Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 3ο κεφάλαιο: Η αφαίρεση της δόξας της Ιερουσαλήμ

Ο έλεγχος κατά των αρχόντων, των ψευδοπροφητών και της αδικίας, καθώς και η καταδίκη της ματαιοδοξίας και της αλαζονείας των θυγατέρων της Σιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 17

ΚΕΦΑΛΑΙΟΝ γʹ Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν. Μετὰ τὸ βουλεύσασθαι τὸν Ἰουδαϊκὸν λαὸν βουλὴν πονηρὰν κατὰ τοῦ Κυρίου, ὁ σταυρωθεὶς παρ᾽ αὐτῶν ἐξ ἀσθενείας τῆς σαρκικῆς, ζήσας δὲ ἐκ δυνάμεως Θεοῦ Πατρὸς, τὴν ἀσθένειαν ἐκείνοις ἐναφῆκεν. Ἐναποθανεῖσθε γὰρ (φησὶ) ταῖς ἁμαρτίαις ὑμῶν· ἡμῖν δὲ τὸ δυνατὸν τῆς ἀναστάσεως ἐχαρίσατο· Ὁ γὰρ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται. —Οἱ μὲν γὰρ ἄπιστοι ἐνασθενοῦσι τῇ διὰ τὸν σταυρὸν ἀπιστίᾳ· οἱ δὲ δίκαιοι μετὰ πεποιθήσεως λέγουσι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, Χριστῷ. Ὁ οὖν μὴ ἔχων τὸν Χριστὸν, τὴν τοῦ Θεοῦ δύναμιν, τὴν ἰσχὺν οὐκ ἔχει. —Διὰ τοῦτο ἀφελεῖ Κύριος ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ὁποία ἦν Σάῤῥα, ἰσχύουσα καὶ ἄρχουσα τοῦ τηλικούτου Ἀβραὰμ, κατὰ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἐρεῖ σοι Σάῤῥα, ἄκουε αὐτῆς.

Ὁποία Ῥεβέκκα, διὰ φιλοξενίαν ἀντλοῦσα καὶ ἐνισχύουσα διὰ τὴν ἀρετήν· Δεββῶρα στρατηγοῦσα· Ἰαὴλ ἀριστεύουσα· Ἄννα εἰσακουομένη· καὶ Ἐλισάβετ προφητεύουσα. Οὐκέτι ἰσχύοντες, οὐδὲ ἰσχύουσαι. Καὶ ἡ αἰτία τῆς ἀσθενείας ἐπῆκται· διὰ τὸ μὴ εἶναι παρ᾽ αὐτοῖς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Ὥσπερ γὰρ τὰ σώματα ἡμῶν ταῖς καταλλήλοις τροφαῖς ἐνδυναμοῦνται, οὕτως ἐστί τι καὶ τὸ τὴν ψυχὴν τρέφον καὶ παρέχον αὐτῇ τὴν περὶ τὰ καλὰ εὐτονίαν. Τί οὖν ἐστι τοῦτο; Ὃ εἶπεν ὁ Κύριος, ὅτι Ἡ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Οἷς δὲ ταῦτα μὴ πρόσεστιν, ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος οὐχ ὑπάρχει. Ὅπου δὲ αἱ τροφαὶ ἀσθενεῖς, ἐκεῖ ἀνάγκη καὶ τοὺς τρεφομένους εἶναι τοιούτους.

Ἀλλὰ μὴ γένοιτο παθεῖν τὴν Ἐκκλησίαν τὰ ἁμαρτήματα τῆς Ἱερουσαλὴμ, ὥστε ἀφαιρεθῆναι αὐτῆς ἰσχύοντα ἐν παντὶ ἔργῳ ἀγαθῷ καὶ λόγῳ, τῷ ὑπὲρ τῆς ἀληθείας· ἰσχύοντα ἐν νηστείαις, ἰσχύοντα ἐν προσευχαῖς· ἰσχύοντα ἐν πειρασμοῖς, ἰσχύοντα ἐν ὑπομονῇ, ἐν ταπεινοφροσύνῃ· ἐν τῷ κεφαλαίῳ τῶν Ἐντολῶν, τῇ ἀγάπῃ.

