Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 2ο κεφάλαιο: Το όρος του Κυρίου και η ημέρα της Κρίσεως

Η έλευση των εσχάτων ημερών, η ειρήνη του Ευαγγελίου, η πτώση της ειδωλολατρίας και η αναπόδραστη κρίση του Θεού επί των υπερηφάνων και αλαζόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 17

ΚΕΦΑΛΑΙΟΝ βʹ Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμῶς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μετὰ τὴν περιγραφὴν τῆς προτέρας ὁράσεως, ἐγένετο οὗτος ὁ λόγος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμῶς. Διὰ τί δὲ ἐκεῖ μὲν Ὅρασις, ἐνταῦθα δὲ Λόγος; Ὅτι ἡ μὲν παρὰ τοῦ Θεοῦ δύναμις κατὰ τὴν τοῦ Πνεύματος χάριν τοῖς Ἁγίοις αὐτοῦ διδομένη μία. (Γνῶσις γάρ ἐστι τῶν ἀγνοουμένων, δι᾽ ἀποκαλύψεως καὶ φωτισμοῦ ταῖς καρδίαις τῶν Ἁγίων ἐγγινομένη)· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν περὶ ἃ ἡ γνῶσις, ἢ ὅρασις, ἢ λόγος τὸ ἀποκαλυπτόμενον λέγεται. Ἐκεῖ μὲν γὰρ τὰ παρόντα ἐδείκνυτο· ἡ κακία τοῦ λαοῦ, ἡ ἀλλοτρίωσις ἀπὸ Θεοῦ, τὸ περὶ τὸν εὐεργέτην ἀχάριστον· ἐνταῦθα δὲ τὸ μέλλον προαγορεύεται. —Διὰ τοῦτο Λόγος. —Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις. Οὔτε μέντοι ἐκεῖ δι᾽ ὀφθαλμῶν ἡ ὅρασις, οὔτε ἐνταῦθα δι᾽ ὤτων ἡ γνῶσις· ἀλλὰ φωτισμός ἐστιν ἐν καρδίᾳ παρὰ τοῦ Πνεύματος, ἢ τὰ παρόντα δεικνύντος, ἢ προαναφωνοῦντος τὸ μέλλον. Πάλιν μέντοι καὶ ἐνταῦθα περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μέλλει μὲν γάρ τι καὶ περὶ τῶν ἄλλων διηγεῖσθαι ἐθνῶν· οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· ἀλλὰ προηγουμένως καὶ ἐν τῇ πρώτῃ τάξει τῆς μερίδος ἑαυτοῦ μέμνηται.

Ζητήσεις δὲ, εἰ μὴ κατά τινα νοῦν βασάνου δεόμενον, πῆ μὲν πρόσκειται τῷ λόγῳ τὸ τοῦ Κυρίου, πῆ δὲ ἄνευ τῆς προσθήκης τῆς τοῦ Κυρίου· οἷον Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρεί· καὶ ἐνταῦθα· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν. Καὶ περὶ τῆς ὁράσεως, παρὰ μὲν τῷ Ἰεζεκιήλ· Ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὅρασιν Θεοῦ· παρὰ δὲ τῷ Ἡσαΐᾳ· Ὅρασις ἣν εἶδεν Ἡσαΐας. Καὶ παρὰ τῷ Ἱερεμίᾳ· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν.

Ὅτι ἐπειδὴ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι καὶ πάντη ἀποστατήσαντι τοῦ Θεοῦ διελέγοντο, ἀπεσιώπων τὸ ὄνομα Κυρίου, οἰκονομοῦντες τὸ παραδεχθῆναι αὐτῶν τοὺς λόγους. Διὰ γὰρ τὸ οἴεσθαι μὴ μέλειν τῷ Θεῷ περὶ τῶν ἀνθρωπίνων, ἐμυκτήριζον τοὺς ὡς ἐκ προσώπου τοῦ Κυρίου διαλεγομένους αὐτοῖς, ὡς δηλοῖ Ἱερεμίας λέγων· Ὅλην τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος.

Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων. Ἔσχαται ἡμέραι αἱ προσεγγίζουσαι τῇ συντελείᾳ τοῦ χρόνου τούτου λέγονται. Συναπαρτίζεται γὰρ τῷ φθαρτῷ τούτῳ κόσμῳ καὶ ἡ τοῦ χρόνου φύσις τοῦ παραῤῥέοντος. Οἰκείως γὰρ ἔχει καὶ συγγενῶς τοῖς βλεπομένοις· συναπερχόμενος μὲν τοῖς φθειρομένοις, συνυφιστάμενος δὲ τοῖς γινομένοις, συμπροσδοκώμενος δὲ καὶ συνελπιζόμενος τοῖς ἔτι μέλλουσιν.

Ἐπεὶ οὖν ἡμέραι καὶ νύκτες, καὶ μῆνες καὶ ἐνιαυτοὶ, τὰ χρονικὰ διαστήματα, ἀπὸ ἡλίου καὶ σελήνης καὶ τῆς φορᾶς τοῦ στερεώματος τὴν γένεσιν ἔχουσιν, ἀνάγκη τῇ τούτων φθορᾷ καὶ τοῦ χρόνου τὸ τέλος ἕπεσθαι. Πρὸς οὖν τῇ συντελείᾳ τοῦ κόσμου τούτου, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου ἔσται, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων.

Καὶ ὁ μὴ μόνῃ τῇ λέξει δουλεύων καὶ ψιλῷ τῷ γράμματι παριστάμενος, ἀναγκασθήσεται μὴ ἐναπομένειν τοῖς αἰσθητοῖς. Πῶς γὰρ τότε ἐμφανήσεται τὸ ὄρος Κυρίου; πῶς δὲ ἐπ᾽ ἄκρων τῶν ὀρέων ὁ οἶκος γενήσεται τοῦ Θεοῦ; Οὔτε γὰρ ἄλλου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατασκευὴν ἐπ᾽ ἄλλων κορυφῶν ἐσομένην ὁ σάρκινος Ἰσραὴλ ἀναμένει. Τὸ δὲ Σιὼν ὄρος καὶ ὁ ναὸς, καὶ κατὰ τοὺς χρόνους τῆς προφητείας τοῦ Ἡσαΐου ἐφαίνετο. Τί οὖν τὸ λεγόμενον; Οὐχ ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανῆ ταῦτα γενήσεται· ἀλλ᾽ ἐν ταῖς ἐσχάταις ἡμέραις, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, ἡ μεγάλη καὶ ὑψηλὴ περὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων οἰκονομία φανήσεται. Τὸ γὰρ μυστήριον, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, ἐπὶ τῇ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. —Ὄρει δὲ ἡ τοῦ Κυρίου κάθοδος ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος γῆ ἐστιν ὑψηλή. Καὶ ἡ σὰρξ δὲ (ἡ τοῦ Κυρίου) γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα, διὰ τῆς συναφείας τῆς πρὸς Θεὸν, ἀνυψώθη.

Καὶ ὁ οἶκος τοῦ Θεοῦ, ἐπ᾽ ἄκρων τῶν ὀρέων, ἡ Ἐκκλησία ἐστὶ κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Εἰδέναι γάρ φησι, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἧς οἱ θεμέλιοί εἰσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ᾠκοδόμηται γὰρ ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν. Ἓν τῶν ὀρέων ἦν καὶ ὁ Πέτρος, ἐφ᾽ ἧς καὶ πέτρας ἐπηγγείλατο ὁ Κύριος οἰκοδομήσειν αὐτοῦ τὴν Ἐκκλησίαν. —Τὰ γὰρ ὑψηλὰ καὶ διηρμένα φρονήματα καὶ ὑπερανεστηκότα τῶν γηΐνων, εἰκότως ὄρη προσαγορεύεται.

Πέτρα δὲ ὑψηλὴ ἡ ψυχὴ τοῦ μακαρίου Πέτρου ὠνόμασται, διὰ τὸ παγίως ἐνεῤῥιζῶσθαι τῇ πίστει, καὶ στεῤῥῶς καὶ ἀνενδότως ἔχειν πρὸς τὰς ἐκ πειρασμῶν ἐπαγομένας πληγάς. Πάντες οὖν οἱ χωροῦντες τὴν τῆς θεότητος γνῶσιν διὰ τὸ μέγεθος τοῦ νοῦ καὶ τῶν ἀπὸ τοῦ νοῦ πράξεων, τετελειωμένοι τῷ ὑγιεῖ βίῳ, τὰ ἄκρα εἰσὶ τῶν ὀρέων, ἐφ᾽ ὧν οἰκοδομεῖται ὁ τοῦ Θεοῦ οἶκος.

Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Καὶ οἱ βουνοὶ γήλοφοί τινές εἰσιν, εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολειπόμενοι. Ἐπεὶ οὖν ἀσυνείκαστος ἡ κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίου ὑπεροχὴ, πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανέντας κατορθώμασι, διὰ τοῦτο ὑπεράνω τῶν βουνῶν εἶναι τὸ ἐμφανὲς γενησόμενον τοῦ Κυρίου ὄρος, ἐλέχθη. Μείζονος γὰρ δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθόσον μείζονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν.

Ὅσον δὲ μείζων τοῦ Ἀβραάμ; Ἀβραὰμ (φησὶν) ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τῆς ἐνανθρωπήσεως· καὶ εἶδε καὶ ἐχάρη. Καὶ Ἀβραὰμ μὲν δεκάτην ἔδωκε τῷ Μελχισεδέχ· Μελχισεδὲχ δὲ τύπος ἦν τοῦ Κυρίου. Ταῦτα, ἵνα τὴν σωματικὴν ὑπεροχὴν παραστήσωμεν.

Μὴ γένοιτο γὰρ ἡμᾶς τὴν θεότητα ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς δοξάζειν. Ἡ μὲν γὰρ κατὰ τὸ ἀνθρώπινον οἰκονομία, ὑπὲρ τοὺς ἐν ἀνθρώποις δικαίους· ἁμαρτίαν γὰρ οὐκ ἐποίησε μόνος· τῆς δὲ θεότητος ἐπήρθη ἡ μεγαλοπρέπεια ὑπεράνω τῶν οὐρανῶν. —Καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔθνη. Προϊὼν ὁ λόγος γυμνοτέραν ἐκφαίνει τὴν προφητείαν, τὴν συνδρομὴν τῶν ἐθνῶν τὴν ἐσομένην ἐπὶ τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ ὑποφαίνων.

Ἥξουσι γὰρ κληθέντα διὰ τοῦ κηρύγματος ἐπὶ τὴν πίστιν πάντα τὰ ἔθνη· Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ εὐαγγελικὸς φθόγγος τῶν Ἀποστόλων. Καὶ πορεύσονται (φησὶ) ἔθνη πολλά.

Τὴν ἀκρίβειαν τῆς λέξεως μὴ παραδράμῃς ἀβασανίστως. Πῶς ἐν μὲν τῷ Ἥξουσι πάντα εἴρηται, ἐν δὲ τῷ Πορεύσονται, οὐκέτι πάντα, ἀλλὰ πολλά; Ὅτι τὸ μὲν Ἥξουσιν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι.

Ἐπεὶ οὖν τὴν μὲν πίστιν ὁμολογοῦμεν πάντες, οὐκέτι δὲ πάντες κατὰ τὰς Ἐντολὰς πολιτευόμεθα, διὰ τοῦτο ἥξουσι μὲν πάντα τὰ ἔθνη, πορεύσονται δὲ πολλά. Ὅτι δὲ τὸ πορεύεσθαι ἐπὶ τοῦ βιοῦν κατὰ τὸν νόμον λαμβάνεται· Μακάριοι (φησὶν) οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. —Ἀλλὰ πῶς τοῦ Κυρίου εἰπόντος, ὅτι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες τὴν ὁδὸν, ἡμεῖς λέγομεν ἔθνη πολλὰ πορευθήσεσθαι;

Ὅτι πάντα τὰ ἔθνη κατὰ τὸν ἴδιον ἀριθμὸν τῶν ἐθνῶν εὐαρίθμητα· οἱ δὲ ἐν τοῖς ἔθνεσιν ἄνθρωποι, πολλοί. Ἐνταῦθα οὖν ὁ λόγος φησὶν, ὅτι πολλὰ μὲν ἔθνη κατὰ τὸ Εὐαγγέλιον βιοῦν καταδέχεται, οὐχὶ πάντα, κἂν πάντες ἑαυτοὺς ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ ὀνομάζωσιν. Οὐ μὴν ἐπειδὴ πολλὰ ἀριθμεῖται τὰ ἔθνη, ἤδη καὶ οἱ καθ᾽ ἕνα ἄνθρωποι, ὅσοι τῇ κοινῇ προσηγορίᾳ τοῦ ἔθνους συμπεριλαμβάνονται, πάντως ἀκολουθοῦσι τῷ ἀριθμῷ. Δύναται μὲν γὰρ ἔθνη ἀριθμεῖσθαι, τὸ Καππαδοκῶν καὶ Γαλατῶν καὶ Ἀρμενίων, ἢ Σύρων, ἢ Αἰγυπτίων, ὥστε λέγεσθαι τοσάδε εἶναι ἔθνη τὰ πορευόμενα ἐν τῷ νόμῳ Κυρίου· οὐ μὴν καθ᾽ ἕκαστον ἔθνος τοὺς ἐμπεριεχομένους ἀνθρώπους συμφώνως τὸν τῆς πολιτείας σκοπὸν καταδέχεσθαι. Ὡς μὲν οὖν πρὸς τὰ ἑβδομήκοντα δύο ἔθνη (ἢ ὁπόσα δήποτε) κατὰ τὴν οἰκουμένην ἅπασαν ἀριθμούμενα, πολλὰ τὰ πορευόμενα τὴν ἐν τῇ ζωῇ πορείαν· ὡς δὲ πρὸς τὸν ὅλον τῶν ἐπὶ γῆς ἀνθρώπων ἀριθμὸν, ὀλίγοι οἱ σωζόμενοι· οὕτω καὶ τὸ Εὐαγγέλιον ἀληθεύει, καὶ ἡ προφητεία οὐ μάχεται. Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, προσκυνήσουσι δὲ ἀπὸ τῶν πολλῶν ὀλίγοι· Πάντες (φησὶν) οἱ βασιλεῖς τῆς γῆς. Καὶ ὁ Σοφονίας· Ἥξουσι τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.

