Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 1ο κεφάλαιο (Μέρος Β'): Κρίση της Σιών και καθαρμός της αμαρτίας

Η πνευματική πορνεία της Ιερουσαλήμ, η απληστία των αρχόντων, η δίκαιη ανταπόδοση του Θεού και η απομάκρυνση των ειδώλων μέσω του καθαρτικού πυρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 17

Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Θαυμαστικὴ ἡ ἐπαπόρησις, πολὺ τὸ ἐκπληκτικὸν ἐμφαίνουσα ἐπὶ τῷ παραδόξῳ, περὶ τοῦ τίνα τρόπον ἡ πιστὴ πόλις καὶ πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐπανεπαύσατο, αὕτη ἐγένετο πόρνη καὶ φονευτῶν οἰκητήριον. Πῶς γὰρ οὐ θαύματος ἄξιον λυπηροῦ, πόλιν ὅλην ἀπὸ τῆς ἐν πίστει καθαρότητος εἰς τὴν ἐκ πορνείας ἀκαθαρσίαν μεταπεσεῖν, ὅπου γε καὶ μίαν ψυχὴν ἀπὸ τοῦ παγίως πιστεύειν εἰς τὴν ἐξ ἀπιστίας πορνείαν περιτραπῆναι, τῶν παραδόξων; —Πότε δὲ ταῦτα κατηγορεῖται, ἢ ὅτε πονηρὰ γενεὰ καὶ μοιχαλὶς γενομένη, τὴν διακύψασαν ἐξ οὐρανοῦ καὶ ἀναπαυσαμένην ἐν αὐτῇ δικαιοσύνην ἐφόνευσαν, τὸν Χριστὸν καὶ Κύριον ἡμῶν; Ὃ καὶ ἐπιτείνει τὸ θαῦμα, καὶ μεῖζον ποιεῖ τὸ παράδοξον, εἰ ὅτε ἡ δικαιοσύνη παρῆν, ὑπερπλεόνασεν ἡ ἀδικία. Καὶ ταῦτα ἐποίει, τοὺς ὑγιεῖς περὶ κρίσεως λόγους οὐκ ἀγνοοῦσα. Τοῦτο γάρ ἐστι τὸ Πλήρης κρίσεως.

Σημειωτέον δὲ, ὅτι μήτηρ ἐστὶ πορνείας ἡ ἀπιστία. Τίς γὰρ (πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν καὶ παρεῖναι τοῖς γινομένοις καὶ ἑκάστῃ πράξει παρεστάναι καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν) ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ᾽ ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γιγνομένων ὑπολαμβάνοντες, οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι.

Λέγεται δέ ποτε καὶ ἐπὶ Ἐκκλησίας (ὅπερ ἀπείη λεχθῆναι ἐπὶ τῆς ἡμετέρας) τὸ Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Ὅταν, ἀποβάλλουσα τὸν λόγον τῆς πίστεως (ᾧ ἐξ ἀρχῆς, κατὰ τὴν παράδοσιν τῶν πατέρων, συνενυμφεύθη, τῶν παραστησάντων αὐτὴν ἑνὶ Ἀνδρὶ παρθένον ἁγνὴν) πολλὰ καὶ ποικίλα παραδέχεται τοῦ λόγου σπέρματα παρὰ τῶν τὴν σεμνότητα τῶν μυστηρίων ἐκπορνευσάντων, καὶ ἐπὶ διαφθορᾷ τῶν ψυχῶν τὰ δόγματα τῆς ἀσεβείας διασπειρόντων. Λεχθήσεται καὶ ἐπ᾽ αὐτῆς δικαίως τὸ Πῶς ἐγένετο πόρνη ἡ πόλις πιστὴ Σιών; Οἱ γὰρ ἅγιοι Ἄγγελοι, οἱ τῶν Ἐκκλησιῶν τὰς προστασίας πεπιστευμένοι, γνωρίζοντες τὰ ἀρχαῖα, ἀφορῶντες καὶ πρὸς τὰ νῦν, πρὸς τούτους, ἐροῦσι θαυμαστικῶς· Πῶς ἐγένετο πόρνη πόλις πιστή; —Ἐκ τῆς πορνείας αὐτῆς καὶ φονευτὰς συναθροίσασα, φονευτὰς οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν· ἐν δολιότητι καὶ ἀπάτῃ τὴν ζωὴν ἀφαιρουμένους τῶν ἁπλουστέρων; οἱονεὶ ξίφει τινὶ τῷ λόγῳ διὰ τῆς τοῦ κόσμου σοφίας εἰς πιθανολογίαν ἠκονημένοι, θανάσιμα τραύματα ταῖς ψυχαῖς ἐμποιοῦσιν.

Εἶτα ἡ τῆς αἰτίας ἀπόδοσις, δι᾽ ἣν αἰτίαν ἐγένετο πόρνη ἡ πρότερον πιστή. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστιν ὁ τῆς πίστεως λόγος παρατετυπωμένος ἐστὶ καὶ παράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰκόνος μὴ διασώζων. Ὅτι γὰρ εἰς τοῦτο φέρει τὸ αἴνιγμα καὶ ἀργύριον ὀνομάζει τὸν λόγον τῆς πίστεως, πολλαχόθεν δείκνυται· καὶ μάλιστα ἐκ τοῦ Τὰ λόγια Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. —Ἐρευνήσατε οὖν ὑμῶν τὰ ταμεῖα τῶν καρδιῶν. Πάντα μοι περισκέψασθε ἐν ταῖς κρυπταῖς ἀποθήκαις, μή που κίβδηλος ᾖ δραχμή, τουτέστι μή που δόγμα παραπεποιημένον, οὐκ ἐκ τοῦ Πνεύματος σημειωθὲν ἐν τοῖς ἰδίοις αὐτοῦ τῆς ἀληθείας χαράγμασιν, ἃ διὰ Προφητῶν ἡμῖν καὶ Ἀποστόλων ἐχαρίσατο, ἀλλ᾽ ὑπὸ ἀνδρῶν ἐπιβούλων ὑπὸ τῆς ἰδίας ἐπινοίας λαθραίως καὶ δυσφωράτως παρακοπτόντων, οἳ τὰ ἀλλότρια νομίσματα, τὴν τοῦ ἐχθροῦ μορφὴν περικείμενα, τοῖς βασιλικοῖς θησαυροῖς ἐπεισάγοντες, τόν τε μέγαν πλοῦτον διέφθειραν καὶ ἀμφιβολίαν τῆς ἐκλογῆς τοῖς πολλοῖς ἐνεποίησαν. Ὀλίγοι, γὰρ οἱ δόκιμοι τραπεζῖται.

