῷ οἱ πρὸς ἔνδειξίν τι ποιοῦντες.

Ὥστε καὶ ὁ Μωὰβ ἐν τρισὶν ἔτεσιν ἐτιμασθήσεται, τουτέστιν ἐν παντὶ τῷ μέτρῳ τοῦ χρόνου· ἀτιμίαν δὲ μισθωτοῦ, διὰ τὸ μὴ ἐκ διαθέσεως, ἀλλ᾽ ἐπίπλαστον αὐτῷ εἶναι τὸ ἔργον τῆς ἀρετῆς. Ἀτιμάζεται δὲ Ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ. Ὅσον γὰρ αὐτῷ περιῆν τῆς ἐνταῦθα ὑπολήψεως, τοσοῦτον μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ, ἀποδοθήσεται τῆς αἰσχύνης ὁ μισθός. Καὶ ὁ πολλὴν συνάγων ταῖς χερσὶν ἀκαρπίαν, πλείονα ἔχει ὕλην τῆς ἐπιφερομένης αὐτῷ ἀτιμίας· καὶ ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει καὶ ἐλεύσεται ἐπὶ παγίδας θανάτου. —Καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. Εὐεργεσία τῶν ἐπὶ κακίᾳ συγκεκροτημένων, ἡ ἐντεῦθεν παίδευσις.