Καὶ ἐροῦσι· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οἱ προκόπτοντες τῇ γνώσει, οἱονεὶ προκαταλαβόντες τὰ ἄνω, προκαλοῦνται εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἀνάβασιν τοὺς ἔτι ἐμφιλοχωροῦντας περὶ τὰ κάτω καὶ ταῖς ταπειναῖς τοῦ βίου μερίμναις προσδιατρίβοντας. Ὁ συνεγερθεὶς τῷ Χριστῷ καὶ τὰ ἄνω ζητῶν, καλείτω τοὺς τὰ ἐπίγεια φρονοῦντας, καὶ χειραγωγείτω αὐτῶν τὰ νοήματα πρὸς τὰ ἄνω. —Ἐπεὶ διπλῆ τίς ἐστιν ἡ σωματικὴ πρὸς τὸ ὄρος σχέσις, νῦν μὲν ἐξ ὑπωρειῶν ἐπὶ κορυφὴν ἀνιόντων, νῦν δὲ ἐκ τῆς ἀκρωρείας καταβαινόντων ἐπὶ τοὺς πρόποδας, κατὰ τὴν διάφορον τοῦ σώματος σχέσιν, καὶ τῆς παρ᾽ ἡμῶν ἐνεργείας διαφόρως ἐκτελουμένης. Μήποτε δὲ τὸ διπλοῦν τοῦτο τῆς ἐπινοίας καὶ τῇ οἰκονομίᾳ τῆς ἀνθρωπότητος ἐφαρμόσει, ὥστε νοεῖν ἡμᾶς ὄρος τὴν ἐνανθρώπησιν, νῦν μὲν τῆς σαρκὸς διὰ τῆς πρὸς Θεὸν συναφείας εἰς οὐρανὸν ὑψουμένης, νῦν δὲ τῆς θεότητος διὰ τῆς πρὸς τὸ ἀνθρώπινον κοινωνίας ἐπικαταβαινούσης τοῖς ὧδε.

Δεῦτε καὶ ἀναβῶμεν. Προσβῶμεν τῷ ὕψει τῆς θεολογίας, ἀπὸ τοῦ Πάθους ἀρχόμενοι. Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀνωτέρω μὲν ὁ οἶκος ἁπλῶς εἴρηται τοῦ Θεοῦ, ἐνταῦθα δὲ οἶκος τοῦ Θεοῦ Ἰακώβ. Τίς οὖν ἡ αἰτία; Ἢ γὰρ ἐκεῖ λείπει, ἢ ἐνταῦθα παρέλκει. —Ἀλλ᾽ οὐδὲν ἀργὸν τῶν τοῦ Πνεύματος. Δείκνυσι γὰρ ὁ λόγος, ὅτι μὲν πρῶται συγκαταθέσεις κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις γίνονται· τὸ δὲ ἀκριβὲς τῆς πίστεως τελειοῦται, τρανουμένης ἤδη ἐν ταῖς καρδίαις τῶν προκοπτόντων ἐπὶ τὴν γνῶσιν τῆς ἰδιότητος τοῦ Θεοῦ. Διὰ τοῦτο τοῖς μὲν εἰσαγομένοις εἰς γνῶσιν ἁπλῶς εἴρηται οἶκος Θεοῦ, τοῖς δὲ στοιχειωθεῖσι λοιπὸν καὶ τίνος Θεοῦ, ὅτι τοῦ Ἰακὼβ, ᾧ ἐχαρίσατο τὴν πρὸς αὐτὸν οἰκειότητα. Ἐγὼ γὰρ (φησὶν) ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Τοῦτό μοί ἐστιν ὄνομα αἰώνιον.

Ἵνα γὰρ ἀεὶ μνημόνευτον ποιήσῃ τὴν τιμὴν τοῖς Ἁγίοις, συνῆψεν ἑαυτῷ τὰ τῶν δούλων ὀνόματα· ὥστε ὁσάκις ἂν γένηται μνήμη Θεοῦ, τοσαυτάκις κἀκείνων τὴν μνήμην συναναφέρεσθαι. Τοῖς οὖν προσελθοῦσιν ἤδη τὸ οἱονεὶ γνώρισμα τοῦ Θεοῦ προσέθηκεν, εἰπών· Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλ᾽ ἐπειδὴ καὶ Ἰακὼβ ἔτι τοῦ πτερνιστοῦ καὶ ἀγωνιστοῦ ἐστιν ὄνομα (Ἰακὼβ γὰρ πτερνιστὴς προσαγορεύεται διὰ τὴν πρὸς τὰ ἀντικείμενα πάλην, ὕστερον δὲ μετὰ τὴν νίκην ἆθλον ἔλαβε τὸ Ἰσραὴλ ὀνομάζεσθαι) ὁ ἔτι προκόπτων τέως μανθάνει τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, τὰ ὑποδεέστερα καὶ ἑαυτῷ ἐφικτά· ὕστερον δέ ποτε καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ διδαχθήσεται, ὁδῷ καὶ τάξει τῶν τελειοτέρων παραδόσεων οἰκονομουμένων περὶ αὐτόν.

Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος, οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Ἐὰν μὴ ἀναγγείλῃ ἡμῖν, πῶς πορευσόμεθα; Τουτέστιν· ἐὰν μὴ δεξώμεθα τὸ Εὐαγγέλιον, πῶς βιωσόμεθα κατ᾽ αὐτό; Οἱ δὲ ἐπιζητοῦντες μαθεῖν ὁδὸν, δηλονότι οὐκ ἤδεισαν. Πῶς οὖν ἀναβαίνωμεν εἰς τὸ ὄρος, τὴν ὁδὸν ἀγνοοῦντες; Ἢ τὸ Δεῦτε καὶ ἀναβῶμεν, τὴν πρόθεσιν καὶ τὴν σπουδὴν τῶν ἐπειγομένων ἐμφαίνει· οὔπω μέντοι παρίστησι τῶν ἐπιθυμητῶν τὴν ἐπίτευξιν. Ἡγησώμεθα γάρ τινας τῶν νῦν ἐπὶ τὴν πίστιν ἐπειγομένων ἀλλήλους προσφωνεῖν καὶ παρορμᾷν· δεῦτε, ἀποστῶμεν τῶν χαμερπῶν· δεῦτε, φρονήσωμεν τὰ οὐράνια, εἰσέλθωμεν εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐκεῖ μαθησόμεθα τὴν ὁδὸν, δι᾽ ἧς ἐπὶ τὸ κοινῶς προκείμενον ἅπασι πέρας διὰ τῆς τελειότητος καταντήσομεν.

Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ἐρώτησον τὸν τῆς κατατομῆς ἄνθρωπον, τὸν κατὰ σάρκα Ἰουδαῖον, περὶ ποίου νόμου λέγει καὶ ποίου λόγου; Τοῦ διὰ Μωϋσέως δοθέντος νόμου; Ἀλλὰ πῶς οὗτος ἀπὸ Σιὼν, δεικνύτωσαν. Μωϋσῆς γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν γῆν τῆς κατασχέσεως, τὸ δὲ Σιὼν ἐν τῇ Ἰουδαίᾳ.

Ἔσφαλται οὖν κατ᾽ αὐτοὺς ἡ Γραφὴ, ἀντὶ ἄλλου ὀνόματος ἄλλο λέγουσα· ἀντὶ γὰρ τοῦ Σινὰ ἢ τοῦ Χωρὴβ, τὸ Σιὼν εἴρηκεν. Ἀλλὰ περὶ ἁγίου νόμου λέγει. Ποίου; τοῦ πότε δοθέντος; τοῦ ποῦ γεγραμμένου; Καὶ λόγον ἐκ τῆς Ἱερουσαλήμ. —Τὸν προφητικὸν λέγει. —Ἀλλὰ πανταχοῦ τῆς Ἰουδαίας γεγένηται, οὐκ ἐν τῇ Ἱερουσαλὴμ δὲ μόνον, καὶ κατὰ τὸν Ἰσραήλ· ἀλλὰ καὶ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἐν Νινευῇ, καὶ πολλαχοῦ τῆς γῆς. Ἀγχέσθωσαν οὖν ὑπὸ τῆς ἀληθείας καὶ καταδεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν, ἀπὸ τοῦ σκοπευτηρίου γινομένην, ἀπὸ τῆς Σαρκὸς τῆς θεοφόρου, ἀφ᾽ ἧς ἐπεσκόπει τὰ κατὰ ἀνθρώπους πράγματα.

Καὶ λόγος Κυρίου ἀπὸ Ἱερουσαλήμ. Ἐκεῖθεν γὰρ ἀρξάμενον εἰς πάντα τὸν κόσμον ἐπεσπάρη τὸ κήρυγμα. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Ὁ Θεὸς ἐν μὲν συναγωγῇ θεῶν στὰς, θεοὺς διακρινεῖ· ἐν δὲ τοῖς ἔθνεσι Κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Τοῖς μὲν γὰρ Ἁγίοις τὸ διακρίνεσθαι πρέπει εἰς τὴν τῆς ἀξίας αὐτοῦ ἐπίγνωσιν· τοῖς δὲ μάτην βεβιωκόσι τὸ κρίνεσθαι. Μήποτε δὲ ἐντεῦθεν δείκνυται τὸ διάφορον εἶναι τῶν ἔξω τῆς εὐσεβείας ἐθνῶν τὴν κόλασιν, ἀλλὰ μὴ μίαν καὶ τὴν αὐτήν· καθ᾽ ὃ μὲν γὰρ ἐκπεπτώκασι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ, πάντες βασάνων καὶ κολάσεων ἄξιοι· καθ᾽ ὃ δὲ διάφορα αὐτῶν τὰ κατὰ τὸν βίον ἐπιτηδεύματα, ἔν τε τοῖς πάθεσι τῆς ἀτιμίας καὶ ἐν ταῖς εἰς τοὺς πλησίον πονηρίαις, δεῖται κρίσεως κατὰ τῶν ἐθνῶν τῆς διαλαμβανούσης περὶ τῶν εἰς τοὺς πέλας πεπλημμελημένων.

Καὶ ἐλέγξει λαὸν πολύν. Ἵνα δείξῃ ἡμῖν τὸ δίκαιον καὶ ἀναντίῤῥητον τῆς δικαίας κρίσεως, ἐπήγαγε τὸ Καὶ ἐλέγξει λαὸν πολύν. —Ἐλέγξω γάρ σε (φησὶ) καὶ παραστήσω κατὰ τὸ πρόσωπόν σου. Ἐνταῦθα μὲν οὖν μάρτυρας παριστᾷ ὁ κατήγορος εἰς ἔλεγχον τῶν ἐγκλημάτων τοῦ κατηγορουμένου, ἐν δὲ τῷ τῶν κρυπτῶν δικαστηρίῳ αὐτὰ τὰ πράγματα ἡμῖν παρίσταται ἐν τῷ ἰδίῳ σχήματι, ἑκάστης ἁμαρτίας παρισταμένης τοῖς ἡμαρτηκόσιν. Ἐκεῖ μὲν οὖν ἔλεγχος εἰς σύστασιν τῆς δικαιοκρισίας παραλαμβάνεται, ἐνταῦθα δὲ εἰς διόρθωσιν τῶν ἐφ᾽ οἷς ἐλέγχεται. Ἐφ᾽ ᾧ τὸν Τιμόθεον χρῆσθαι ὁ Ἀπόστολος παραινεῖ. Πᾶς μέντοι ἔλεγχος, ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτήματος, ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων εἰς τὴν συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος πληκτικὸς, καθικνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων;

Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Τοῦτό ἐστι τὸ εὔχρηστον τέλος τῶν ἐλέγχων, μεταβαλεῖν πρὸς εἰρηνικὴν κατάστασιν τοὺς φιλοπολέμους καὶ ταραχώδεις. Δῆλον δὲ παντὶ, ὅτι ὁ Χριστοῦ νόμος καὶ λόγος, τὸ εἰρηνικὸν καὶ συμβατικὸν ἔχων, εἰρήνην ἐκήρυξε τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὥστε καὶ τοὺς Ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν καταθεμένους τὰ πολεμιστήρια, τά τε πρὸς τὴν ἐκ τοῦ σύνεγγυς ἐν τοῖς συστάδην γινομένοις ἀγῶσι συμπλοκὴν (ἅτινα εἶπε μάχαιραν) καὶ τὰ πρὸς ἄμυναν τὴν διὰ μακροῦ παρεσκευασμένα (ἅτινα εἶναι δόρατα καὶ ζιβύνας φησί)· ταῦτα δὲ εἰς τὰ τῆς γεωργίας ἐργαλεῖα μετασκευάζειν τὸν λόγον τὸν ἐκ τῆς Ἱερουσαλήμ· ὥστε τὴν φθαρτικὴν μάχαιραν σπερμάτων ζωοποιῶν, τῶν ἐκ τῆς σοφίας ἐγγινομένων ταῖς λογικαῖς ψυχαῖς, εἶναι παρασκευαστικήν· ἄροτρον γενομένην ἁπαλῦνον τὰ πεπωρωμένα, ἀκάνθας ἀνατρέπον, οὐρανίας χάριτος φυλακτηρίων ποιητικόν.