Ὀλίγοι, οἱ πάντα δοκιμάζειν δυνάμενοι καὶ τὰ μὲν καλὰ κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἀκούσατε μὲν καὶ ψιλοῦ τοῦ ῥήματος, οἱ τὸν οἶνον πωλοῦντες, καὶ μὴ δολοῦτε τὴν κτίσιν. Οὐ γὰρ παιδιὰ τὸ πρᾶγμα, ἀλλὰ κακὸν τῆς μεγίστης κατηγορίας ἠξιωμένον. —Πλὴν ἀλλ᾽ ἐπὶ τὸν πνευματικὸν νοῦν ὁ λόγος ἐπείγεται. Οἶνός ἐστιν εὐφραίνων καρδίαν ἀνθρώπου, τουτέστι τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, τὰ διδάγματα τῶν Γραφῶν, διὰ τῶν ἁγίων Ἀποστόλων καὶ Προφητῶν εἰς εὐφροσύνην αἰώνιον οἰνοχοοῦντος ἡμῖν τοῦ Πνεύματος. Ἅπερ οἱ πολλοὶ καπηλεύοντες, τὸν λόγον ἐξυδαροῦσιν, ἐπιμιγνύντες τὸν ἑαυτῶν νοῦν ἐπιβλαβῶς τοῖς ἀκούουσι· καταχαριζόμενοι γὰρ αὐτῶν ταῖς ἡδοναῖς καὶ διὰ τῆς χρηστολογίας κολακεύοντες, αὐτῶν τὰ πάθη τρέφουσιν εἰς ἀπώλειαν· τὸ αὐστηρὸν καὶ εὔτονον καὶ ὠφελίμως ἐπιστῦφον τῶν Γραφῶν ὑπεκλύοντες, φιλανθρωπίας τινὰς ἀπαιδεύτους καὶ συγχωρήσεις ἁμαρτημάτων ἀκρίτους, καὶ τοιαῦτά τινα κεχαρισμένα τοῖς πολλοῖς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων διεξιόντες, ἐπὶ πλεῖον τῶν φιληδόνων τὰς ψυχὰς ἐκθηλύνουσιν.

Οἱ ἄρχοντές σου ἀπειθοῦσιν. Ἡμεῖς οἱ κάπηλοι, ἡμεῖς καὶ οἱ ἄρχοντες, οἱ διὰ τὸ ἀπειθεῖν καὶ μὴ πιστεύειν πρῶτοι ποιοῦντες τὰς πόλεις τὰς πιστὰς μεταπίπτειν εἰς τὰς πορνείας. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ᾽ ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸ ἀγόμενον εἶναι. Ἐπειδὴ οὖν ποτε τῆς πιστῆς πόλεως οἱ ἄρχοντες ἦσαν ἀπειθοῦντες, συνεξομοιωθεῖσα αὐτοῖς καὶ ἡ πόλις, ἀποθεμένη τὸ εἶναι πιστὴ, μετέπεσεν εἰς πορνείαν. Μὴ γενώμεθα καὶ ἡμεῖς ἀπειθεῖς, καὶ ἀπιστία ἡμῶν οὐ κυριεύσει. —Οἱ ἄρχοντες ὑμῶν ἀπειθοῦσι. Δηλονότι Θεῷ ἀπειθοῦσιν, ἐκκλίνοντες ἀπ᾽ αὐτοῦ, καὶ τοῖς διατεταγμένοις ὑπ᾽ αὐτοῦ μὴ ἐμμένοντες. Ἐν δὲ τοῖς προστάγμασιν ἦν τὰς χεῖρας ἀποσείεσθαι ἀπὸ δώρων, μὴ συντρέχειν τοῖς κλέπτουσιν· οἱ δὲ ὑπὸ φιλαργυρίας, αἰσχροῦ κέρδους χάριν, κοινωνοὶ κλεπτῶν ἐγένοντο.

Οὐ πάντως κλέπτας νοητέον τοὺς βαλαντιοτόμους τούτους, ἢ ἐν τοῖς λουτροῖς λωποδυτοῦντας· ἀλλὰ κἄν τινες, στρατοπέδων ἡγεμονίαν πιστευθέντες, ἢ πόλεων καὶ ἐθνῶν ἀρχὰς παραλαμβάνοντες, τὰ μὲν λάθρᾳ ὑφαιρῶνται, τὰ δὲ δημοσίᾳ βιάζωνται. —Λαμβάνων δὲ παρὰ τῶν τοιούτων ὁ νομιζόμενος ἄρχων τῆς Ἐκκλησίας, ἤτοι εἰς ἰδίαν αὐτοῦ ἀπόλαυσιν, ἐπὶ προφάσει τῆς ἐπιβαλλούσης αὐτῷ τιμῆς διὰ τῆς προστασίας, ἢ ἐπὶ λόγῳ τῆς τῶν πτωχευόντων ἐν τῇ Ἐκκλησίᾳ οἰκονομίας, κοινωνός ἐστι κλοπῆς· ἀντὶ τοῦ ἐλέγχειν καὶ νουθετεῖν καὶ ἀφιστᾶν τῆς ἀδικίας τοὺς κλέπτοντας, ῥᾳδίως ὑπέχων τὴν χεῖρα τῷ λήμματι καὶ μακαρίζων αὐτόν, δέον μειζόνως αὐτὸν μισεῖν, ὅσῳ μείζονα κλέπτει.

Ὁ δὲ ἐπαινοίη αὐτὸν δορυφορῶν καὶ παραπέμπων καὶ περὶ τὰς θύρας στρεφόμενος καὶ τῶν χειρῶν ἁπτόμενος, αἷς πάντα ὁμοίως ἰδίᾳ καὶ δημοσίᾳ διεκλάπη. Τῷ ὄντι, ταῦτα ποιοῦντες, κοινωνοὶ κλεπτῶν ὀνομαζόμεθα. Δέον καταπατεῖν ἡμᾶς τὴν ἀνωμαλίαν τοῦ κόσμου παντὸς καὶ τῶν ἐν αὐτῷ φαντασιῶν. Ὅταν ἴδωμεν ἐν τοῖς δικαστηρίοις τοὺς μικροὺς κλέπτας ὑπὸ τῶν μεγάλων κολαζομένους, καὶ τοὺς μὲν οἰκέτας μισοῦμεν, διὰ ταῦτα, τούτους δὲ θαυμάζομεν.