Ὁμοίως δὲ καὶ ἰσχύουσαν, ἐν ἀφθαρσίᾳ, ἐν σεμνότητι, ἐν ἐλεημοσύνῃ, ἐν τῇ προσεδρίᾳ τῶν δεήσεων, ἐν τοῖς κόποις τῆς ἀργυπνίας. Μηδὲ τὴν τοῦ ἄρτου καὶ ὕδατος ἰσχὺν τῆς τροφιμωτάτης τοῦ λόγου δυνάμεως τὴν ἀφορμὴν ἀφαιρεθῆναι· ὡς ἐπέλιπεν Ἰουδαίους ἡ ἰσχὺς τοῦ προφητικοῦ πνεύματος, καὶ κατάδιψοι λόγου τυγχάνουσιν, ἐπιθυμοῦντες λόγου Θεοῦ, καὶ μὴ ἔχοντες.

Ἀφεῖλε γὰρ Κύριος ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Ἔστι μὲν οὖν τις καὶ παρ᾽ ἡμῖν τροφὴ, ἰσχὺν μὲν οὐκ ἐντιθεῖσα, ἀποθνήσκειν δὲ οὐκ ἐπιτρέπουσα, ὁποίαν Παῦλος τοῖς ἔτι νηπίοις ἐν Χριστῷ Κορινθίοις παρασκευάζει. Ἔστι δὲ καὶ λάχανα, ἀσθενούντων τροφή· ἔστι δὲ καὶ τελείοις ἐπιτήδειον ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Καὶ ἐάν ποτε ἀπορῇ Ἐκκλησία τῶν στεῤῥὰ καὶ εὔτονα δόγματα καὶ πεπληρωμένα τοῦ θείου νοῦ παραδιδόντων, γνώρισμά ἐστι τοῦ ἀφαιρεῖσθαι αὐτῆς τὴν ἰσχὺν τοῦ ἄρτου. —Ἔστι δὲ καὶ ἐν ὕδατι ἰσχὺς καὶ ἀσθένεια, καθ᾽ ἅ φησιν ὁ Κύριος· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ Ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὥσπερ δὲ τὴν στερεὰν τροφὴν κατὰ προηγούμενον λόγον προσφερόμεθα, τὴν δὲ ὑγρὰν ὥστε ὄχημα γενέσθαι τῇ ξηρᾷ καὶ χειραγωγῆσαι αὐτὴν πρὸς τὴν ἀνάδοσιν, οὕτως ἂν εἴη καὶ ἐν τῇ τροφῇ τῆς ψυχῆς· ὁ μὲν νοῦς, ἡ πρώτη καὶ οἰκειοτάτη τροφὴ τῆς ψυχῆς· ὁ δὲ λόγος, διὰ τῆς οἰκείας ἐνεργείας ὁδοποιῶν τοῖς δόγμασι, τὴν ἀνάληψιν ἐργάζεται.

Ἀνοῖξαι δὲ δεῖ τοὺς ὀφθαλμοὺς, ἵνα τούτου τοῦ ἄρτου ἐμπλησθῶμεν καὶ τοῦ ὕδατος. Διάνοιξον γὰρ (φησὶ) τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. Καὶ ἐν Γενέσει δέ· ἠνοίγησαν τῆς Ἀγὰρ οἱ ὀφθαλμοὶ καὶ εἶδε τὸ ὕδωρ.

Γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστήν. Ἐπὶ καλοῦ τεταγμένην τὴν τοῦ γίγαντος προσηγορίαν ἐνταῦθα εὕρομεν, καὶ εἴ που, κατὰ τὸ σπάνιον. Ὡς τὸ Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ἀφελεῖ οὖν γίγαντα. Τοὺς ἔχοντάς τινα ἐκ φύσεως προτερήματα καὶ κατὰ τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέροντας, εἰς ἀνάληψιν ἐπιστήμης, ἢ εἰς ἄσκησιν ἀρετῆς, τούτους ἡγούμεθα γίγαντας λέγεσθαι· ἰσχύοντας δὲ, τοὺς ἐκ τῆς ἰδίας ἐπιμελείας καὶ μελέτης τὸ ἐκ φύσεως ἀγαθὸν τελειώσαντας. —Οὐκέτι παρὰ Ἰουδαίοις πολεμισταί, οὐδὲ γὰρ ἐναριθμοῦνται τοῖς στρατιωτικοῖς καταλόγοις· ἀλλ᾽ οὐδὲ δικαστής· παρεδόθησαν γὰρ δικασταῖς τοῖς αἰχμαλωτεύσασιν αὐτοὺς, διὰ τὸ ἐκλείπειν ἄρχοντα ἐξ Ἰούδα.