Ἡ δὲ ζιβύνη, τὸ πόῤῥωθεν κατακοντίζον καὶ ἀπωθούμενον, εἰς τὸ συνακτικὸν ἐκ τοῦ σύνεγγυς καὶ κοινωνίας συνδετικόν. Τοιαῦται γὰρ αἱ δρεπάναι συνάγουσαι τὰ διεσκορπισμένα καὶ εἰς κοινωνίαν δράγματος συνδέουσαι τοὺς ἀστάχυας. Ἔστιν οὖν τι καὶ λογικὸν θέρος, εἰς ὃ χρεία τῶν ἐπιτηδείων ὀργάνων, περὶ οὗ εἴρηται, ὅτι Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, ὅτι αἱ χῶραι λευκαί εἰσιν. Οὐδεὶς οὖν πολεμοποιὸς πρὸς τὸν θερισμὸν ἐπιτήδειος.

Ἀλλὰ τοὺς ἰδίους μαθητὰς πρὸς τὸν θερισμὸν τοῦτον ἀπέστειλε, περὶ ὧν καὶ εἶπεν· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τούτοις οὖν τοῖς θερισταῖς, διὰ τὸ μὴ ἔχειν πολέμου ὄργανον ἐν ταῖς καρδίαις, ἔδωκε δύναμιν τοῦ ἐναφιέναι εἰρήνην τοῖς οἴκοις, εἰς οὓς ἂν εἰσέλθωσιν.

Καὶ οὐ λήψεται ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν. Ἕως μὲν ἐνηργεῖτο διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λόγος, ἀλλήλων τὰ ἔθνη κατεπανίσταντο, σφοδρῶς ἠκονημένην τῇ μελέτῃ καὶ τῇ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μάχαιραν ἀλλήλοις ἀντεπιφέροντες. Ἐπειδὴ δὲ ἦλθεν ἡ εἰρήνη ἡμῶν, καὶ κατηγγέλη δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἅπαν ὁμοῦ τὸ ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησεν. Ὥσπερ ὀρνέων λάλων πολυφωνία ἀθρόως κατεσιγάσθη, ἀετοῦ πόθεν αὐτοῖς ἐπιφανέντος ἄνωθεν, οὐκέτι τοὺς ἀλλήλων καταβάλλουσι λόγους· ὁ μὲν, μὴ εἶναι Πρόνοιαν τὸ παράπαν, ὁ δὲ μέχρι σελήνης προδιήκειν αὐτὴν λέγων. Οὐκέτι περὶ ψυχῆς· ὁ μὲν θνητὴν, ὁ δὲ ἀθάνατον ἀποφαινόμενοι. Τὰ περὶ εἱμαρμένης, ὁ μὲν πάντων αὐτὴν κρατεῖν, ὁ δὲ μηδὲ εἶναι αὐτὴν τὸ παράπαν. —Ἐπειδὴ δὲ ἦλθεν ἡ μωρία τοῦ κηρύγματος, καὶ ὁ Ἐσταυρωμένος δοξάζεται, καὶ ἀνάστασις πιστεύεται, καὶ κρίσις ἐλπίζεται, τὸν πρὸς ἀλλήλους πόλεμον τὰ ἔθνη καταλύσαντα, τὴν ἡσυχίαν ἄγει. Φοβοῦμαι δὲ μὴ θεαταὶ λοιπὸν τοῦ ἡμετέρου πολέμου γίνωνται ... Καὶ ἐπειδὴ πρὸ τούτου ἅπας ὁ βίος αὐτοῖς ἐν τῇ τῶν ματαίων λόγων μαθήσει καταναλίσκετο, ὡς τῆς διαλεκτικῆς πολεμικῆς οὔσης διαλόγου, Οὐ μὴ (φησὶν) μάθωσιν ἔτι πολεμεῖν, ἀντὶ τοῦ οὐκέτι τοῖς διδασκάλοις τῆς λογομαχίας προσδιατρίψουσιν.

Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Δευτέρα κλῆσις, ἐπὶ τὰ τελειότερα προκαλουμένη τοὺς εὐεργετουμένους. Μετὰ γὰρ τὸ ἀναβῆναι εἰς τὸ ὄρος Κυρίου καὶ ὑπερκύψαι τὰ γήϊνα, οἷον καθαρωτέρας μεταλαβόντα αὐγῆς, φωτί ἐστιν ἐντυχεῖν θείῳ, φωτίζοντι ψυχῆς ὀφθαλμοὺς εἰς κατανόησιν τῶν μακαρίων καὶ νοητῶν θεαμάτων καὶ θείων θεωρημάτων. Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ Ψαλμῳδῷ· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὐ καταισχύνεται γὰρ, ἐφ᾽ οὓς ἂν σημειωθῇ τὸ φῶς τοῦ προσώπου Κυρίου. Ὁ δὲ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς.

Ἐπειδὴ δὲ ὁ οἶκος τοῦ Ἰακὼβ φῶς αὔταρκες τὴν ἐκ τοῦ νόμου διδασκαλίαν καὶ ἑαυτὸν ὑπείληφεν ἠπατημένως ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, διορθούμενος αὐτῶν τὴν ἄγνοιαν ὁ λόγος, φησί· Δεῦτε καὶ πορευθῶμεν (μὴ τῷ προφητικῷ, μὴ τῷ νομικῷ φωτὶ, ἀλλὰ) τῷ φωτὶ τοῦ Κυρίου.

Καὶ γὰρ καὶ λύχνοι χρήσιμοι, ἀλλὰ πρὸ ἡλίου· ἀστέρες τερπνοὶ, ἀλλ᾽ ἐν νυκτί. Εἰ δὲ γελοῖος, ἡλίου λάμποντος, ὁ λύχνον ἑαυτῷ παραφαίνων, πολλῷ γελοιότερος ὁ, Εὐαγγελίου κηρυσσομένου, τῇ σκιᾷ τῇ νομικῇ παραμένων.

Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ. Χαλεπωτάτη ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Οἱονεὶ ἀπὸ ἰσχυρᾶς κατοχῆς χειρῶν, τῇ ἀνέσει τῶν δακτύλων, οἷς τέως περιεδέδρακτό τις τοῦ κατεχομένου, ἀφῆκεν αὐτὸ τῆς ἰδίας συντηρήσεως ἐκπεσεῖν, οὕτως ὁ λόγος ἐμφαίνει ἀπερικράτητον ὑπὸ τοῦ Θεοῦ τὸν λαὸν εἶναι. Διὰ ποίας δὲ αἰτίας ἀφίεταί τις τῶν χειρῶν τοῦ Θεοῦ, τὰ ἐφεξῆς διδάσκει· Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι.

Ἔξω τῆς παρὰ Θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῇ. Πολλοῖς δὲ τῶν Χριστιανῶν ἀδιάφορον ὠτακουστεῖν καὶ φήμας θηρᾶσθαι καὶ συμβόλοις προσέχειν. Ἔπταρέ τις (φησὶν) ἐπὶ τῷ λόγῳ, καὶ τόδε σημαίνει. Κατόπιν μέ τις ἀνεκάλεσε· καὶ ἐμπόδιον τοῦτο. Ὁ ποὺς προσέπταισεν ἐξιόντος· τὸ ἱμάτιον ἐνεσχέθη.

Καὶ τῶν πάνυ γνωρίμων καὶ τῶν ἀναμενόντων Κριτὴν ἐκ τῶν οὐρανῶν τινες, τούτοις ἀδιαφόρως τοῖς βλαβεροῖς περιπίπτουσιν. Ἀλλ᾽ ἄκουε ὅτι ἀπεῤῥίφη ὁ λαὸς ὁ ταῦτα περιεργαζόμενος. Πάλαι γὰρ καὶ ἐκ τοῦ Μωϋσέως νόμου, κληδόνες καὶ μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ὀρνιθοσκοπίαι διαβέβληνται ὡς δαιμόνων εὑρέματα. Οὐκ οἰονιεῖσθε γὰρ (φησὶ) οὐδὲ ὀρνιθοσκοπήσεσθε. Τὰ γὰρ ἔθνη (φησὶν) οὓς Κύριος ὁ Θεὸς ἐξολοθρεύσει πρὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος, ὁ Θεός σου.

Ἄτοπον γὰρ, τὸν ἔχοντα τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβουλίαν, πρὸς τὴν ὑπὲρ οὐ πρακτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις. Καὶ τὸν μὲν ἑαυτοῦ κίνδυνον παρακείμενον καὶ ἐν ὀφθαλμοῖς ὄντα οὐκ εἶδεν ὁ ὄρνις· σοὶ δὲ τὸ μέλλον προαγορεύει· καὶ τῆς μὲν καλιᾶς ἀποπτὰς, τροφὴν πορίσαι τοῖς νεοσσοῖς, ἄπρακτος ἐπανῆλθε πολλάκις· σοὶ δὲ μαντεῖον γέγονεν ἀψευδὲς καὶ τοῦ μέλλοντος ἀποκάλυψις ἡ ματαία τοῦ ὄρνιθος κίνησις. —Εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλὰ περιπέτονται, μή μοι καθέζου δαιμόνων ἀπάταις προσκεχηνὼς, μηδὲ γίνου διαβολικαῖς ἔκδοτος ἐνεργείαις· ὃς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ παραχρώμενος, οὐκ ἀνίησιν.

Ἀλλὰ καὶ κρώζοντες κόρακες καὶ ἀλύοντες ἀετοὶ δι᾽ ἀπορίαν θήρας, τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι. Καὶ τοσαύτη τοῦ ἐχθροῦ ἡ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα, καὶ κύων διακύψας, καὶ ἄνθρωπος ἐπιφανεὶς ἕωθεν, κἂν τῶν εὐνουστάτων ᾖ, ὀφθαλμὸν δὲ ἢ σκέλος δεξιὸν πεπληγὼς, ἀπεπήδησε καὶ ἀπετράπη καὶ ἐπεκαλύψατο πολλάκις τοὺς ὀφθαλμούς. Τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν αὐτοῦ τὴν ψυχὴν πρὸς Θεὸν ἐπανάγειν;

Ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, εἰ κύκλους ὑπὲρ κεφαλῆς ἡμῶν περιγράφουσιν, ἢ ἀντιπρόσωποι φέρονται, ἢ ἐκ τῶν κατόπιν ἐφίπτανται, ἢ πρὸς τὰ πλάγια μεταβαίνουσι. Ταῦτα καταλιπῶν, τοῦ Δημιουργοῦ τὴν ἐπ᾽ αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμασον· πῶς βάρος τοσοῦτον δι᾽ ἀέρος φέρεται, πῶς ἡ ἁπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι· πῶς ὅσα βαδίζειν ἐστὶν ἀνεπιτήδεια, τῷ πτερῷ τὴν χρείαν τῶν ποδῶν ἐκπληροῖ. —Ὅσα νηκτικὰ, ὅσα ἁρπακτικὰ, πρέπουσαν τῷ βίῳ τὴν κατασκευὴν ἔχει τοῦ σώματος. Τοῖς μὲν γὰρ ὄργανα πρὸς τὴν ἁρπαγὴν, οἱ ὄνυχες· τοῖς δὲ οἱονεὶ κῶπαι οἱ ὑμένες εἰσὶ τῶν ποδῶν· ὥστε τῷ πλάτει τῆς βάσεως ῥᾷον διωθεῖσθαι τὸ ὕδωρ κατὰ τὴν κίνησιν. Πάντα γέμει τῆς σοφίας τοῦ Θεοῦ.

Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν. Ὁ δὲ μικρόψυχος καὶ ταπεινὰ φρονῶν, τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρῶν, καταλιπὼν Θεὸν, δαίμοσιν ἐπιβούλοις ἔκδοτον ἔδωκεν ἑαυτὸν, οἳ τῷ κρατεῖν τοῦ ἀέρος ὧδε καὶ ὧδε στρέφειν ἐπινοοῦντες τοὺς ὄρνιθας, ἀθεράπευτον τὴν ἀπάτην τῶν ἀνοήτων συνέχουσι. —Ταῦτα εἰ καὶ παρεκβατικώτερον εἴρηται· ἀλλ᾽ οὐκ ἀχρήστως ὁ λόγος τῇ ἐκ τοῦ ῥητοῦ ἀφορμῇ εἰς θεραπείαν τῶν ἀνοήτων ἐχρήσατο. —Σημειωτέον δὲ ὅτι τὸν κληδονισμὸν ἴδιον ἐπιτήδευμα τῶν Φυλιστιαίων ἡ Γραφὴ παραδίδωσι, τουτέστι τῶν Παλαιστινῶν· τούτους γὰρ καὶ μόνους ἀλλοφύλους ἔθος αὐτῇ ὀνομάζειν. Ὥσπερ γὰρ Χαλδαῖοι γενεθλιαλογίαν, καὶ Αἰγύπτιοι φαρμακείας καὶ ἐπαοιδὰς, καὶ Κρῆτες οἰωνιστικήν, οὕτω καὶ οἱ ἀλλόφυλοι τὸν κληδονισμὸν ἰδιώσαντο. Πρὸς οὖν τὰ ἴδια ἑαυτῆς κακὰ ἐπανῆλθεν ἡ χώρα, γενομένη ὡς τὸ ἀπαρχῆς.

Καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη ἐν αὐτῇ. Ὅταν πόλις, ἔθη μοχθηρὰ παραδεξαμένη, κατ᾽ αὐτὰ βιοῦν ἕληται, τοῖς ἐπιγινομένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων ἁμάρτημα, καὶ εὐθὺς ἐκ γενέσεως ἀλλόφυλά ἐστι τὰ τέκνα, ὑπὸ τῆς πονηρᾶς ἀγωγῆς ἀλλοτριούμενα τοῦ λαοῦ τοῦ Θεοῦ. —Ἐπεὶ δὲ καὶ οἱ καρποὶ τῆς ψυχῆς τέκνα πολλάκις λέγονται, εἴποι ἄν τις τὸν παρὰ τὸ βούλημα τῆς θείας Γραφῆς συλλεξάμενον ἀπὸ τῶν ἔξωθεν τῆς θεοσεβείας λόγους οὐχ ὑγιεῖς, καὶ παραδεξάμενον αὐτοὺς, τὰ τέκνα ἀλλόφυλα ποιεῖσθαι.

Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Ἡλίκον ἁμάρτημα τὸ φιλοπλουτεῖν, ὅτι ἐν τῷ καταλόγῳ τῶν τηλικούτων ἁμαρτημάτων ἐτάχθη. Μετὰ γὰρ κληδονισμῶν καὶ τέκνων ἀλλοφύλων, τῶν ἐκ τοῦ πληθυνθῆναι τὴν πορνείαν γεννωμένων τάχα ἐν τῷ Ἰσραὴλ, συγκατηρίθμηται καὶ τὸ ἐμπλησθῆναι τὴν χώραν ἀργυρίου καὶ χρυσίου. —Θεοσεβεῖ μὲν γὰρ ψυχῇ ἀφορμὴν πρὸς εὐποιίαν, κατὰ τὴν μεταδοτικὴν κοινωνίαν ὁ πλοῦτος γίνεται· φιληδόνῳ δὲ καὶ φιλοσωμάτῳ, ἐφόδιον τρυφῆς καὶ ἀκολασίας γίνεται. Πενία μὲν γὰρ παιδαγωγός ἐστιν εἰς εὐσέβειαν, πλοῦτος δὲ ὕβρεώς ἐστιν ἀφορμή. Εἰ δὲ ὅλον ἔθνος ἐγκαλεῖται περιουσίαν χρημάτων, σκοπείτωσαν οἱ πλουτοῦντες, πῶς ὑπὲρ τῶν οἰκείων ἀπολογήσονται.

Ἐὰν δέ τις οἴηται, ἔκ τινος εὐλόγου προφάσεως νομιζομένης πλουτῶν, μὴ ἁμαρτάνειν, ἀναμνησθήτω τοῦ εὐαγγελικοῦ προστάγματος, σαφῶς ἀπαγορεύοντος μὴ θησαυρίζειν ἑαυτοῖς ἐπὶ τῆς γῆς. Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν.

Πανταχοῦ παραιτησαμένους τοὺς Ἁγίους τετηρήκαμεν τὴν τῶν ἵππων χρῆσιν, ἐπί τε τῶν πολεμικῶν παρατάξεων καὶ ἐν ταῖς λοιπαῖς κατὰ τὸν βίον χρείαις. Δι᾽ ὃ καὶ ἐνταῦθα τοῖς λοιποῖς κατηγορήμασι καὶ ἡ τῶν ἵππων συγκατηρίθμηται. Τοῦ γὰρ Θεοῦ βουλομένου τῆς παρ᾽ αὐτοῦ βοηθείας αὐτοὺς ἐξηρτῆσθαι, καὶ μὴ ταῖς οἰκείαις παρασκευαῖς αὐτοὺς ἐπελπίζειν ἐν τοῖς πολέμοις, καὶ διὰ τοῦτο ἀπαγορεύσαντος μή ποτε πληθύνῃς σεαυτῷ ἵππον, οἱ τότε ἐγκαλούμενοι τοσοῦτόν τι πλῆθος ἵππων περιεβάλλοντο, ὥστε καὶ ἀριθμὸν ὑπερβαίνειν. —Τοῦτο δὲ ἤτοι ὑπερβολικῶς ἐκδεξώμεθα, ἢ παρὰ τὸ τὰ φαῦλα καὶ ἄλλως ἄτιμα μὴ ἀριθμεῖσθαι ἐν τῇ Γραφῇ, νομίσωμεν εἰρῆσθαι, τὸ μὴ εἶναι ἀριθμὸν τῶν ἁρμάτων. Τήρει γὰρ ὅτι ἐν Ἀριθμοῖς οὐ γυνὴ ἀριθμεῖται, ὡς ἀσθενής· οὐ παιδίον, ὡς εὐκαταφρόνητον, πλὴν πρωτοτόκων καὶ Λευιτικῶν· οὐ δοῦλος, διὰ τὸ ἄτιμον· οὐχ ὁ ἐπίμικτος, διὰ τὸ ἀλλότριον. Οὕτως οὖν καὶ τὰ κακῶς κτηθέντα ἅρματα ἔξω εἶναι τοῦ ἀριθμοῦ λογιζόμεθα.

Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Τὰ ἐθνικὰ ἐπιτηδεύματα ἀπὸ κληδονισμῶν τὴν ἀρχὴν λαβόντα, διὰ φιλαργυρίας καὶ ἱππομανίας προκόψαντα, εἰς εἰδωλολατρείαν ἐξώκειλε. Διὰ γὰρ τὸ ἀποστῆναι συμβουλίας Θεοῦ καὶ κληδόσι προσέχειν, διὰ τὸ μὴ ἐπὶ Θεὸν πεποιθέναι, ἀλλ᾽ ἐπὶ τῇ τοῦ πλούτου ἀδηλότητι, διὰ τὸ τοῖς ψευδέσιν εἰς σωτηρίαν ἵπποις, ἀλλὰ μὴ τῷ δυνατῷ συντρίβειν πολέμους, ἐπιστηρίζεσθαι, ἐκ τοῦ ἀκολούθου προῆλθον εἰς τὸ ἐμπλῆσαι τὴν γῆν αὐτῶν βδελυγμάτων.

Πᾶσα μὲν οὖν πρᾶξις, ἡ παρὰ τὸν ὀρθὸν λόγον ἐνεργουμένη, βδέλυγμά ἐστι τῷ Θεῷ. —Ὡς οἱ στομαχῶντες καὶ εὐανάτρεπτοι τὰ μυσαρὰ τῶν θεαμάτων ἐκτρέπονται, οἷον περιττωμάτων ἐκβολὰς καὶ ἕλκη δυσώδη καὶ τὰ τοιαῦτα, οὕτω καὶ αἱ κατὰ ἀκαθαρσίαν ἐνέργειαι βδέλυγμά εἰσι τῷ Ἁγίῳ. Ἐπειδὴ κυρίως τὰ εἴδωλα βδελύγματα λέγειν ἔθος τῇ Γραφῇ, πᾶσαι αἱ μοχθηραὶ φαντασίαι κατὰ ἀναζωγράφησιν ἐναποτυπούμεναι τῇ ψυχῇ, βδελύγματά εἰσι πληροῦντα τὴν χώραν, τουτέστι τὴν εὐρυχωρίαν πᾶσαν τοῦ λογιστικοῦ τῆς ψυχῆς.

Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ὢ ὑπερβολῆς μανίας, Θεὸν νομίζειν τὸ ὑπ᾽ αὐτοῦ γενόμενον, καὶ μὴ συνορᾶν τὴν ἀτοπίαν τοῦ γινομένου. Εἰ μὲν γὰρ τὴν ὕλην θαυμάζεις, τί δήποτε καὶ τὸν ἀτύπωτον χαλκὸν, ἢ λίθον οὐ προσκυνεῖς; Εἰ δὲ διὰ τὴν τέχνην, τὰς χεῖρας σαυτοῦ προσκύνει, τὰς ἐπιβαλούσας αὐτῷ τὴν μορφὴν, ἢ τὰ ὄργανα, δι᾽ ὧν ἀπήρτισας. Πόσην δὲ καὶ τὴν ἄνοιαν ἔχει τὸ ἐν τοσαύτῃ χρόνου τριβῇ, καθ᾽ ἣν ἐγλύφετο, ἢ ἐχωνεύετο τὸ ἀφίδρυμα, μὴ λαβεῖν ἔννοιαν τοῦ γινομένου; Τοῦτο γὰρ ἐμφαίνει τὸ Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. —Ἔπειτα μέντοι καὶ τῶν δύο τὸ ἕτερον ἑλέσθαι ἀναγκασθήσεται· ἢ μὴ ἔχειν Θεὸν πρὶν μορφῶσαι δι᾽ ἑαυτοῦ, ἢ γηράσαι τὸν προϋπάρχοντα, διὰ τὸ ἐπιδεηθῆναι ἑτέρου.

Ἐπικατάρατος δὲ πᾶς ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Σχετλιαστικῶς ἡγοῦμαι ταῦτα εἰρῆσθαι, οὐ φέροντος τῶν ἀνθρώπων τὴν τῆς ἀξίας κατάπτωσιν. Ὑπέκυψε (φησὶ) τῷ εἰδώλῳ ὁ ἄνθρωπος εἰς προσκύνησιν, τῶν ἐπὶ γῆς ζώων τὸ τιμιώτατον, τὸ μετὰ Ἀγγέλους ἐν λογικοῖς τεταγμένον, ὁ τῇ εἰκόνι τοῦ Θεοῦ τετιμημένος, ὁ τῇ τοῦ λόγου δυνάμει τέχνας ἐξευρών. Τὰ ἐν τῇ γῇ ἐπιγνοὺς, φυτῶν καὶ ῥιζῶν καὶ καρπῶν δυνάμεις, θαλάσσης κατατολμήσας, ἀέρος φύσιν, ἀνέμων γένεσιν, ἀστέρων θέσιν, κινήσεις τούτων, ἀποστήματα, συνδρομάς· τὴν ἐπὶ γῆς διακόσμησιν, τὰς πόλεις, τοὺς νόμους, τὰς στρατηγίας, τῶν τεχνῶν τάς τε πρὸς τὸ ζῆν ἀναγκαίας καὶ τὰς πρὸς καλλωπισμὸν καὶ ἐπίδειξιν, —οὗτος ὑπέπεσεν εἰδώλῳ, ὡς τῆς παρ᾽ αὐτοῦ δεόμενος σωτηρίας, ὁ ἔμψυχος τοῦ ἀψύχου, ὁ λογικὸς τοῦ ἀναισθήτου. Ὁ θηρία ὑπὸ χεῖρα λαβὼν, ᾧ πάντα ὑποτέτακται εἰς δουλείαν τὰ ἄλογα (διὰ τὸν ὑποτάξαντα ἡμῖν Θεὸν, ὃς ἐν τούτῳ ἔδωκεν ἡμῖν τὸ κατ᾽ εἰκόνα, ἐν τῷ κατακυριεύειν τῶν τε ἐνύδρων ὁμοῦ καὶ τῶν χερσαίων) οὗτος οὐχ ἑνὶ τῶν ἀλόγων τῶν ἐν ἰσχύϊ διαφερόντων, ἀλλὰ μιμήματι ζώου ἑνὸς τῶν ἀλόγων, ἤπου καὶ γυναικός τινος ἀσχήμονος, ἢ ἀνδρὸς αἰσχίστου, οὐδὲ παρεστάναι τολμᾷ ἀπὸ τοῦ ἴσου, ἀλλὰ φοβούμενος, καὶ εἰς τὴν γῆν κεκυφὼς, ἄξιος ὢν μηδὲ ἀνανεύειν πρὸς τὸν οὐρανὸν ...