Τοὺς μὲν γὰρ, ὅτι κλέπται εἰσὶν, ἐκτρεπόμεθα· τοὺς δὲ, ὅτι πλουτοῦσιν ἐκ τῆς κλοπῆς, ἐκπλησσόμεθα. Τί ἄλλο κατηγοροῦνται οἱ ἄρχοντες; Ἀγαπῶντες δῶρα. Πάνυ ἀκριβῶς εἴρηται τὸ Οἱ ἀγαπῶντες δῶρα, οὐχὶ λαμβάνοντες δῶρα. Οὕτω γὰρ ἂν καὶ τὰ καθηκόντως ἐν ταῖς τοῦ βίου κοινωνίαις διδόμενα διεβέβλητο· ἀλλ᾽ Ἀγαπῶντες δῶρα, τουτέστι προστετηκότες τῇ ἐπιθυμίᾳ τῇ τοῦ λαμβάνειν. Κατηγορία δὲ τῶν ἀρχόντων, περὶ τὰ φθαρτὰ καὶ τὰ γήϊνα τὴν ἱερὰν ἀγάπην ἐκκεχυμένην ἔχειν. Κύριον γὰρ τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει καὶ ἀγαπᾷν καὶ τὸν πλησίον καὶ ἀγαπᾷν καὶ τοὺς ἐχθροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τοῦ τὸν ἥλιον ἑαυτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς.

Εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν, οὐ συγκεχώρηται. —Εἰ δὲ πονηρόν ἐστι καὶ ὁτιοῦν ἀγαπᾷν παρὰ τὰ εἰρημένα, ὁ ἀγαπῶν ἀργύριον οὕτως, ὡς ἀγαπᾷν ὤφειλε Κύριον τὸν Θεὸν, ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, ὁ τοιοῦτος ἀντὶ τοῦ δουλεύειν τῷ Κυρίῳ, δουλεύει τῷ Μαμμωνᾷ, τὸ τῷ Θεῷ ὀφειλόμενον τῆς ἀγάπης μέτρον ἐπὶ τὸ ἀργύριον μεταθείς. Διὰ τοῦτο γίνεται ἡ πλεονεξία εἰδωλολατρεία, ἐπειδὰν τὰ Κυρίῳ τῷ Θεῷ προσφερόμενα δῶρα ἐπὶ τὰ γήϊνα μετενέγκῃ.

Προστετάγμεθα οὖν μὴ ἀγαπᾷν τὰ δῶρα, ὥστε τούτων ἕνεκα πολλὰ τῶν ἀπηγορευμένων συγχωρεῖν τοῖς προσιοῦσι. Καθόλου δὲ, οὐδὲ τὰ τοιαῦτα δῶρα ἀγαπᾷν ἡμῖν ὁ λόγος δίδωσιν, οὐδὲ ἐμπαθῶς διακεῖσθαι περὶ αὐτά, ἀλλ᾽ ὡς ἀναγκαίαν αὐτῶν τὴν λειτουργίαν ὑποδεχόμενοι.

Ἀμήχανον γὰρ τὸ Ἐξ ὅλης καρδίας, μερισμόν τινα εἰς ἕτερον ἐπιδέξασθαι. Ὥσπερ γὰρ ἐν ἀγγείῳ πεπληρωμένῳ τινὸς ὑγροῦ, ὅσον ἂν ἐκρυῇ πρὸς τὰ ἔξω, τοσοῦτον ἀνάγκη τῆς πληρώσεως ἀποδεῖν, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· ὅσον ἂν αὐτῇ κενωθῇ τῆς ἀγάπης, ἐφ᾽ ἃ μὴ προσῆκε, τοσοῦτον ἐνδεῖν ἀνάγκη πρὸς τὸν Θεόν. Ὁ δὲ ἅπαξ ὁρμήσας ἀγαπᾷν ἀργύριον, πᾶσαν ἐκεῖ μετακενοῖ τὴν ἀγάπην. Ὁ γὰρ ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου.

Διώκοντες ἀνταπόδομα. Μέγιστον κατηγόρημα ἄρχοντος, πρόχειρον εἶναι πρὸς ἄμυναν καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυπῆσαι τὸν βλάψαντα;, μὴ μιμούμενος τὴν πραότητα τοῦ Δαβὶδ, λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· μήτε δὲ τοῦ Ἱερεμίου, μεμνημένος ὅτι Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθήσεται καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ᾽ ἑαυτῷ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν. Τί δὲ δεῖ λέγειν περὶ τῶν τοῦ Κυρίου διδαγμάτων, ὅπως αὐτῶν καταφρονοῦσιν οἱ διώκοντες ἀνταπόδομα; τοῦ Κυρίου λέγοντος· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.

Παντὶ μὲν οὖν κατηγόρημα τὸ διώκειν ἀνταπόδομα, μάλιστα δὲ ὅταν ἀπὸ τῆς ἀρχοντικῆς ἐξουσίας τοῦτο ποιῇ τις, δέον ἔργῳ διδάσκαλον τῶν ἀπὸ τῆς ὑπομονῆς καλῶν γίνεσθαι τῷ λαῷ. Οἷον γὰρ θέαμα, πῶς σεμνὸν καὶ θαυμάσιον καὶ μικροῦ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐκβαῖνον, πολλὰ λοιδορηθέντα καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης καὶ ἄλλα μυρία παθόντα καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν· ἀλλὰ πράως καὶ ἀοργήτως ἀναστάντα, προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ· ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχωρηθῆναι, καὶ πρὸς τὸ ἑξῆς τῆς πρεπούσης παρὰ Θεοῦ ἐπιμελείας ἀξιωθῆναι, ὥστε ἀσελγαίνοντα παύσασθαι. —Νῦν δὲ ἡμεῖς οἱ ἄρχοντες, μετὰ τῶν ἄλλων κακῶν, καὶ τοῦτο μάλιστα ἁμαρτάνομεν, διώκοντες ἀνταπόδομα, οὐδὲ καὶ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόντες, ἀλλὰ μεθ᾽ ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ᾽ ἐὰν μὴ καὶ τιμηθῶμεν, παροξυνόμενοι, ἐχθροὺς ἡγούμενοι καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους ἑαυτοὺς ὑπειλήφαμεν.

Ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες. Τὰ λοιπὰ εἴρηται καὶ ἐν τοῖς κατόπιν, τὰ περὶ ὀρφανῶν καὶ χήρας· ἐνταῦθα δὲ ἐπίστησον τῷ Οὐ προσέχοντες πόσην ἐμφαίνει ἀλαζονείαν τοῦ ἄρχοντος, ὅπως αὐτὸν καὶ τοῦ κριτοῦ τῆς ἀδικίας ἀγριώτερον δείκνυσιν· εἴγε ὁ μὲν μετὰ πολλὰς ἐντεύξεις, εἰ καὶ ἄλλως ἀσυμπαθὴς ἦν, ἀλλὰ διὰ τὸ φιλόπονον τῆς χήρας, προσέσχε τῇ κρίσει, τὸ ἐπὶ πλεῖον ὑπὸ αὐτῆς κοποῦσθαι περιιστάμενος. Περὶ δὲ τούτων εἴρηται ὡς, καθόλου, κρίσει χήρας προσέχειν μὴ καταδεχομένων.

Διὰ τοῦτο τάδε λέγει ὁ Δεσπότης Κύριος Σαβαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ. Ἰδίωμα τῆς Γραφῆς, οὕτω σχηματίζειν τὴν λέξιν· Ἀντὶ τοῦ τοῖς ἰσχύουσιν, Οὐαὶ οἱ ἰσχύοντες, εἶπε τὴν ἐπὶ δυσυπομονήτοις πόνοις ἐκπεμπομένην φωνὴν ταύτην ἁρμόζειν λέγον τοῖς μικρὸν ὕστερον ἐν βασάνῳ δυσφορωτάτῃ γενησομένοις, τοῖς ἰσχύουσι τοῦ Ἰσραήλ. Καὶ τοῦτο οὐ στοχαστικῶς εἴρηται παρὰ τοῦ Προφήτου, ἀλλὰ κατὰ ἀπόφασιν, τὴν ἀπὸ τοῦ ἀψευδοῦς στόματος προελθοῦσαν. Τοὺς ἰσχύοντας δὲ τοὺς αὐτοὺς νοητέον τοῖς ἄρχουσιν, οἳ, πρὸς τῷ ἀπειθεῖν τῷ Θεῷ, καὶ ἀγαπῶσι δῶρα καὶ διώκουσιν ἀνταπόδομα καὶ τὰ λοιπὰ, ἃ κατηγοροῦνται. —Οὐαὶ τοῖς ἰσχύουσι καὶ ἀπειθοῦσι. Τοῖς γὰρ ἀσθενεστέροις τάχα συγγνώμη· Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Καὶ ᾯ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Διὰ τοῦτο καὶ τοῖς πλουσίοις οὐαὶ, ὅτι ἰσχύοντες εἰς τὸ παραμυθεῖσθαι τοὺς πένητας, οὐ κέχρηνται τῇ δυνάμει τοῦ πλούτου, εἰς ἃ εἰλήφασι. Καὶ εἴ τις ἑτέρου τὴν διάνοιαν ἐντρεχέστερος, μὴ ἀποχρῆται τῇ ἰσχύϊ τῆς φύσεως πρὸς τὴν τῶν θείων ἔρευναν, καὶ τούτῳ οὐαὶ, ὅταν ἀπαιτῆται κατὰ τὴν ἀναλογίαν τῶν δεδομένων τὸ ἔργον. Καὶ εἴ τινες δὲ προστασίας ἐκκλησιαστικῆς ἐπειλημμένοι, μὴ κοσμοῦσι τὸ ἔργον τῇ πρεπούσῃ τῷ ἐπαγγέλματι πολιτείᾳ, καὶ τούτοις οὐαί.

Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις. Ὑπεναντίοι Θεῷ, οἱ ἀντιβαίνοντες αὐτοῦ τοῖς Προστάγμασιν· οἵτινες ἐφ᾽ ὅσον εἰσὶν ὑπεναντίοι, οὐ παύσεται ὁ λεγόμενος θυμὸς τοῦ Θεοῦ κατ᾽ αὐτῶν. Ἐπιμένοντες μὲν γὰρ ταῖς πονηρίαις, ἐξάπτομεν ἐφ᾽ ἑαυτοὺς τὸν θυμὸν τοῦ Θεοῦ, οἷον πυρὶ ὕλην τὰς ἁμαρτίας ἡμῶν παρατιθέντες, κατὰ τὸ εἰρημένον, ὅτι Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου. Παυσαμένων δὲ ἡμῶν τῆς ἁμαρτίας· Κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.

Ὁ πιστεύων εἰς ἐμὲ (φησὶν) οὐ μὴ κριθῇ· ὁ δὲ ἀπιστῶν, ἤδη κέκριται. —Τῆς οὖν κρίσεως αἴτιοι οἱ ἐχθροὶ, κατὰ τὸ εἰρημένον· Διὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐπειδὴ δὲ εἶπεν, ὅτι Οὐ παύσεταί μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, ἵνα μὴ ἄκριτον τὴν ἐπὶ τοὺς παροξύνοντας ὀργὴν εἶναι τοῦ Θεοῦ νομίσωμεν. Εἴγε καὶ θυμοῦμαι ἐν τοῖς ὑπεναντίοις, ἀλλ᾽ ὅμως οὐκ ἀκρίτως ἐπάξω αὐτοῖς τὰς κολάσεις, ἀλλὰ κεκριμένας κατὰ τὴν ἀξίαν καὶ τὸ μέτρον τῶν ἐπταισμένων. Τοῦτ᾽ ἔστι τὸ Κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Ἐχθροὶ δὲ τῷ Θεῷ, οἱ τὰ ἄδικα πράσσοντες. Ἐχθρὰ τῷ ἀγαθῷ ἡ πονηρία· ἐχθρὰ τῷ δικαίῳ ἡ ἀδικία· τῷ ἁγίῳ ἡ ἀκαθαρσία· τῇ ἀληθείᾳ τὸ ψεῦδος.

Ἐπὶ τούτοις οὖν οὐ παύσεται ὁ θυμὸς, ἕως ἂν ὦσιν ὑπεναντίοι· οὐδὲ ἄκριτον αὐτοῖς ἐπάξειν ἔφη τὴν κόλασιν. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κυρώσω σε εἰς καθαρόν. Ὅρα τὸ ἀγαθὸν τέλος τῆς δικαίας κρίσεως καὶ τῶν κατὰ τὴν κρίσιν προσαγομένων κολάσεων. Οὐ παύσεταί μου ὁ θυμός, κρίσιν ποιήσω· ἐπάξω τὴν χεῖρα, πυρώσω.