Ἕκαστα μέντοι τῶν ἐκείνοις διὰ τὴν εἰς τὸν Κύριον ἀπιστίαν ἀπειληθέντων, δυνατὸν καὶ ἐφ᾽ ἡμῶν γενέσθαι, ἐὰν ἀπειθῶμεν. Ἐπιλείπουσι γὰρ καὶ ἡμᾶς πολεμισταὶ, οἱ ἀναλαμβάνοντες τὴν τοῦ Κυρίου πανοπλίαν, καὶ ἱστάμενοι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὅταν κατακρατήσῃ ἡμῶν ἡ ἀπιστία, καὶ παραδοθῶμεν τοῖς ὑπεναντίοις. Ἀλλὰ δεώμεθα τοῦ Κυρίου, μὴ ἀρθῆναι ἀφ᾽ ἡμῶν πολεμιστὴν, ἄνδρα τῷ θώρακι τῆς πίστεως ὠχυρωμένον καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου σκέπουσαν αὐτοῦ τὰ καίρια περικείμενον, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου ἠσφαλισμένον, ἐσπασμένον δὲ καὶ τὴν μάχαιραν ἑτοίμως ἔχοντα ἐκδικῆσαι πᾶσαν παρακοήν· καὶ τὸ ὅλον, ὡς καλὸν στρατιώτην Χριστοῦ συγκακοπαθοῦντα τῷ Εὐαγγελίῳ, μὴ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.

Ἔχει δὲ καὶ δικαστὰς ἡ Ἐκκλησία, τοὺς δυναμένους ἀδελφὸν μετὰ ἀδελφοῦ συμβιβάσαι, ἐφ᾽ ὧν καὶ ὁ κόσμος κρίνεται, οἳ καὶ Ἀγγέλους κρινοῦσιν. Ἐὰν οὖν ποτε πληθυνθῶσι ματαιολόγοι καὶ φρεναπάται, διδάσκοντες ἃ μὴ δεῖ, ἀνατρέποντες ὅλους οἴκους αἰσχροῦ κέρδους χάριν, καὶ ὁ ἐπιστομίζων ἐν Ἐκκλησίᾳ τοὺς τοιούτους μὴ ᾖ, μηδὲ καθαιρῶν αὐτῶν τὰ ἐπαιρόμενα ὑψώματα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἰδέναι δεῖ, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν παρακοὴν αὐτῆς ἐγκαταλέλειπται. Καὶ ἐὰν μηδεὶς ᾖ σοφὸς, ὁ δυνάμενος κρίνειν ἀνὰ μέσον τοῦ ἀδελφοῦ, ἀλλ᾽ ἐπὶ τῶν ἀπίστων κρίνωνται δι᾽ ἀπορίαν Ἁγίων, σημεῖον καὶ τοῦτο ἐγκαταλείψεως· ἀφεῖλε γὰρ Κύριος καὶ δικαστήν.

Καὶ Προφήτην καὶ στοχαστήν. Πᾶσα προφητεία παρὰ Ἰουδαίοις, μέχρι Ἰωάννου· τὸ δὲ ἀπ᾽ ἐκείνου, ἐπιλέλοιπεν αὐτούς. Καὶ ὁ τοῦ νόμου δὲ πνευματικῶς στοχαζόμενος τοῦ βουλήματος παρ᾽ αὐτοῖς οὐκ ἔστι, διὰ τὴν πώρωσιν τὴν γενομένην τῷ Ἰσραήλ. Ἀλλὰ καὶ ἐν τῇ Ἐκκλησίᾳ χάρισμά ἐστι προφητικὸν, διὰ τὸν θέμενον ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας. Ἐὰν οὖν ποτε εἰσέλθωσιν ἄπιστοι ἢ ἰδιῶται, καὶ μὴ ἐλεγχθῶσι, μηδὲ ἀνακριθῶσι, γνώρισμα καὶ τοῦτο ἐγκαταλείψεως· Ἐὰν γὰρ (φησὶ) προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται. —Οὐκοῦν Προφήτης μέν ἐστιν, ὁ κατὰ ἀποκάλυψιν τοῦ Πνεύματος προαγορεύων τὸ μέλλον· στοχαστὴς δὲ, ὁ διὰ σύνεσιν ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως, διὰ τὴν πεῖραν τῶν προλαβόντων, τὸ μέλλον συντεκμαιρόμενος· ὁ λέγων· «Ἐὰν ποιήσωμεν τὰ Σοδόμων, ὅμοια ἐκείνοις πεισόμεθα» ἢ ὅτι «Ἐὰν μετανοήσωμεν ὡς οἱ Νινευῖται, παραπλησίως ἐκείνοις ἐλεηθησόμεθα».