διὰ τὴν εἰς τὸν οὐράνιον ἁμαρτίαν.

Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἐπίτασις τοῦ κακοῦ, ἄνδρα τὸν ἀρχικώτερον, τὸν τελειότερον ἐν τῇ νοήσει, δυνατώτερον ἐν ταῖς πράξεσι, τοῦτον τοῦ ἰδίου ἀξιώματος ἐπιλαθόμενον ταπεινωθῆναι ὑπὸ τὸ εἴδωλον.

Ὁ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων, ὁ κεφαλὴν ἔχων ἑαυτοῦ τὸν Χριστὸν, ἐταπεινώθη ὑπὸ τὸ εἴδωλον· καὶ ταῦτα ἀνήρ. Τοῦτό ἐστι τῆς συμφορᾶς τὸ χαλεπώτατον. Εἰ γὰρ παιδίον, εἰ γὰρ γυνὴ, ἦν ἄν τις τῷ μὲν ἐκ τῆς ἡλικίας, τῇ δὲ ἐκ τῆς κατὰ φύσιν ἀσθενείας, συγγνώμη. Νῦν δὲ ἀνὴρ ἐταπεινώθη, ὃ πᾶσαν ὑπεραίρει αἰσχύνης ὑπερβολήν.

Καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ὢ τῶν ἀπειλουμένων. Ἆρα μὴ διὰ τὴν αἰωνίαν κόλασιν ταῦτα· Οὐ μὴ ἀνήσω αὐτούς; Ἕως γὰρ ἐκληδονίζοντο, ἕως ἀλλότρια τέκνα ἐπλήθυναν παρ᾽ ἑαυτοῖς, ἕως ἐπτόηντο εἰς ἀργύριον, ἕως ἱππικὸν ἐξηρτύοντο, ἦν ἐλπὶς καὶ ἀνέσεως προσδοκία· ἐπειδὴ δὲ εἰς τὴν εἰδωλολατρείαν, τὸ ἔσχατον τῶν κακῶν ἐκπεπτώκασι, καὶ τοῦ ἰδίου ἀξιώματος μὴ αἰσθανόμενοι, τῷ εἰδώλῳ τὰς ἰσοθέους τιμὰς ἀπονέμουσιν, Οὐ μὴ ἀνήσω. —Καὶ τοῦτο ἐπ᾽ εὐεργεσίᾳ ὁ Ἀγαθὸς ἐνεργεῖ. Ἐπεὶ γὰρ ἡ ἄνεσις ἀκολασίας ἐστὶν ἀφορμὴ, Οὐ μὴ ἀνήσω αὐτούς, ἵνα ἡ θλίψις γοῦν ἀνάγκην αὐτοῖς τῆς τοῦ Θεοῦ μνήμης παράσχῃ. Ὥστε οὐκ ἀπειλὴ βλαβερὰ, ἀλλὰ παιδαγωγία σωτήριος τὸ μὴ ἀνεθῆναι. Οὐ μὴ γάρ σε ἀνῶ (φησὶν) οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω.

Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἄλλη παράκλησις αὕτη πρὸς τὸν οἶκον τοῦ Ἰακὼβ ἐπὶ τὸ συμφέρον παρακαλοῦσα. Ὡς γὰρ Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, Δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου, οὕτω καὶ τὸ νῦν Εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Ἆρά τίς ἐστιν οὕτω συκοφάντης τῆς Γραφῆς, ὥστε οἴεσθαι, συμβουλεύειν φεύγειν τινὰς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, ἐν ταῖς κοιλότησι τῶν πετρῶν ἑαυτοὺς κατακρύψαντας; Ἀλλά· Ποῦ πορευθῶ (φησὶν) ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Καὶ πάλιν ὁ Κύριος· Ἐὰν κατακρυβῶσιν εἰς τὸν Κάρμηλον, ἐκεῖθεν λήψομαι αὐτούς· ἐὰν φύγωσιν εἰς τὴν θάλασσαν, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήξεται αὐτούς. Πῶς οὖν σκέπην ἀπὸ προσώπου τοῦ φόβου Κυρίου συνεβούλευσε προβαλέσθαι τὴν πέτραν; —Ἀλλὰ μήποτε μίαν λέγει τῶν κακῶν ἀπαλλαγὴν, ὅσα ἐν τοῖς κατόπιν ἀπηριθμήσατο, τὸ εἰσελθεῖν εἰς τὴν σκέπην τῆς πέτρας, τουτέστιν εἰς τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Ὅπου καὶ Μωϋσῆς ἐτέθη, μέλλων τὸν Θεὸν βλέπειν. Ἐκεῖ (φησὶν) Εἰσέλθετε, καὶ κατακρύπτεσθε εἰς τὴν γῆν, τουτέστι θάψατε ἑαυτούς. Ἵνα τί;

Ἵνα συνταφέντες Αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συναποθανόντες, ἐν καινότητι ζωῆς περιπατήσητε, ἀποθανόντες τῇ ἁμαρτίᾳ.

Συνάγαγε δὲ τὰ περὶ πέτρας ἐν τῇ Γραφῇ, ὥστε σοι τρανωθῆναι τὸν τόπον. Ἐν πέτρᾳ ὕψωσάς με. Καὶ ἐκ πέτρας ἔπιεν ὁ λαός, ἀλλὰ καὶ μέλι εἶχεν ἐκ πέτρας, Καὶ ὁ Ψαλμῳδός φησι· Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Τὸ καθαρὸν πρὸς κόρον· καὶ ἔλαιον δὲ, ᾧ ἐχρίοντο, ἡ στερεὰ πέτρα παρεῖχε, κατὰ τὴν ᾠδὴν τὴν Μωϋσέως. —Ἐὰν οὖν εἰσέλθητε εἰς τὴν πέτραν, δυνήσεσθε ἐκκλῖναι ἀπὸ τοῦ φόβου Κυρίου, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, ὅταν μέλλῃ ἀφανίζειν τὰ γήϊνα, καὶ ἀφανίζειν τὸν χοϊκὸν ἐπὶ τῷ ἀνεμπόδιστον παρέχειν τῷ πνευματικῷ τὴν ζωήν. Φθάσαι οὖν δεῖ τὴν μετὰ δόξης καὶ ἰσχύος αὐτοῦ ἀνάστασιν, διὰ τοῦ τοιούτου τρόπου ἐπιμεληθέντας ἑαυτῶν.

Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Ἵνα μὴ νομίσῃς σωματικήν τινα τὴν ἀπὸ Θεοῦ ἀναχώρησιν συμβουλεύειν, ἐπήγαγε τὸ Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Τὸν ἐξ ὕψους ἀποσκοπεύοντα οὐδὲν τῶν κάτω λανθάνει, πάντων ὑπ᾽ ὄψιν ὄντων καὶ μηδενὸς ἐπισκοτοῦντος τοῖς ὀφθαλμοῖς. Ταπεινὸς δὲ ἄνθρωπος, ἢ ὁ τῇ συγκρίσει τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὸ μηδὲν ἑαυτὸν λογιζόμενος, ἢ ὁ διὰ μετριοπάθειαν τὸ ἀλοζονικὸν ἀποθέμενος φρόνημα, ἢ ὁ διὰ τῆς ἁμαρτίας ἐκ τοῦ προτέρου ὕψους ἑαυτὸν καταῤῥίψας.

Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων. Ἐν τοῖς κατόπιν τὸ ὕψος ἐταπεινοῦτο καὶ κατηγορίας ἄξιος ὁ ἄνθρωπος· Ἔκυψε γὰρ ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἐνταῦθα δὲ ὠφέλιμος ἡ ταπείνωσις. Ἡ γὰρ ἀπόθεσις τοῦ ματαίου φρονήματος καὶ ἡ ἀπὸ τοῦ ἐπάρματος καὶ ὕψους ἀλαζονικοῦ καὶ οἰήματος διακένου τὴν οἰκείαν ἀξίαν ἐπάνοδος, ταπείνωσίς ἐστιν ἐπαινετή. Τῶν γὰρ προσφυγόντων τῇ πέτρᾳ καὶ ἐν τῇ γῇ ἑαυτῶν ποιησάντων τὸ σῶμα ἐν ἐλπίδι τῆς μετὰ Χριστοῦ ἀναστάσεως, πίπτει μὲν τὰ ἐξ ἀλογίας ὑψώματα καὶ ἡ περὶ ἑαυτῶν ὑπόληψις αὐτῶν ματαία· ἀναπέμπεται δὲ παρ᾽ αὐτῶν μόνῳ τῷ Θεῷ ἡ ἀληθὴς μαρτυρία τοῦ ὕψους.

Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς ἐπιγινωσκομένην ἡμέραν καὶ ὑπὸ πάντων ὁμολογουμένην ὁ λόγος ἡμᾶς ἀναπέμπει. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ ἐσχάτῃ πασῶν ἡμερῶν, ἣ οὔτε νὺξ διακόπτει, οὐ χρόνος περιορίζει, οὐ σωματικὸν φῶς ἀρχὴν αὐτῇ παρέχει καὶ τέλος, ἀλλὰ μία ἐστὶν ὁμοία πρὸς ἑαυτὴν, ἀκίνητος, ἀνέσπερος, ἀδιάδεκτος. Ἐν οὖν τῇ ἡμέρᾳ ἐκείνῃ ὑψωθήσεται Κύριος μόνος, ὅτε πεσεῖται μὲν πᾶν ὑπερηφάνων φρόνημα, πᾶσα δὲ λαμπρότης τῶν μακαρίων δυνάμεων τῇ ὑπερβολῇ τῶν μαρμαρυγῶν τῆς δόξης ἐκείνης ἐναφανίζεται. Κἂν Προφήτης ᾖ, κἂν Ἀπόστολος, κἂν ἅγιαι Δυνάμεις ὦσι καὶ ὑπερκόσμιοι· ἐκφανέντος τοῦ ἀληθινοῦ Ὕψους, πάντα ταπεινὰ λογισθήσεται.

Νόησόν μοι ἀπό τινος τῶν κατὰ τὸν βίον ὑποδείγματος τὸ λεγόμενον. Ἔστω τις πόλις χειροτεχνῶν ἀνδρῶν, ἐκ τῆς ἐφ᾽ ἡμέραν ἐργασίας μόλις τὰ ἀναγκαῖα τὰ πρὸς τὸν βίον ποριζομένων· εἶναι δέ τινας ἐνταῦθα τῶν καθ᾽ ὑπερβολὴν πενήτων εὐπορωτέρους, μακαριζομένους τέως ὑπὸ τῶν πτωχευόντων καὶ ἀποβλεπομένους. Εἶτα ἐπιδημῆσαί τινα τῇ πόλει βασιλέα, πάντων βασιλέων πλουσιώτατον, πολὺν μὲν τὸν χρυσὸν ἔχοντα, πολὺν δὲ τὸν ἄργυρον, πολλοὺς δὲ λίθους τῶν πολυτιμήτων, τοὺς μὲν ἐν τῷ βασιλικῷ ἐπικειμένους, τοὺς δὲ εἰς ἐπίδειξιν προβεβλημένους. Ἐσθῆτός τι κάλλος καὶ πλῆθος ἀμήχανον, οἰκετῶν καὶ δορυφόρων πλῆθος ἀριθμὸν ὑπερβαῖνον· δαπάνην ἀμύθητον· καμήλων καὶ ἡμιόνων ἀμύθητόν τι χρῆμα τὸν πλοῦτον σκευαγωγούντων· ἵππους χρυσῷ καὶ τάπησιν ἁλουργοῖς κατακεκοσμημένους, τοὺς μὲν ὑπηρετοῦντας, τοὺς δὲ προπομπεύοντας.

Τί ἂν ἐπὶ τῇ τούτου θέᾳ παθεῖν τὸν πτωχὸν δῆμον ἐκεῖνον, τὸν τέως τὰ μικρὰ θαυμάζοντα, τοὺς ἑαυτῶν ὑπερέχοντας; Οὐχὶ αἰσχυνθῆναι μὲν ἐπὶ τῇ οἰκείᾳ κρίσει; Πάντων δὲ καταφρονῆσαι τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει; Μόνῳ δὲ δόξαν καὶ πλοῦτον τῷ ἀληθῶς πλουσίῳ προσμαρτυρεῖν; —Οὕτω τοίνυν ὅσον ἀποκρύπτεται τὸ ὕψος καὶ τὸ μέγεθος τῆς σοφίας καὶ τῆς δυνάμεως τοῦ Θεοῦ, πολλὰ δόξει εἶναι τὰ ὑψηλὰ καὶ μεγάλα παρὰ τοῖς ἐν ἐσχάτῃ πτωχείᾳ χαθεστηκόσιν· ἐπὰν δὲ ἐκφανῇ τὸ ὄντως σοφὸν καὶ τὸ ἀληθινῶς δυνατὸν, οὐδεὶς οὔτε σοφὸς, οὔτε δυνατὸς λογισθήσεται. —Οὕτω ποτὲ καὶ Μωϋσῆς ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν ὡμολόγει, ἐπειδὴ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἤκουσε. Καὶ Ἀβραὰμ, ὅτε Θεὸν εἶδεν, ἑαυτὸν γῆν καὶ σποδὸν ὡμολόγει.