Καὶ τί; Ἵνα καθαρὸν ἀποδείξω. Οὕτω θυμοῦται ὁ Θεὸς, ἵνα εὐεργετήσῃ τοὺς ἁμαρτωλούς. Οὐ γὰρ εἰς ἀφανισμὸν κολάζει· ἀλλὰ παιδεύει εἰς ἐπανόρθωσιν. Ἐπάγει δὲ τὸ πῦρ τοῦτο ἐπὶ τὸ ἐξαφανίσαι τὸ διὰ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμβληθὲν τῇ ψυχῇ, τῇ μὴ ἐχούσῃ τὸν θυρεὸν τῆς πίστεως, ᾗ ἐμπεσὸν, κατασβέννυσι τοῦ πονηροῦ τὰ τοξεύματα· καὶ γίνεται τὸ θεῖον πῦρ, πυρὸς ἑτέρου καθάρσιον, τοῦ εἰς ἀνοήτους καὶ βλαβερὰς ἡμᾶς ἐπιθυμίας ἐκκαίοντος.

Διὰ τοῦτό φησιν αὐτὸς ὁ Κύριος· Εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ἔσονται (φησὶ) τῷ Κυρίῳ, προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ. Καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ.

Μεγάλη εὐεργεσία ψυχῇ, τῇ παρὰ τὴν αἰτίαν τῶν κακῶν προϊσταμένων εἰς Θεοῦ ἀλλοτρίωσιν ἐκπεσούσῃ, τὸ ἀφαιρεθῆναι αὐτῆς τοὺς ἀνόμους. Διὰ τοῦτο καὶ οἱ περὶ τὴν Ἐκκλησίαν τύποι τοὺς ἐν ἀπηγορευμένοις παραπτώμασιν εὑρεθέντας χωρίζουσι τοῦ λοιποῦ σώματος, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ. Ὥστε κατὰ ἀγαθὸν Θεόν ἐστι τὸ ἀφελεῖν ἀνόμους ἀπὸ λαοῦ. Οὐ γὰρ οἱ ἄνομοι συνεισελεύσονται τοῖς Ἁγίοις εἰς τὰ ἅγια, ἐπείπερ τὸ πτύον ἐν τῇ χειρὶ τοῦ Κυρίου. —Ἀλλ᾽ οἱ νῦν ὡς ἄνομοι χωριζόμενοι τοῦ λαοῦ, πράως φέρουσι τὰ γιγνόμενα, οὐ νοοῦντες ὅτι τύπος ταῦτα τῶν ἐν τοῖς φοβεροῖς κρίμασι τοῦ Θεοῦ γενησομένων.

Ἡλίκη δὲ βλάβη τὸ μὴ ἀφαιρεῖσθαι τοὺς ἀνόμους τῆς πρὸς τὰ ἅγια μέλη τοῦ Χριστοῦ ἐπιμιξίας, ὁ Ἀπόστολος ἐδήλωσεν, ἐπιτιμῶν Κορινθίοις, διότι οὐκ ἐπένθησαν, ἵνα ἐξαρθῇ ἀπ᾽ αὐτῶν ὁ τὸ πονηρὸν ἐργασάμενος.

Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον. Διὰ τί, ὑπερβὰς τοὺς βασιλεῖς, τῶν κριτῶν ἐμνήσθη; καίτοι καὶ ἐν βασιλεῦσιν ἦσάν τινες, οἱ ἐπαινετῶς ἄρξαντες τοῦ λαοῦ. Ἢ ὅτι ἡ κατὰ τοὺς κριτὰς πολιτεία ἐλευθεριωτέρα ἦν, κατὰ φύσιν αὐτοῖς ὑπάρχουσα, αὐτονομουμένου τοῦ λαοῦ, καὶ Θεὸν μόνον βασιλέα γνωρίζοντος· ἡ δὲ τῶν βασιλέων κατάστασις ὕστερον ἐκ τῆς ἰδίας ἀβουλίας αὐτῶν ἐπεγένετο.

Ἔδει οὖν εὐεργετουμένους ἐπὶ τὴν μακαρίαν κατάστασιν ἐπανελθεῖν. Διὰ τοῦτο οὐχὶ βασιλεῖς, ἀλλὰ κριτὰς ἐπιστήσειν ἐπηγγείλατο, χαριζόμενος αὐτοῖς τὸ ἐλευθέριον· οὐ γὰρ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ᾽ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. —Ἢ ἐπειδὴ οὐκέτι βασιλέων καιρὸς ἦν, μετὰ τὴν ἐπιδημίαν τοῦ ἀληθινοῦ Βασιλέως, κριτὰς ἐπηγγείλατο παρέξειν παραπλησίους τοῖς πρότερον, τοὺς μαθητὰς τοῦ Κυρίου, περὶ ὧν εἴρηται, ὅτι Καθήσετε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Καὶ τοὺς συμβούλους σου, ὡς τὸ ἀπαρχῆς. Πάλιν ἐνταῦθα τὸ αὐτεξούσιον αὐτοῖς διασώζων, οὐχὶ τὸν προτάσσοντα, ἀλλὰ τὸν συμβουλεύοντα αὐτοῖς ἔφη παρέξεσθαι· Βασιλέως μὲν γὰρ ἴδιον ἐπιτάσσειν τοῖς ἀρχομένοις· συμβούλου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλευομένους.

Οὐ γὰρ αὐτάρκης ἕκαστος ἀφ᾽ ἑαυτοῦ εὑρίσκειν τὸ δέον. Διὰ τοῦτο εὐεργετῶν ὁ Θεὸς συμβούλους, ἀλλ᾽ οὐχὶ ἐξουσιαστὰς δίδωσιν. —Ὥστε καὶ ἡμῶν ἕκαστος μὴ ὡς ἄρχοντα ἑαυτὸν, ἀλλ᾽ ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ λογιζέσθω. Πάντες οὖν οἱ Προφῆται, οἱ τὰ συμφέροντα παραινέσαντες, σύμβουλοι· καὶ πρὸ πάντων Μωϋσῆς.

Παραπλησίους οὖν τοῖς ἀπαρχῆς συμβούλοις ἀναστήσειν, εὐεργετῶν τὸν λαὸν, ὁ Κύριος ἐπαγγέλλεται, τοὺς Ἀποστόλους καὶ Εὐαγγελιστὰς, οἷος ἦν ὁ Παῦλος σύμβουλος, ὁ διάκονος τῆς Καινῆς Διαθήκης, λέγων· Γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου.