Καὶ πρεσβύτερον. Ἐν τοῖς ἀπειλουμένοις ἐστὶ καὶ ἡ τοῦ πρεσβυτέρου ἀφαίρεσις, ὡς ὄφελος οὐ μικρὸν ἐκ τοῦ παρεῖναι παρέχοντος. —Ἆρ᾽ οὖν ὁ ὁπωσοῦν τῆς προεδρίας ἀξιωθεὶς καὶ ἐγκαταλεγεὶς τῷ πρεσβυτερίῳ, οὗτος πρεσβύτερος; ἢ ὁ φέρων τὸν χαρακτῆρα τοῦ πρεσβυτέρου ἀνεγκλήτως, μάλιστα μὲν ἀπείρατος γυναικός; Εἰ δὲ ἄρα, κατὰ τὸν τοῦ Κυρίου νόμον, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα· μὴ αὐθάδης, μὴ ὀργίλος, μὴ πάροινος, μὴ αἰσχροκερδής· ἀλλὰ φιλόξενος, φιλάγαθος, σώφρων· ὅσιος, δίκαιος, ἐγκρατής· ἀντεχόμενος τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν, —οὗτος πρεσβύτερος, ὃν ἀπὸ τοῦ ἁμαρτάνοντος λαοῦ ἀφαιρεῖται Κύριος.

Ὡς ἰσχύοντα καὶ ἰσχύουσαν, ὡς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, ὡς πολεμιστὴν, ὡς δικαστὴν, οὕτω καὶ πρεσβύτερον. — Ὅταν οὖν ἴδῃς ὄντας μέν τινας ἀξίους τοῦ ἐγκατατάσσεσθαι τοῖς πρεσβυτέροις, λανθάνοντας δὲ, ἢ ἀμελουμένους, καὶ ἀντ᾽ αὐτῶν τοὺς ἀναξίους προβεβλημένους, γίνωσκε ὅτι ἀπὸ τοῦ τοιούτου λαοῦ ἀφεῖλεν ὁ Κύριος πρεσβύτερον. —Ἡλίκου δέ ἐστι χρεία τραπεζίτου, ὥστε μὴ διαλανθάνειν αὐτὸν τὸν ἐν τούτοις δόκιμον, ἔδειξεν ὁ Θεὸς τῷ μεγάλῳ αὐτοῦ θεράποντι Μωϋσεῖ, τὴν τῶν τοιούτων ἐκλογὴν ἐπιτρέψας· Συνάγαγε γάρ μοι (φησὶ) ἑβδομήκοντα ἄνδρας, ἀπὸ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ· καὶ συνάξεις αὐτοὺς ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ᾽ αὐτοὺς καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.

Τούτους δὲ χρὴ εἶναι προσήκοντας καθ᾽ ἡλικίαν, πολλῶν μὲν πεπειραμένους διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτοῖς πολιᾶς ὑποφαίνοντας. Δόξα γὰρ πρεσβυτέρων, πολιά. —Εἰ δέ που καὶ ἐν ἡλικίᾳ νέᾳ πρεσβυτικὸν εὑρεθείη φρόνημα, οὐκ ἀτιμαστέον τὸ δῶρον, ἀλλὰ πιστευτέον τῷ λέγοντι· Πολιὰ δέ ἐστι φρόνησις ἐν ἀνθρώποις. Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου σύστασιν τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτικόν.

Μήποτε γὰρ τοῦτο βούλεται καὶ ὁ λόγος· Ἀπὸ προσώπου πολιοῦ, ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου. —Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν Δανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ τῇ προαιρέσει προφερόντων, κατὰ τοὺς ἐπὶ τῆς Βαβυλωνίας πρεσβυτέρους, τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν. Διὸ καὶ ἐπὶ τὸν Δανιὴλ, παιδάριον ὄντα καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἔχοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὐ γὰρ ἐψεύδοντο λέγοντες· Δεῦρο καὶ κάθισον ἐν μέσῳ ἡμῶν, ὅτι σοι ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον.

Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων, προτιμοτέρους εὑρίσκεσθαι νέους. Ψευδώνυμοι τοίνυν οἱ παρὰ Ἰουδαίοις πρεσβύτεροι· ἀφεῖλε γὰρ ὁ Θεὸς, ὡς πολεμιστὴν καὶ Προφήτην, οὕτω καὶ πρεσβύτερον, ἀπὸ τοῦ λαοῦ αὐτῶν. —Ἡ δὲ Ἐκκλησία εὐχέσθω, μὴ ἀφαιρεθῆναι αὐτῆς πρεσβύτερον, τὸν τῆς προσηγορίας ἄξιον ταύτης. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐπὶ τοῦ Ἀβραὰμ μεμαθήκαμεν· ὅτι πολυχρονιώτεροι μὲν αὐτοῦ πολλοὶ κατηρίθμηνται ἐν ταῖς ἄνω γενεαῖς· ἔζησε δὲ Ἀδὰμ ἐννεακόσια καὶ τριάκοντα ἔτη, καὶ ἔζησε Μαθουσάλα ἐννεακόσια καὶ ἑβδομήκοντα ἔτη, καὶ ἀπέθανε· καὶ ἔζησε Νῶε ἐννεακόσια ἔτη· καὶ πρεσβύτερος ἐκείνων οὐδείς. Ἀλλ᾽ Ἀβραὰμ πρεσβύτερος κατὰ τὴν μαρτυρίαν Σάῤῥας, λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.

Πρεσβύτερος δὲ ἦν διὰ τὴν πολιώσασαν αὐτοῦ τὴν ψυχὴν ἀρετήν. Καὶ πεντηκόνταρχον. Ἀφαιρήσειν μετὰ τῶν λοιπῶν ἀπειλεῖ Κύριος Σαβαὼθ καὶ πεντηκόνταρχον τῶν Ἰουδαίων. Τί τοῦτο λέγων; Ὅτι πᾶσαν τὴν εὔτακτον περὶ αὐτοὺς οἰκονομίαν καὶ διοίκησιν ἀφίησι συγχυθῆναι, ἀπὸ μέρους τὸ ὅλον λέγων. Χιλιάρχων γὰρ καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων καὶ δεκάρχων, κατὰ τὴν συμβουλὴν Ἰοθὼρ, ὑπὸ Μωϋσέως καταστάντων (ὥστε διαβαστάζειν αὐτοὺς τὸν λαὸν καὶ τὰ ἥσσονα κρίματα τῶν δεομένων κρίσεως ἐφ᾽ ἑαυτοὺς ἀναδέχεσθαι) ἡ ἀπειλὴ αὐτοῖς ἐστι, τὴν διακόσμησιν ταύτην ἀφαιρεθήσεσθαι. Διὰ τοῦτο ἀφαιρεθήσεσθαι αὐτῶν καὶ πεντηκόνταρχον ἀπειλεῖ, πολεμιστὴν καὶ δικαστὴν καὶ στοχαστὴν καὶ Προφήτην καὶ πρεσβύτερον.

Καὶ θαυμαστὸν Σύμβουλον. Πολὺ τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς πάντα, ἀλλὰ δεῖσθαι κοινωνῶν πλέον κατὰ τὴν τῶν συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς.

Ὥστε ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐκδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμβάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ τοὺς θαυμαστοὺς συμβούλους ἐπιζητητέον ἡμῖν;