Οὐδεῖς οὖν ἀξιούμενος ἐνορᾷν τῇ τοῦ Θεοῦ ἀγαθότητι καὶ σοφίᾳ, δυνήσεται ἢ ἑαυτῷ, ἢ ἄλλῳ σοφίαν ἢ δύναμιν μαρτυρῆσαι. Οἱ γὰρ Ἅγιοι πάντες οἷον φῶς εἰσι λυχνιαῖον ἐν μεσημβρίᾳ σταθηρᾷ ὑπεραυγαζόμενον τῷ ἡλίῳ. Διὰ τοῦτο ὑπερυψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Ἡμέρα γὰρ Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Τάχα πρώτη ἁμαρτία ὕβρις καὶ ὑπερηφανία· εἴπερ ὁ διάβολος, ἐξυβρίσας τῷ κόρῳ τῶν περὶ αὐτὸν ἀγαθῶν, ἀπέστη Θεοῦ καὶ συναπέστησεν ἑαυτῷ τὰς ἀντικειμένας δυνάμεις, λέγων· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· καὶ καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ, τὰ πρὸς βοῤῥᾶν. Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Διὰ τοῦτο ἐντεῦθεν καὶ ἡ ἐκδίκησις ἄρχεται.

Καὶ εἴ τις μέντοι τυφωθεὶς εἰς κρίμα ἐμπέπτωκε τοῦ διαβόλου, μετὰ τοῦ ἀρχηγοῦ καὶ οἱονεὶ δημιουργοῦ τῆς ὑπερηφανίας καταδικασθήσεται· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται. Ἔοικέ πως ἀρχὴ τῆς ὑπερηφανίας ἡ ὕβρις εἶναι. — Ὁ γὰρ διαπτύων τοὺς ἄλλους καὶ τὸ μηδὲν ἡγούμενος, ἀλλὰ τοὺς μὲν πτωχοὺς, τοὺς δὲ δυσγενεῖς, τοὺς δὲ ἀμαθεῖς ὑπολαμβάνων, ἐκ τῆς ὕβρεως ταύτης εἰς τὸ μόνον ἑαυτὸν οἴεσθαι εἶναι σοφὸν, συνετὸν, εὐγενῆ, πλούσιον, δυνατὸν ὑποφέρεται, ἀρχὴν πρὸς τὸ ὑπερηφανεύεσθαι τὴν ὑπεροψίαν λαμβάνων. Τοῦτο γάρ ἐστι τὸ ὑπερηφανεύεσθαι, τὸ ὑπερφαίνεσθαι τῶν πολλῶν ἐπιχειρεῖν. Ἐν δὲ τῷ τοῦτο ποιεῖν, ἐξουδενοῖ μὲν τὸν πλησίον, ἑαυτὸν δὲ ἀποσεμνύνει.

Καὶ ἔστιν ἡ ὕβρις ὑπερηφανίας ἀρχὴ καὶ ἡ ὑπερηφανία κακὸν ἔγγονόν ἐστι τῆς ὕβρεως. Διὰ τοῦτο ἡ ἐκδίκησις ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Αἱ συγγενεῖς γὰρ ἁμαρτίαι ὁμοιοτρόπως κολάζονται. Ἐπάξει οὖν ἡ διαβόητος ἡμέρα τοῦ Κυρίου τὴν ἐκδίκησιν ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. —Ἡμεῖς δὲ οἱ ἐλεεινοὶ, πᾶσαν ἡμέραν ἐν τοῖς κακοῖς τούτοις στρεφόμενοι, οὐδὲ συνίεμεν ὁποῖα κακὰ ἁμαρτάνομεν.

Λοίδοροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἡμεῖς λοιδοροῦμεν, ἐν αὐτῷ τῷ λοιδορεῖν μὴ συνιέντες, ὅτι ταῦτα, ἃ νῦν ἀφίημι ῥήματα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἀντιστήσεταί μοι καὶ διακόψει μου τὴν ὁδὸν καὶ ὥσπερ τειχίον γενήσεται, ὑπερβαθῆναι μὴ δυνάμενον. —Τίς ἡμῶν ἑαυτὸν οὐχ ὑπεραίρει; τίς τὸν πλησίον οὐ διαπτύει; Ἡ δὲ ὕβρις πλέον τί ἐστι τῆς λοιδορίας. Ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ᾽ αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει. —Δυνατὸν μέντοι σήμερον βουληθέντι τῷ ὑψηλῷ κατελθεῖν εἰς τὴν τῶν ταπεινῶν ταπείνωσιν· καὶ τῷ νῦν μέντοι ταπεινῷ κίνδυνος ἀντιμεταστῆναι εἰς τὸ τῶν ὑπερηφάνων ὕψωμα· αὐτὸ γὰρ τὸ ὑπολαβεῖν περὶ ἑαυτοῦ εἰς τὸ ἄκρον τῆς ταπεινώσεως ἐληλυθέναι, ὑψώματός ἐστιν ἀφορμὴ, καὶ τὸ τοῦ σφόδρα δοκοῦντος ἐν ἁμαρτίαις εἶναι κατεπαρθῆναι, ὑπερηφανία δεινὴ, ἣν ἔπαθεν ὁ Φαρισαῖος κατὰ τοῦ Τελώνου.

Καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον. Τῆς αὐτῆς κακίας ἐστὶ καὶ ὁ ὑψηλὸς καὶ μετέωρος, διαφέρων πρὸς τὸν ὑβριστὴν καὶ ὑπερήφανον τῇ σχέσει μόνον. Ὁ μὲν γὰρ καθ᾽ ἑτέρων τῇ ὕβρει καὶ τῇ ὑπερηφανίᾳ κέχρηται· ὁ δὲ, καὶ μόνος ὢν, ἑαυτὸν ὑπεραίρει, καὶ μετεωρίζει τῇ ματαιότητι τοῦ νοὸς, καὶ ἀνυψοῖ. —Καὶ ἵνα μου νοήσῃς τὸν ἀκριβῶς μετέωρον, ἀνάμνησον σεαυτὸν ἐν τῇ ματαιότητι τῆς νεότητός σου, εἴ ποτε κατὰ σαυτὸν γενόμενος, ἔλαβες ἔννοιαν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων· πῶς εὐκόλως κατὰ τὴν φαντασίαν τοῦ νοῦ ἐπέδραμες ἀρχὰς ἐξ ἀρχῶν, δυναστείας ἐκ δυναστειῶν.

Πλοῦτον περιεβάλου, οἰκίας ᾠκοδόμησας, χρυσὸν καὶ ἄργυρον ἀπέθου· κτήσεις συνήγαγες, τόσα καὶ τόσα τάλαντα κατ᾽ ἔτος προσκομιζούσας· οἰκέτας ἔσχες μυρίους, τέχνας παντοδαπὰς, τὰς ἐκ τούτων προσόδους· ἀγέλας ἵππων, ποίμνια καὶ βουκόλια, τὰ ἐκ τούτων χρήματα· γυναῖκα καὶ παῖδας καὶ τούτων τὰ ἔκγονα· φίλους εὐηργέτησας, ἐχθροὺς ἠμύνω· ἦρξας πόλεων, εἶτα ἐθνῶν, τὸ τελευταῖον καὶ ἐβασίλευσας. Ὁρᾷς πῶς ὑπὸ κουφότητος ὁ τοιοῦτος νοῦς ὑψηλός ἐστι καὶ μετέωρος; Οὐδαμοῦ ἐστήρικται, ἀλλ᾽ ὑπὲρ τὰ ἀδύνατα, ὑπὲρ τὴν φύσιν φέρεται.

Ἀπειλεῖται οὖν καὶ τοῖς μετεώροις τὰ φοβερὰ τῆς ἡμέρας. Ἁμαρτία γάρ ἐστι (φησὶν) ὁ μετεωρισμός. Ἄκουε γὰρ τοῦ Κυρίου λέγοντος· Καὶ μὴ μετεωρίζεσθε. Καὶ ὁ μακάριος Δαβὶδ ἐν τοῖς κατορθώμασι ἀριθμεῖ τὸ μὴ μετεωρισθῆναι, μηδὲ ὑψωθῆναι· Κύριε γὰρ (φησὶν) οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. —Ἔστι μέντοι καὶ ἐπαινετῶς ὑψωθῆναι, ὅταν μὴ μικροπρεπὴς ᾖς, μηδὲ ταπεινὰ μεριμνῶν, ἀλλὰ διεγηγερμένος τὸ φρόνημα, καὶ τῷ ἀναστήματι τῆς ἀρετῆς ὑπὸ μεγαλοψυχίας καὶ μεγαλονοίας κεκοσμημένος. Τὸ τοιοῦτον ὕψος τῆς γνώμης ἀποδεκτὸν, τὸ ἀταπείνωτον ἐν θλίψεσι, τὸ ὑπερφρονοῦν τῶν ἐπὶ γῆς.

Τοιοῦτος ὁ τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς, ὁ τὴν καρδίαν ἐπτοημένην ἔχων εἰς τοὺς ἐκεῖ θησαυρούς. —Καὶ ἔοικε τοῦτο τὸ ὕψος τῆς διανοίας, πρὸς τὴν ἐκ τοῦ τύφου ἔπαρσιν, τὴν αὐτὴν ἔχειν διαφορὰν, ἣν ἀληθινὴ εὐεξία πρὸς τὴν ἐξ ὑδέρου γινομένην τῆς σαρκὸς ἐπανάστασιν· ὤγκωται μὲν γὰρ τὸ σῶμα, ἀλλ᾽ ὕπουλόν ἐστι καὶ νοσεῖ.

Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Διβάνου τῶν ὑψηλῶν καὶ μετεώρων. Ποία κακία (φησὶ) τῆς κέδρου, ὅτι καὶ τὸ ταύτης ὑψηλὸν, ὅπερ ἐκ φύσεως αὐτῇ πρόσεστιν, εἰς ἐξέτασιν ἄγεται; Διὰ τί δὲ ὅλως καὶ ταῖς ἐν τῷ Λιβάνῳ κέδροις ἀπειλεῖ τὴν ἡμέραν ὁ λόγος; Ὅτι μὲν οὖν περὶ ἐμψύχων ὁ λόγος τῶν πεφυσιωμένων καὶ μετὰ ἀναισθησίας ἐχόντων τὴν ἔπαρσιν, οὐδεὶς ἀντερεῖ. —Ἀλλὰ διὰ τί κέδροι; καὶ διὰ τί, τοῦ Λιβάνου; Αἱ κέδροι φυτόν εἰσιν, ἀχρήστων καρπῶν οἰστικαὶ, εἰς ὕψος μήκιστον αὐξανόμεναι καὶ ἀεὶ ἐπιδιδοῦσαι κατὰ τὴν προσθήκην τοῦ χρόνου, οὔτε γηρῶσαι ῥᾳδίως, οὔτε εὐκόλως κατασηπόμεναι. Ὁ δὲ Λίβανος ὄρος εἰδωλολατρείας τὸ παλαιὸν ἦν. Ἵνα οὖν τὰς ἐκεῖ ἐμφιλοχωρούσας ὀλεθρίους δυνάμεις ἐνδείξηται ἡμῖν, κέδρους ὠνόμασε τοῦ Λιβάνου τὰ ὑψώματα τῆς πονηρίας, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, περὶ ὧν καὶ ὁ ψαλμός φησιν, ὅτι Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.

Δύναται δὲ τὰ ἐν ἀνθρώποις ἀλαζονικὰ ἤθη ἄνευ αἰτίας τινὸς ἀκολούθου πρὸς τὴν φυσίωσιν ἐπαιρόμενα διὰ τῶν κέδρων αἰνίσσεσθαι. Ἔστι γὰρ καὶ ἐν φυσιώσει ἢ πιθανή τις αἰτία τὴν ἔπαρσιν ἐμποιοῦσα, ἢ πάντη ἄλογος. Οἷον, φρονεῖ τις ἐφ᾽ ἑαυτῷ δι᾽ ἐγκράτειαν, φρονεῖ διὰ σωφροσύνην, φρονεῖ διὰ τὸ ἐν ταῖς προσευχαῖς ἐπίμονον. Κακῶς μὲν ποιεῖ παρ᾽ ὃ δεῖ φρονῶν, πλὴν ἀλλ᾽ ἔχει ἀκολουθίαν τὸ ὕψωμα. Ὁ τοιοῦτος ὑψηλὸν μέν ἐστι φυτὸν, ἀλλ᾽ ἔγκαρπον.