Μεγάλη δὲ εὐεργεσία συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖπον τῶν βουλευομένων. Ὅσον δὲ ἀπὸ τῆς συμβουλῆς ὄφελος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ τις λαλήσῃ φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ τοῦ πενθεροῦ αὐτοῦ Ἰοθὼρ, ὥστε καταστῆσαι χιλιάρχους καὶ ἑκατοντάρχους καὶ δεκάρχους ἐπὶ τῷ κρίνειν τὸν λαόν. Καὶ Δαβὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι᾽ οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ Ἀχιτόφελ. —Καὶ ὅλως ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, ταπεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μηδενὸς οἴεσθαι χρῄζειν, ἀλλ᾽ ἑαυτῷ προσέχειν, ὡς μόνῳ τὰ κράτιστα βουλεύσασθαι δυναμένῳ. —Ἡμεῖς δὲ ὀκνοῦμεν ἑαυτοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυνόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν.

Ἔπειτα ὁ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογισμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις, πιστὴ Σιών.

Ἔδειξεν εἰς ποῖον καταλήγουσι τέλος αἱ κατὰ μέρος εὐεργεσίαι. Ἀντὶ γὰρ τοῦ τῶν φονευτῶν εἶναι πόλιν, πόλις δικαιοσύνης· καὶ ἀντὶ τοῦ πόρνη πόλις, μητρόπολις, τουτέστι καὶ ἄλλαις καθηγουμένη πρὸς σωφροσύνην. Καὶ πάλιν πιστὴ, ὅπερ ἦν πρὸ τοῦ βεβηλῶσθαι ἐκ τῆς πορνείας. —Ἡ οὖν τοῖς πρέπουσιν ἑαυτῇ κόσμοις κεκοσμημένη, συμβούλοις τε καὶ κριταῖς, ἡ ἐν Χριστῷ Ἐκκλησία, μητρόπολις ἂν χρηματίζοι, οἷον ἀποικίας τινὰς τοῦ κατὰ Θεὸν βίου παρ᾽ ἑαυτῆς ἀποστέλλουσα.

Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Οὐδὲν ἐν τοῖς ἄνω περὶ πολεμίων αἰσθητῶν, οὐδὲ περὶ αἰχμαλώτων εἰπών, τὴν ἀποκατάστασιν αὐτῆς αἰχμαλωσίας ἄφεσιν λέγων, ὑποβάλλει ἡμῖν νοεῖν, ὡς ἑκάστου ἡμῶν ὑπὸ ἁμαρτίαν γινομένου, ὅταν κατακυριευθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, οἱονεὶ δέσμιοι τῆς ἁμαρτίας γινόμενοι, καὶ ἀπαγόμενοι ὑπὸ τοῦ πονηροῦ εἰς τὸ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν. Διὰ τοῦτο κριταὶ σώζοντες, ὡς Βαρὰκ καὶ Σαμψὼν καὶ Γεδεὼν καὶ Ἰεφθάε, ὑπερμαχοῦντες τοῦ λαοῦ, ἐξαιρούμενοι ἀπὸ τῶν πολεμίων.

Διὰ τοῦτο σύμβουλοι τὰ πρὸς σωτηρίαν ὑφηγούμενοι, ἵνα ἀξία γένηται ἡ αἰχμαλωσία αὐτῆς σωθῆναι. Τοῦτο γάρ ἐστι τὸ μετὰ κρίματος σωθῆναι, τουτέστι κεκριμένως καὶ ἐξητασμένως. Εἶτα ἐπειδὴ ἐὰν ἀνομίας παρατηρήσῃ, οὐδεὶς ὑποστήσεται, συνῆψε τὴν ἐλεημοσύνην τῷ κρίματι, ἵνα τὸ τῆς κρίσεως ἀκριβὲς πραϋνθῇ τῇ ἐπικράσει τῇ τοῦ ἐλέους.

Διὰ μὲν οὖν τὸ κρίμα παρεδόθη τῇ αἰχμαλωσίᾳ, διὰ δὲ τὸν ἔλεον ἀνεκλήθη. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Μετὰ τὸ τοὺς ἀξίους τῆς ἀποκαταστάσεως ἐπὶ τὰ ἐξ ἀρχῆς μετὰ κρίματος σωθῆναι καὶ μετὰ ἐλέους, οἱ πάντη ἄνομοι καὶ οἱ ἐπιμένοντες τῇ ἁμαρτίᾳ, Συντριβήσονται ἅμα· οἱ μὲν, ὅτι Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· οἱ δὲ, ὅτι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζουσιν.

Εἰσὶ δὲ ἄνομοι μὲν, οἱ παντελῶς ἀνήκοοι τῶν θείων νόμων, ἢ ἀποστατήσαντες αὐτῶν, ἢ μηδὲ τὴν ἀρχὴν προσελθόντες· ἁμαρτωλοὶ δὲ, οἱ ἑκουσίως ἁμαρτάνοντες μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Τάχα δὲ καὶ οὓς εὐεργετεῖ ὁ Θεὸς, βουλόμενος αὐτοὺς ἐν καινότητι ζωῆς περιπατῆσαι, συντρίβει αὐτῶν τὸν παλαιὸν ἄνθρωπον. Διὰ τοῦτο Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον.

Συντρίβεται γὰρ τὸ πνεῦμα τοῦ κόσμου, τὸ ἐνεργῆσαν τὴν ἁμαρτίαν, ἵνα τὸ εὐθὲς ἐγκαινισθῇ τοῖς ἐγκάτοις. Καὶ συντρίβεται ὁ βραχίων τοῦ ἁμαρτωλοῦ, τουτέστιν ἡ πρακτικὴ τῆς ἁμαρτίας δύναμις, ἵνα ζητηθῇ ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν ἐστι καὶ τὸ Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀποκτενεῖ γὰρ τὸν κακῶς ζῶντα, ἵνα μετὰ τὴν κάθαρσιν τῆς χείρονος ζωῆς, τὴν καινὴν αὐτῷ χαρίσηται.