Ἰουδαῖοι τοίνυν ἀφ᾽ οὗ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο τὸ πῶς παραδώσουσι τὸν Κύριον, ἀφεῖλεν αὐτῶν ὁ Κύριος τὸν θαυμαστὸν Σύμβουλον, οὗ τὰς μὲν συμβουλὰς ἐθαύμαζον· Ἐξεπλήσσοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ταῖς δὲ παραινέσεσιν οὐ προσεῖχον. Πῶς δὲ οὐ θαυμαστὸς Σύμβουλος, ὁ ἀντὶ τοῦ Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, συμβουλεύων, τῷ ῥαπίζοντι τὴν δεξιὰν σιαγόνα, στρέφειν αὐτῷ καὶ τὴν ἄλλην; μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν τῶν αἰσχρῶν· ἐχθρὸν μὴ ἡγεῖσθαι, ἀλλ᾽ ἀγαπᾷν τοὺς μισοῦντας; μὴ μεριμνᾷν περὶ τῶν φθαρτῶν, μὴ μετεωρίζεσθαι τὴν διάνοιαν· μὴ ζητεῖν παρὰ Θεοῦ τὰ μικρά, ἐν οὐρανῷ τὴν καρδίαν ἔχειν, ἐκεῖ μετατιθέντα τοὺς θησαυρούς; Θεῷ συνεῖναι, φιλάδελφον εἶναι; συμπαθῆ, κοινωνικὸν ὧν ἔχει; μὴ ἐν βρώμασι τὸ μιαρὸν, ἀλλ᾽ ἐν καρδίᾳ καὶ προαιρέσει τίθεσθαι;

Τοῦτον τὸν τὰ τοιαῦτα συμβουλεύοντα, οὕτω θεῖα καὶ θαυμαστὰ, διὰ τὸ μὴ δεχθῆναι παρ᾽ αὐτῶν, ἀφεῖλεν ὁ Κύριος. Οὐκέτι οὖν θαυμαστὸς παρ᾽ αὐτοῖς Σύμβουλος. Εὐξώμεθα δὲ μὴ ἀποστερηθῆναι θαυμαστοῦ Συμβούλου τὴν Ἐκκλησίαν ταύτην, ἵνα, ἐπειδὰν καταλάβῃ τινὰ καιρὸς τῆς ὑπὲρ τῶν ἀναγκαίων βουλῆς, ἀπαντήσας εἰς τὸν οἶκον τοῦτον (τὸ κοινὸν τῶν ψυχῶν βουλευτήριον) εὕρῃ λόγον παρακλήσεως, οἷόν τι φῶς πρὸς τὴν εὕρεσιν τῶν ἀναγκαίων ταῖς ψυχαῖς ἐμποιοῦντα. —Ὁ δὲ, παρούσης συμβουλῆς ἀγαθῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς, ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις, τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι᾽ οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν.

Καὶ σοφὸν ἀρχιτέκτονα. Μετὰ τὸ ἀρθῆναι ἀπὸ τῶν Ἰουδαίων τὴν ὠφέλειαν τοῦ θαυμαστοῦ Συμβούλου (ὃς ἐδείκνυτο ὢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς) ἤρθη ἀπ᾽ αὐτῶν καὶ ὁ σοφὸς ἀρχιτέκτων, καὶ ἐγένετο Ἀπόστολος ἐθνῶν, ὁ Ἑβραῖος ἐξ Ἑβραίων, ὁ κατὰ νόμον Φαρισαῖος, Παῦλος, δοῦλος γενόμενος Ἰησοῦ Χριστοῦ, ὃν ἐδίωκε.

Τίς ἡ τῆς ἀρχιτεκτονικῆς αὐτοῦ ἐπιστήμης ἀπόδειξις; Αὐτὸς γάρ φησιν· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. Οἶμαι δὲ, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ, κατ᾽ αὐτὸν τὸν Παῦλον λέγοντα· Συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, καὶ τὸ διὰ τῆς ἐπιχορηγίας τοῦ Πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. —Τοὺς οὖν ἀποβάλλοντας τὸν θαυμαστὸν Σύμβουλον, τὸν Θεὸν Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ Ἀρχιτέκτονος, τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο, μὴ ἔχοντες τὸν συναρμολογοῦντα αὐτοὺς καὶ συμβιβάζοντα, λελυμένοι εἰσὶ καὶ ἐσχισμένοι ἀπ᾽ ἀλλήλων, γενέσθαι ναὸς Θεοῦ διὰ τῆς πνευματικῆς οἰκοδομῆς, μὴ δυνάμενοι.