Ὁ δὲ ἄνευ ἐργασίας τινὸς ἀγαθῆς, ἢ διὰ πλοῦτον, ἢ δι᾽ εὐγένειαν, ἢ διὰ σώματος ἰσχὺν μετεωριζόμενος, κέδρος ἐστὶν, ἀκάρπῳ ζωῇ καὶ ἀνονήτῳ ἐπαγαλλόμενος. —Διὰ τί δὲ καὶ τοῦ Λιβάνου; Ὅτι ὥσπερ τὰ ἐπὶ τῶν ὀρῶν πεπηγότα φυτὰ ὕψει ἀλλοτρίῳ συγκέχρηται, οὕτως οἱ πλοῦτον, ἢ δύναμιν, ἢ δόξαν προγόνων ὑποβαλλόμενοι, τοῖς κατ᾽ οὐδὲν προσήκουσιν εἰς ἀφορμὴν τῆς οἰκείας ἐπάρσεως ἀποκέχρηνται.

Εἰσὶ μέντοι καὶ ἐπαινούμεναι κέδροι. Χορτασθήσεται τὰ ξύλα τοῦ Κυρίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσε. Καὶ εἰς τὴν δοξολογίαν παραλαμβάνεται ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, ἵνα δειχθῇ ὅτι οὐδὲν τῇ φύσει πονηρὸν, οὐδὲ ἠλλοτριωμένον Θεοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτῶν αἰτίαν ἕκαστα ἢ ἀφίσταται ἀπὸ Θεοῦ, ἢ προσοικειοῦται αὐτῷ.

Διὰ τοῦτο καὶ αἱ εἰς κατασκευὴν τοῦ ναοῦ συντελέσασαι κέδροι ἐκ τοῦ Λιβάνου ἦσαν κατακεκομισμέναι, τῆς ἱστορίας παραδεικνυούσης, ὅτι δυνατὸν ἐξ εἰδωλολατρείας εἰς ἁγιασμὸν μεταβαλεῖν. Διὰ τοῦτο ποτὲ μὲν συντρίβεται κέδρος, ὅταν ἀχώριστος ᾖ τοῦ Λιβάνου· ποτὲ δὲ, ὅταν καταλιποῦσα τὰ ἀρχαῖα, ἀξία τοῦ ἁγιάζεσθαι γένηται. —Καθόλου μέντοι καὶ τὰ τῶν ζώων ἤθη καὶ τὰ τῶν φυτῶν εἴδη εἰς τὸ ποικίλον τῆς προαιρέσεως τῶν ἀνθρώπων λαμβάνεται.

Καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν. Ἄλλου φυτοῦ μνήμη, πρὸς ἔνδειξιν ἀνθρωπείου βίου ὑποπεσεῖν ἀπειλουμένου τῇ κρίσει. Τὰ γὰρ σκληρὰ ἤθη καὶ δύσεικτα, ἀντιτύπως πρὸς πάντα καὶ ἀντιβατικῶς διακείμενα, καὶ ἡ κοινὴ συνήθεια δρυῒ παριεκάζει. Φέρει δὲ τὸ δένδρον τοῦτο καρπὸν, ἀλλὰ χοίρων τροφήν. Διὰ τοῦτο δένδρον αἰσχύνης ὠνόμασε· τὸ γὰρ Βασὰν εἰς τὴν αἰσχύνην μεταλαμβάνουσιν.

Ὧν οὖν ἡ δόξα τῆς καρποφορίας αἰσχύνη ἐστὶ, καὶ ἐπὶ τούτοις ἔσται ἡ ἡμέρα τοῦ Κυρίου. Καὶ δὴ καὶ τὴν εἰδωλολατρείαν αἰσχύνην εὕρομεν λεγομένην, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν Ἠλίας λέγει πρὸς τὸν Ἀχαάβ· Καὶ νῦν ἀπόστειλον καὶ συνάθροισον πρός με πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης καὶ τοὺς προφήτας τῶν ἀλσῶν, τετρακοσίους ἄνδρας, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Ἐπεὶ οὖν Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἡ τοῦ Κυρίου ἡμέρα καὶ τοῖς δένδροις τῆς αἰσχύνης ὡς φοβερὰ ἀπειλεῖται. Διὰ τοῦτο καὶ ὁ βασιλεὺς τῆς Βασὰν Ὢγ προσηγόρευται. —Ὢγ δὲ ἑρμηνεύεται διάφραξις, ὡς τῶν ἔργων τῆς αἰσχύνης τὴν ὁδὸν ἡμῖν τῆς σωτηρίας ἀποφρασσόντων.

Πόρνοι γὰρ καὶ μοιχοὶ καὶ μαλακοὶ καὶ ἀρσενοκοῖται καὶ πάντες τῆς αἰσχύνης ἐργάται, ὑπὸ τοῦ Ὢγ βασιλεύοντος, τοῦ τὴν ἀπὸ Θεοῦ διακοπὴν ἐνεργοῦντος· ὃν συντρίβει ὁ Κύριος ἐπ᾽ ἐλευθερίᾳ τῶν κρατουμένων. Ἐξομολογεῖσθε γὰρ τῷ Κυρίῳ, ὅτι χρηστὸς, τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, τὸν Σηὼν καὶ τὸν Ὤγ.

Καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Ὥσπερ τὰ ὄρη πρὸς τοὺς βουνοὺς τὴν κατὰ μέγεθος ἔχει διαφορὰν, τῷ δὲ λοιπῷ τὰ αὐτὰ ἀλλήλοις ἐστίν, οὕτω καὶ αἱ ἐναντίαι δυνάμεις τῇ μὲν προαιρέσει ἀλλήλαις ἐοίκασι, τῷ δὲ μεγέθει τῶν ἀδικημάτων, διενηνόχασιν. Εἰκότως οὖν καὶ κατὰ τούτων ἡ ἡμέρα Κυρίου Σαβαὼθ ἐνστήσεται. —Τί δὲ βούλεται τὸ Καὶ ἐπὶ πάντα πύργον;

Ὁ πύργος ἐστὶν ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πόλεως καὶ γνῶσιν ἐφόδων πολεμικῶν ἐπιτήδειον. Τοιοῦτος ἡμῖν δέδοται καὶ ὁ νοῦς, φυλακτικὸς τῶν ἀγαθῶν, προορατικὸς τῶν ἐπιβούλων. Τοῦτον οὐ χρὴ ἐν ἑαυτῷ οὐδὲ διὰ τῶν γηΐνων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι· καταβαίνει γὰρ ὁ Κύριος πρὸς αὐτὸν κάτω πεσόντα διὰ τὸ φρόνημα καὶ τὴν πρὸς τὸ κακὸν αὐτοῦ συμφωνίαν διασπᾷ ἐπ᾽ εὐεργεσίᾳ καὶ σωτηρίᾳ. Περὶ τῆς τούτου οἰκοδομῆς κελεύει ἡμᾶς ὁ Κύριος καθίσαντας ψηφίσαι, εἰ ἔχομεν τὰ πρὸς ἀπαρτισμὸν, ὡς δηλοῖ αὐτὴ ἡ σύμφρασις τοῦ Εὐαγγελίου.

Τὸν οὖν ὑψηλόφρονα νοῦν καὶ ὑπέρογκον καὶ πάντας ἐξευτελίζοντα καὶ ἑαυτὸν μακαρίζοντα, φοβεῖσθαι ὁ λόγος τὴν ἡμέραν Κυρίου βούλεται. Καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Πάλιν τεῖχος ἔρυμά ἐστι πρὸς φυλακὴν πόλεων πεποιημένον, καὶ τὰς προσβολὰς τῶν πολεμίων ἀποκρουόμενον. Οὕτως εἰσί τινες καὶ λόγοι, οἱ μὲν ἐκ τῆς ἀληθείας αὐτῆς περικείμενοι ἡμῖν, τὸ ἀκαθαίρετον τῶν σωτηρίων δογμάτων διατηροῦντες· οἱ δὲ ἐκ τῆς ἔξωθεν ἐποινοίας πρὸς ὀχύρωσιν ψεύδους καὶ φυλακὴν ματαιότητος ἐπιτετηδευμένοι. Ἡ γὰρ τῆς διαλεκτικῆς δύναμις τεῖχός ἐστι τοῖς δόγμασιν, οὐκ ἐῶσα αὐτὰ εὐδιάρπαστα εἶναι καὶ εὐάλωτα τοῖς βουλομένοις.

Διὰ τοῦτο τὰ μὲν τῆς Ἱερουσαλὴμ τείχη ἀνάγραπτά ἐστιν ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου· τὰ δὲ Ἱεριχοῦντος ὑπὸ Ἰησοῦ καθαιρεῖται, φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα τὰ ὑψηλὰ κατηγορεῖται· ἐνταῦθα δὲ καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα, τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις πιθανότητα ἐπὶ πολὺ κραταιωθεῖσαν καὶ ὑψωθεῖσαν, τεῖχος ὑψηλὸν τροπικῶς λέγοντος τοῦ Προφήτου, καὶ καθαιρεθήσεσθαι αὐτὸ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου διαβεβαιουμένου.

Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης. Αἰνίγματά ἐστι πρὸς τὴν γυμνασίαν τοῦ νοῦ ἡμῶν προβεβλημένα, μὴ ἀργῶς ἀκούωμεν τῆς Γραφῆς, ἵνα μὴ χαμαὶ τὸν νοῦν καταβάλωμεν. Εἰπὼν περὶ τοῦ νοῦ, τοῦ τὰ ὑψηλὰ φρονοῦντος καὶ μὴ τοῖς ταπεινοῖς συναπαγομένου, ἀκολούθως ἐν τῷ αὐτῷ εἴδει τῆς ἐπικρύψεως καὶ περὶ σωμάτων διαλέγεται. Οὐ γὰρ φοβερὰ τοῖς ἀψύχοις πλοίοις ἡ τοῦ Κυρίου ἡμέρα, ἀλλὰ τοῖς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένοις. Ὥσπερ γὰρ τὰ πλοῖα, καταβαρυνόμενα τῷ φόρτῳ, δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυάγιον, οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψιλεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται, διὰ φιληδονίαν τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχόμενα, πλοῖα θαλάσσης λέγεται.

Ἔστι μέντοι καὶ ἐπαινούμενα πλοῖα, τὰ ὑπηρετοῦντα τοῖς καταβαίνουσιν εἰς τὴν θάλασσαν ἐπὶ τῷ ποιῆσαι ἐργασίαν ἐν ὕδασι πολλοῖς, καὶ περὶ ὧν ἐν τῷ ψαλμῷ τῆς δοξολογίας εἴρηται ὅτι Ἐκεῖ πλοῖα διαπορεύονται. Τὰ γὰρ διαβαίνοντα τὴν θάλασσαν πλοῖα, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν, ἐπαινεῖται· καὶ οἱ ἐν σαρκὶ δὲ ζῶντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς. Ὅσοι συγκαταβαίνουσι τῷ βίῳ ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Διὰ τοῦτο εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργασίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες.

Καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους. Ἀκουέτωσαν οἱ περὶ τὸν καλλωπισμὸν τοῦ σώματος ἔχοντες, καὶ οἱ περὶ τὴν τούτων θέαν περιέργως ἐσχολακότες. Οὐ γὰρ ἡ τῶν πλοίων θέα βλαβερά, ἀλλ᾽ ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατανόησις. Ἔσται οὖν ἡ ἡμέρα Κυρίου ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους, διότι ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἐν τῇ καρδίᾳ αὐτοῦ ἐμοίχευσε· καὶ ἡ καλλωπιζομένη γυνὴ πρὸς τὸ τὰς ἐπιθυμίας ἐφ᾽ ἑαυτὴν τῶν ἀκολάστων κινῆσαι, ἐν τῇ καρδίᾳ αὐτῆς ἤδη μεμοίχευται.

Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος. Ἐκ τούτων ἔδειξεν ὁ λόγος, ὅτι τὰ προάγοντα πάντα ἐν αἰνίγματι καὶ περικεκαλυμμένως περὶ ἀνθρώπων εἴρητο. Μετὰ γὰρ τὸν ὑβριστὴν καὶ ὑπερήφανον καὶ μετὰ τὸν ὑψηλὸν καὶ μετέωρον, μετὰ πᾶσαν κέδρον τοῦ Λιβάνου, μετὰ πᾶν δένδρον βαλάνου Βασὰν, μετὰ πάντα πύργον ὑψηλὸν, μετὰ πᾶν τεῖχος ὑψηλὸν, μετὰ πᾶσαν θέαν πλοίων κάλλους, τότε φησί· Ταπεινωθήσεται πᾶς ἄνθρωπος, τουτέστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώποις κακῶν καταπεσεῖται.