Διὰ τοῦτο Συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, ἵνα παύσωνται ἀνυπότακτοι εἶναι καὶ παρακούοντες. Καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται, οἱονεὶ οὐκέτι ἡ τοῦ ἐγκαταλείπειν τὸν Κύριον ἁμαρτία ἐνεργηθήσεται. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ψαλμῷ· Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ὥσπερ ἂν εἴ τις ἰατρὸν παρακαλοίη συντελεσθῆναι τὴν νόσον τῶν ἀῤῥωστούντων, ἢ τὴν νομὴν τῆς σήψεως κωλυθῆναι διὰ τῆς τέχνης. —Οὐ πάντως δὲ ἡ συντέλεια τοῦ παντελοῦς ἀφανισμοῦ ἐστι σημαντική, ἀλλὰ τῆς κατὰ τόδε ἐνεργείας τῶν ἐνεργούντων κωλυτική. Καὶ γὰρ ὁ Παῦλος, περὶ τοῦ υἱοῦ τῆς ἀπωλείας προφητεύων Θεσσαλονικεῦσιν, ἔφη· Ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Εἰ γὰρ ἡ ἀνάλωσις παντελής ἐστιν ἀφανισμὸς, πῶς ὁ μηκέτι ὢν καταργεῖται; Ἀλλὰ δηλονότι τὸ ἐν τῷ ἀνόμῳ ψεῦδος τῷ πνεύματι τοῦ στόματος τῆς ἀληθείας ἐξαφανίζεται καὶ οὕτω καταργηθήσεται τῇ ἐπιφανείᾳ τῆς παρουσίας τοῦ Χριστοῦ.

Πολλαχοῦ δὲ τετηρήκαμεν, ὅτι αἱ κακίαι ἐξαφανίζονται, οὐκ αὐταὶ αἱ οὐσίαι, αἷς συμβεβήκασιν, ὡς ἐν τῷ Καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ· καὶ Ὁδὸς ἀσεβῶν ἀπολεῖται. Διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο.

Εὐεργεσία μεγάλη, καὶ τὸ αἰσχυνθῆναι ἐπὶ πράγματι, ᾧ πρὸ τούτου ἐπηγάλλετο, ὑπὸ ἀναισθησίας τὸ ἐν αὐτῷ αἰσχρὸν συνιδεῖν μὴ δυνάμενος, ἀλλὰ τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ. Τὸ οὖν αἰσχύνεσθαι ἀπὸ τῶν εἰδώλων ἐπ᾽ ἀγαθῷ τῶν αἰσχυνομένων ἐνεργεῖται. Ὅπερ οὐκ ἄλλως γίνεται, ἢ εἰς ἔννοιαν ἐλθόντων τοῦ ἀληθινοῦ Θεοῦ τῶν τέως εἰδωλολατρούντων. Τότε γὰρ ἐγκαλύπτεται, εἰς συναίσθησιν ἐλθὼν τοῦ ἀτόπου, ὁ τοῖς ἀψύχοις, ὡς δύναμιν εἰς τὸ σώζειν ἔχουσι προσευχόμενος. —Καὶ πᾶς δὲ ὁ φιλήδονος, ᾧπερ ἂν ᾖ δεδουλωμένος τῶν ἀπηγορευμένων, τοῦτο θεοποιήσας, οἷον εἴδωλόν τι ἔχει ἐν ναῷ βεβήλῳ, τῇ ἑαυτοῦ καρδίᾳ, καθιδρυμένον, ἀεὶ συνὼν αὐτῷ διὰ τῆς φαντασίας καὶ τὰς εἰκόνας τοῦ ἐπιθυμητοῦ ἐν ἑαυτῷ περιφέρων.

Οἷον ὁ φιλόπλουτος, ὅπου ὁ θησαυρὸς αὐτοῦ, ἐκεῖ ἔχων τὴν καρδίαν, τῷ ἐκ τῆς πλεονεξίας εἰδώλῳ λατρεύει. Ὁ γαστρίμαργος ταῖς ἐν βρώμασιν ἐπιθυμίαις δεδουλωμένος, θεὸν ἔχει τὴν ἑαυτοῦ κοιλίαν. Ἐπικατάρατος δὲ ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, βδέλυγμα Κυρίῳ. Μακάριοι δὲ οἱ κατὰ τὴν συμβουλὴν Ἰακὼβ περιαιροῦντες ἑαυτῶν θεοὺς ἀλλοτρίους, καὶ ἀλλάσσοντες στολὰς, ἀναβαίνοντες εἰς Βαιθήλ, τουτέστιν εἰς οἶκον Θεοῦ, τοῦ ποιῆσαι ἐκεῖ θυσιαστήριον τῷ Θεῷ. —Ἀποθώμεθα οὖν τὰ ἀλλότρια τοῦ Θεοῦ εἴδωλα καὶ ἀλλάξωμεν τὰς στολὰς, ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον· καὶ ἔτι πρότερον τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν ἡμῶν ἀποθώμεθα, τουτέστι τὰ παλαιὰ διδάγματα, οἷς ἐκαλλωπιζόμεθα.

Ταῦτα διὰ τὸ Αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἐβούλοντο. Οὐδὲ γὰρ μὴ βουλόμενός τις ἔχει τὰ εἴδωλα τὰ προαποδεδομένα ἡμῖν· διότι ἐπιθυμήσαντες τῶν παθῶν, οὕτω θεοποιοῦμεν αὐτά. Καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.

Ἐπαμφότερα παραληφθεῖσαν τοῦ κήπου τὴν προσηγορίαν εὑρίσκομεν, ὡς ἐν μὲν τῇ Γενέσει κατὰ τὸν Ἀκύλαν· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς κῆπον ἐν Ἐδέμ. Πάλιν δὲ ἡ γῆ Αἰγύπτου διαβαλλομένη κῆπος εἴρηται λαχανίας. Πάλιν ψεκτὴ μνήμη κήπου· ἡνίκα Ἀχαὰβ ἐπεθύμει τὸν κλῆρον Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κῆπον λαχάνων ποιῆσαι. Ἐπαινετῶς δὲ μέμνηται ὁ Ἐκκλησιαστὴς λέγων· Ἐποίησά μοι κήπους καὶ παραδείσους. Ηὐλόγηται δὲ ὁ κῆπος, ἐν ᾧ τὸ μνῆμα, τὴν πρόσκαιρον τοῦ θανάτου οἰκονομίαν ὑποδεξάμενον ἐν τῷ σώματι τοῦ Κυρίου. —Ἐνταῦθα μέντοι διαβέβληται ὡς αἰσχύνην προξενῶν τοῖς ἐπιθυμήσασιν. Καὶ ἔοικέ γε νῦν τὰ ἄλση λέγειν τὰ τοῖς εἰδώλοις εἰς κόσμον παρὰ τῶν ἠπατημένων περιφυτευόμενα, ἅπερ χρὴ νοεῖσθαι τὰς πεπλανημένας ἐπιτηδεύσεις καὶ τοὺς ἔξωθεν σχηματισμοὺς, οἷς τὰ πάθη ἡμῶν ἐπισκιάζομεν. Οἷον εἴ τις ἐν ἡδοναῖς καλινδούμενος, σεμνότητα σχηματίζοιτο· καὶ εἴ τις δεδουλωμένος χρήμασι, μεγαλόψυχος εἶναι δοκεῖν ἐπιτηδεύοι· οἷς ἐπαισχυνθήσονται οἱ ἐπιθυμήσαντες, ὅταν αἱ βουλαὶ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτωνται.

Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Ὡς μὲν πρὸς τὸ ῥητὸν, δοκεῖ τῶν κήπων λέγειν τῶν ἐπιθυμητῶν τοῖς εἰδωλολατροῦσιν, ὅτι ἀτερπέστεροι ἔσονται τερεβίνθου γυμνωθείσης καὶ παραδείσου ἀποξηρανθέντος ὑπὸ ἀνυδρίας. —Ὡς δὲ πρὸς τὸν ἠθικὸν νοῦν, ὅτι οἱ τῷ ἔξωθεν σχηματισμῷ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενοι, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν, ὅταν γένηται πάντα γυμνὰ καὶ τετραχηλισμένα καὶ μηκέτι ᾖ μηδεμία κτίσις ἀφανὴς, ἀωρότερον ἔσονται θέαμα, τῆς νῦν περὶ αὐτοὺς ἀπάτης ἀφανισθείσης, ὥστε δρυῒ τὸ κατ᾽ αὐτοὺς παρεικάζεσθαι. Οὕτω γὰρ οἱ ἄλλοι τὴν τερέβινθον ἐκδεδώκασιν, ἐπεὶ καὶ ἐν τῇ Γενέσει τὴν αὐτὴν καὶ δρῦν καὶ τερέβινθον μεμαθήκαμεν. Ἔσονται οὖν ὅμοιοι τερεβίνθῳ, ἤτοι δρυῒ, μετὰ τὴν τῆς κόμης ἀπόθεσιν, τὰ ὑπὸ τῶν φύλλων τέως καλυπτόμενα προδεικνύσῃ. Πυκνοτέρᾳ γὰρ τῇ κόμῃ τῶν φύλλων κεκόσμηται, καὶ τῇ ἐκ τούτων εὐχροίᾳ τὸ τραχὺ τῶν κλάδων αὐτῆς συσκιάζεται. Καὶ ταύτης οὖν ἔσονται (φησὶν) ἀτερπέστεροι, μετὰ τῶν βεβιωμένων τὸν ἔλεγχον.

Καὶ ὡς παράδεισος δὲ, ὕδωρ μὴ ἔχων. Τοιοῦτος δ᾽ ἂν εἴη καὶ ὁ Ἰσραὴλ, φύλλα μὲν ἔχων παραπλησίως δρυῒ, τὴν ἐκ τοῦ νόμου σκιὰν, ἣν ἀπέβαλεν ἀφ᾽ ἑαυτοῦ ἐν τῷ πληρώματι τῶν καιρῶν. Καὶ ὡς παράδεισος πεφυτευμένος παρὰ Κυρίου, διὰ τὴν ἐξ ἀρχῆς κτίσιν, ἀποξηρανθεὶς δὲ, διὰ τὸ ἀπολωλεκέναι τὸ ἐν τοῖς δόγμασι ζωτικόν.

Φιλοτιμητέον τοίνυν πιστεύειν ἀληθινῶς εἰς Χριστὸν, ἵνα ποταμοὶ πνευματικοὶ ἐκ τῆς κοιλίας ἡμῶν ῥέωσι, μήτε ἀτερπεῖς, μήτε ἀκάρπους ἡμᾶς συγχωροῦντες γενέσθαι. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν, ὡς σπινθῆρες πυρός.

Ἐντεῦθεν δῆλον ὅτι ἑκάστῳ τὰ ἔργα αἴτια τῶν ἐν κολάσει πόνων γενήσεται ἑαυτοὺς ἡμῶν καὶ ἐπιτηδείους καύσει παρασκεβαζόντων, καὶ τὰ πάθη τῆς ψυχῆς ὥσπερ σπινθῆρας πυρὸς εἰς ἔξαψιν τῆς ἐν γεέννῃ φλογὸς ἐπαγομένων, ὡς καὶ ὁ καταξηραινόμενος ἐν τῇ φλογὶ πλούσιος ὑπὸ τῶν ἰδίων ἡδονῶν κατεφρύσσετο.

Κατὰ γὰρ τὴν ἀναλογίαν ὧν δεχόμεθα βελῶν ὑπὸ τοῦ πονηροῦ, τῆς εἰς πλέον ἢ ἔλαττον καύσεως μεθέξομεν. — Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Δὶς ἤδη συνήφθησαν ἀλλήλοις ὑπὸ τῆς προφητείας οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἄνω μέν· Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἐνταῦθα δέ· Καὶ κατακαυθήσονται. —Μηδεὶς ἑαυτὸν ἐξαπατάτω ἀπαιδεύτοις λόγοις, ὅτι εἰ καὶ ἁμαρτωλὸς, ἀλλὰ Χριστιανός. Οὐκ ἐμπεσοῦμαι οὖν εἰς γέενναν, ὅπου οἱ εἰδωλολάτραι· βοηθήσει μοι αὐτὸ τὸ ὄνομα τοῦ Χριστιανοῦ, εἰ καὶ τὰς Ἐντολὰς αὐτοῦ παρέβην. Ἄκουε γὰρ ὅτι Κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Ἀμφοτέροις τὰ τῆς καύσεως αἴτια.

Στυππείου καλάμη ἐν ἀμφοτέροις, τουτέστιν εὐκατάπρηστος ζωὴ καὶ φλογὸς δεκτική. Σπινθὴρ δικαίως ψυχὴν ἐμπυρεύεται καὶ τούτῳ κἀκείνῳ. Νῦν μὲν ὡς ἐν σποδιᾷ κεκαλυμμένος, καθόσον ὑπὸ τῶν τῆς σαρκὸς σκεπασμάτων περικαλύπτεται· ἀναφθήσεται δὲ ὑπὸ τῆς θείας κρίσεως, ἐν τῇ ἡμέρᾳ τῆς ἐκδικήσεως ἐκ τῶν ἐλέγχων ἀναῤῥιπιζόμενος καὶ ἐξαπτόμενος.