Εἰσήχθημεν δὲ ὥσπερ εἰς κοινὸν διδασκαλεῖον, τὸν κόσμον τοῦτον, οἱ ἄνθρωποι, καὶ ἐκελεύσθημεν, νοῦν τε λαβόντες καὶ ὀφθαλμοὺς εἰς κατανόησιν ἔχοντες, οἷον ἀπὸ γραμμάτων τινῶν τῶν κατὰ τὴν οἰκονομίαν καὶ διοίκησιν τοῦ παντὸς τὸν Θεὸν ἀναγνῶναι, ἵνα οἱ θέλοντες περὶ τὴν τῆς ἀληθείας ζήτησιν καταγίνεσθαι, ἐξ ὧν εἰλήφασιν ἀφορμῶν, ἱκανῶς παρασκευσάμενοι καὶ τῆς πρόσωπον πρὸς πρόσωπον θέας τῶν καλῶς ζητηθέντων ἀξιωθῶσιν, ἢ παρὰ πολὺ τῆς ἀληθείας παρενεχθέντες, ἐπ᾽ αὐτῆς τῆς ἀληθείας ἐπὶ τῷ ψεύδει καταισχυνθῶσιν· ὅτι, Γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν. Τῶν μὲν γὰρ Ἁγίων ὁ νοῦς οὐχ ὁρᾷ μόνον, ἀλλὰ καὶ ἀκούει τῆς κτίσεως τὰ περὶ δόξης Θεοῦ διηγουμένης· Οἱ οὐρανοὶ γὰρ (φησὶ) διηγοῦνται δόξαν Θεοῦ· οἱ δὲ τῶν φαινομένων πλέον μηδὲν συνιέντες, Ἐματαιώθησαν καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα.

Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Φωτὸς ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Καὶ τοῦ ἀληθινῶς ὑψηλοῦ γνωρισθέντος, ὅσον ἐστὶν ὑπὲρ πάντα νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ πάσης τῆς ἀληθινῆς θεωρίας καταληφθείσης, τὰ πρότερον ὑψηλὰ καὶ μετέωρα εὐκαταφρόνητα δόξει. Μόνῳ οὖν Θεῷ τὸ ἀληθινῶς ὑψηλὸν καὶ μέγα παρὰ πάσης λογικῆς φύσεως μαρτυρηθήσεται, τῶν τέως ἠπατημένων τὰς ἐπὶ τοῖς καθ᾽ ἕκαστον ψευδοδοξίας ἀποθεμένων.

Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Ἐπειδὴ πολλάκις ἡ Γραφὴ ὁμοίως περί τε τῆς ἐν σαρκὶ ἐπιδημίας τοῦ Χριστοῦ καὶ περὶ τῆς ἐν τῇ κρίσει διαλέγεται, καὶ περὶ τῶν δύο παρουσιῶν ἐπιπεπλεγμένως ἀπαγγέλλει ἐνίοτε, ἡγούμεθα τὰ νυνὶ ταῦτα περὶ τῆς ἐνανθρωπήσεως λέγεσθαι, εἰ καὶ ὅτι μηδὲ πρὸς τὰ μέλλοντα καὶ προσδοκώμενα ἀπᾴδει τῶν προκειμένων ἡ ἔννοια.

Μετὰ γὰρ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἡ περὶ τὰ χειροποίητα σπουδὴ παρέῤῥιπται· οὐκέτι μὲν ἀγαλματοποιοὶ σπουδάζονται, οὐδὲ ὅσα ἦν ἐκ παλαιοῦ θεραπευόμενα τῆς ἴσης ἐπιτυγχάνει σπουδῆς, ἀλλ᾽ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς καὶ τοῖς ἀφανεστάτοις παρεῤῥίφη τόποις. Εἶδον γὰρ, τοῦ φωτὸς ἀναλάμψαντος, τὰ ἐν τῷ σκότει τῆς ἀγνοίας τέως διαλανθάνοντα, τὸ ξύλον ὡς ξύλον, καὶ τὸν λίθον ὡς λίθον· οὐκέτι ἐκ τοῦ περικειμένου χαρακτῆρος αὐτοῖς ἀπατώμενοι, ἀλλ᾽ ἐκ τῆς ὑπαρχούσης φύσεως ἐπιγινώσκοντες.

Φοβερὰ γὰρ δαίμοσιν ἡ σωτήριος τῷ κόσμῳ παντὶ τοῦ Χριστοῦ ἐπιδημία· καὶ καταλελοίπασι νῦν τοὺς περιβοήτους τόπους, τὰ τῆς ἀπάτης ἐργαστήρια. Οὐκέτι Δελφοὶ, οὐκέτι τὰ χρηστήρια· καὶ σιωπᾷ μὲν ἡ πρόμαντις· πίνεται δὲ ἡ Κασταλία, καὶ σωφρονοῦσιν οἱ πίνοντες· φυγὰς ὁ Ἀμφιάραος· ὁ Ἀμφίλοχος οὐδαμοῦ, καὶ τὰ ἀφιδρύματα ἐξηφάνισται· καὶ αἱ ἀόρατοι δυνάμεις ὑποκεχωρήκασιν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Ἀφ᾽ οὗ ὀνομάζεται ὁ σταυρὸς, ἐφυγαδεύθη τὰ εἴδωλα.

Εἴδωλα μέντοι ἐστὶ καὶ τὰ ἑκάστῃ τῇ ψυχῇ ἐντετυπωμένα φαντάσματα τῶν τὰ ψευδῆ ὑπολαμβανόντων, εἴτε περὶ Θεοῦ, εἴτε περὶ οὗτινος οὖν τῶν ζητουμένων. Καὶ ὅσον μὲν ἡ ἐνέργεια καὶ ἡ τῆς ἀληθείας φανέρωσις οὐ νοεῖται, ἕκαστος περιέπει τὰ ἴδια ἀναπλάσματα· ἐπὰν δὲ τὸ ὕψος καὶ ἡ ὑπεροχὴ τοῦ ὄντως ὄντος ἀληθοῦς ἐκφανῇ, τότε ἕκαστος τῶν ἰδίων δογμάτων κατεγνωκῶς, ὡς ψευδῶς αὐτοῦ τῆς ψυχῆς φαντασιουμένης, ἐξαφανίσαι σπουδάζει τὰ τοῦ ψεύδους νοήματα, οἱονεὶ σπηλαίοις καὶ τρώγλαις ἐγκατακρύψας αὐτά, ὁρῶν λοιπὸν ἐκ τῆς ἐνεργείας αὐτῆς τὰ φοβερὰ τοῦ Θεοῦ, καὶ ὅτι ἐπὶ τῷ ἐξαφανίσαι τὰ ὑλικὰ πάντα, καὶ οἱονεὶ θραῦσαι τὰ γήϊνα, ἵνα τὰ πνευματικὰ φανερωθῇ. —Καὶ δεῖ τὴν εἰκόνα τοῦ χοϊκοῦ ἐξαφανισθῆναι, ἵνα ἡ τοῦ ἐπουρανίου ἀναφανῇ.

Ὥστε καὶ οἱ ψευδεῖς περὶ Θεοῦ ὑπολήψεις ἔχοντες, τινὰ νοητὴν εἰδωλολατρείαν εἰδωλοποιοῦντες ἐν ἑαυτοῖς, τὰ μὴ ὄντα ὡς ὄντα ἔχουσι, καὶ ὑπόδικοι οὗτοι γίνονται τῇ κατάρᾳ, τῇ λεγούσῃ· Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ποιήσει γλυπτὸν καὶ χωνευτὸν (βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνίτου) καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.

Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῆ θραῦσαι τὴν γῆν.

Ἐν τοῖς κατόπιν λόγοις κατακρύπτεσθαι ἐλέγετο τὰ εἴδωλα, νῦν δὲ ἐκβάλλεσθαι· διότι ἐπαισχυνθῆναι πρότερον δεῖ τῷ ψεύδει, εἶτα ἐκβάλλειν αὐτὸ ἐκ τῆς καρδίας. Ἐκβάλλει οὖν τὰ εἴδωλα τὰ ἀργυρᾶ ὁ τοὺς ἐν πάσῃ πιθανότητι κατασκευάζοντας τὸ ψεῦδος λόγους τῶν κρυπτῶν ἑαυτοῦ ἐξορίζων· καὶ τὰ χρυσᾶ, ὁ τοὺς ἐν τῇ διανοίᾳ περὶ τοῦ ψεύδους ἐγγινομένους τύπους ἐξαφανίζων. Ταῖς δὲ νυκτερίσι προσκυνεῖ ὁ τὴν τῶν δαιμόνων δύναμιν συγγενῆ οὖσαν τῷ σκότει θεοποιῶν. Ἡ γὰρ νυκτερὶς ζῶόν ἐστι νυκτὶ φίλον καὶ σκότει ἐνδιαιτώμενον, αὐγὴν ἡλίου μὴ φέρον, ἐν ἐρημίαις φιλοχωροῦν.

Τί δὲ οἱ δαίμονες; Οὐ τοιοῦτοι; ἐρημοποιοὶ, τὸ φῶς ἀποφεύγοντες τὸ ἀληθινὸν, τὸ τοῦ κόσμου παντός; —Ἡ νυκτερὶς καὶ πτηνόν ἐστι καὶ οὐκ ἐπτέρωται, ἀλλ᾽ ὑμένι σαρκίνῳ διαπέταται τὸν ἀέρα. Τοιοῦτοι καὶ οἱ δαίμονες· ἀσώματοι μέν εἰσιν, οὐκ ἐπτέρωνται δὲ τῷ θείῳ πόθῳ, ἀλλ᾽ οἱονεὶ ἀπεσαρκώθησαν, ταῖς τῶν ὑλικῶν ἐπιθυμίαις προστετηκότες. Ἡ νυκτερὶς καὶ πτηνόν ἐστι καὶ τετράπουν, ἀλλ᾽ οὔτε τοῖς ποσὶν ἀσφαλῶς ἐστήρικται, οὔτε τὴν πτῆσιν βεβαίαν ἔχει. Τοιοῦτοι δὲ καὶ οἱ δαίμονες· οὔτε Ἄγγελοί εἰσιν, οὔτε ἄνθρωποι· τῶν μὲν τὴν ἀξίαν ἀπολέσαντες, τῶν δὲ τὴν φύσιν μὴ ἔχοντες. Καὶ ὀδόντας ἔχουσιν, ὅπερ οὐκ ἔχουσιν ὄρνιθες· ἀμυντικοὶ δὲ καὶ οἱ δαίμονες, ὅπερ οὐ ποιοῦσιν Ἄγγελοι. Ἀλλὰ καὶ οὐκ ὠοτοκοῦσιν, ὥσπερ οἱ ὄρνιθες· ἀλλ᾽ εὐθὺς ζῶα τίκτουσι.

Τοιοῦτοι δὲ καὶ οἱ δαίμονες· εὐθὺς καὶ σὺν πολλῷ τῷ τάχει τελεσιουργοῦντες τὴν πονηρίαν. Ὥστε οἱ δαίμοσι προσκυνοῦντες, νυκτερίσι τροπικῶς εἴρηνται προσκυνεῖν. Ὅταν δέ τις ἀποθῆται τὴν ματαιότητα τῶν εἰδώλων καὶ παύσηται προσκυνεῖν ταῖς νυκτερίσι, τότε ζητήσει εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν. Οἶμαι ὅτι τρῶγλαι αἱ πολλαὶ μοναὶ, αἳ κατὰ τὴν ἀναλογίαν τῆς εἰς Χριστὸν πίστεως ἑκάστῳ διῄρηνται· καὶ σχισμαὶ πετρῶν τὸ πάθος ἐστὶ τοῦ σώματος αὐτοῦ, ᾧ οἱ σωζόμενοι προσφυγεῖν καὶ ἐγκατακρυφθῆναι αὐτοῦ τῇ σκέπῃ εὔχονται.

Παύσασθε ἀπὸ ἀνθρώπου, ᾧ ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς; Ἐν τοῖς ἀντιγράφοις τῆς κοινῆς ἐκδόσεως, οὐ κεῖται τοῦτο, ἀλλ᾽ ἐν τῷ Ἑβραϊκῷ κείμενον, ἐκ τῶν λοιπῶν μετεκομίσθη. Ὁ δὲ νοῦς τοιοῦτός ἐστι· Φείσασθε τοῦ ἀνθρώπου, προσπαλαίειν αὐτῷ καὶ στρατεύεσθαι κατ᾽ αὐτοῦ· ὃς τοιαύτης ἐστὶ κατασκευῆς οὕτως ἀσθενοῦς, ὥστε τὴν ζωτικὴν ἀναπνοὴν ἔχειν ἐν τῷ μυκτῆρι, ἧς ἐπισχεθείσης μικρὸν, οὐκέτι ἐστίν. —Ἔοικεν οὖν ταύταις προστάσσειν ταῖς δυνάμεσιν, ἃς νυκτερίδας τροπικῶς ὠνόμασε, τοῦ ἀποσχέσθαι λοιπὸν τῆς ἐπιβουλῆς τῶν ἀνθρώπων· οἳ ἀσθενεῖς μέν εἰσι κατὰ τὴν σάρκα, ἐν τοῖς τιμίοις δέ εἰσι καταλελογισμένοι παρὰ Θεῷ, καὶ οὐδὲν ἀζήτητον τῶν κατ᾽ αὐτούς.