Ἀλλ᾽ ἡμεῖς εὐξώμεθα, ἔχειν τὴν Ἐκκλησίαν τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος, ὥστε ἀναδείκνυσθαι ἡμῖν τοὺς πνευματικοὺς ἀρχιτέκτονας, ὁποῖος ἦν ὁ Βεσελεὴλ, ὃν ἐνέπλησεν ὁ Θεὸς Πνεῦμα θεῖον, Πνεῦμα συνέσεως καὶ ἐπιστήμης, ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας. —Καὶ συνετὸν ἀκροατήν. Εἰ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς οὖς εὐήκοον, ὅπου λόγος οὐκ ἔστιν, οὐδὲ ἀκοῆς χρεία. Ἐπεὶ οὖν ἤρθη ὁ θαυμαστὸς Σύμβουλος, ἀκολούθως συναφῃρέθη καὶ ὁ συνετὸς ἀκροατής. Ὅπου γὰρ ἀργύριον οὐκ ἔστι, τραπεζίτης ἀργεῖ. —Λυπηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων καὶ κατὰ πραγμάτων φερόμενος, ὁ δὲ συνετῶς αὐτῶν ἐπαισθανόμενος μὴ παρῇ, τῷ μὴ ἔχειν τὰ ὦτα τῆς ψυχῆς, ἃ ὁ Κύριος πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν ἐπιζητεῖ, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Διπλῆ τιμωρία, καὶ ἀφαιρεθῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσι. Μετὰ γὰρ τὸ ἀφελεῖν τὸν Δεσπότην Κύριον ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν, καὶ στοχαστὴν καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν Σύμβουλον, καὶ σοφὸν Ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατὴν, τότε ἠπείλησεν ὁ λόγος αὐτοῖς ἐπιπεμφθήσεσθαι νεανίσκους ἄρχοντας. Οὕτω χαλεπωτάτην οἶδε τιμωρίαν, ὑπὸ νεανίσκων ἄρχεσθαι καὶ διοικεῖσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι, ὕβρεις, ὑπερηφανίαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον. Μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι· ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους, διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ τοῖς ἀρχομένοις γίγνονται.

Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν. Τὰ μὲν ἀγαθὰ ἑνικῶς ἀπηγγέλλετο (ἰσχύοντα καὶ ἰσχύουσαν, πολεμιστὴν, δικαστὴν, προφήτην, στοχαστὴν, πεντηκόνταρχον, θαυμαστὸν Σύμβουλον, σοφὸν Ἀρχιτέκτονα, τὸν συνετὸν ἀκροατήν) τῶν δὲ κακῶν ἡ ἀπειλὴ εἰς πλῆθος ηὔξησε· Νεανίσκους ἄρχοντας, καὶ Ἐμπαῖκται κυριεύσουσιν ὑμῶν. —Οὐχ ὁ τὴν ἡλικίαν νέος κατηγορεῖται, ἀλλ᾽ ὁ νεαρὸς τὸ ἦθος· οὐ γὰρ ὁ τῷ χρόνῳ ἐλλείπων πάντως ψεκτός, ἀλλ᾽ ὁ κατὰ πάθος ζῶν. Ὁποῖος ἦν ὁ Ῥοβοὰμ, περὶ οὗ γέγραπται, ὅτι Καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ. Διὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής· Οὐαί σοι πόλις (φησὶν) ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωῒ ἐσθίουσιν.

Οὐ γὰρ ὁ τὴν ἡλικίαν νέος, ἀλλ᾽ ὁ τὴν ψυχὴν ἀτελὴς, νεώτερος καὶ ἐνταῦθα λέγεται. —Ἐπεὶ τό γε τῆς ἡλικίας ὅτι οὐκ ἐμπόδιον τῷ βουλομένῳ ζῇν κατ᾽ ἀρετὴν, ἐν τοῖς πρὸς Ἱερεμίαν λόγοις ὁ Κύριος ἔδειξεν, εἰπών· Μὴ λέγε, ὅτι νεώτερός εἰμι. Οὐ γὰρ ἠρνήσατο αὐτὸν εἶναι νεώτερον· ἀλλ᾽ ἔφη μὴ εἶναι ἐμπόδιον αὐτῷ τὴν νεότητα διὰ τὴν τελείωσιν τῆς ψυχῆς· Ὅτι πρὸς πάντας, πρὸς οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ. Τῷ γὰρ φρονήματι ἑώρακα πρεσβυτικὸν τυγχάνοντα, ὁ βλέπων τὴν σεμνότητα τῆς ἐν τῷ κρυπτῷ πολιᾶς.

Ἐμπαῖκται δὲ κυριεύσουσιν, τῶν παραστησάντων ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ἐὰν γὰρ γένηται κύριος αὐτῶν ὁ κοινὸς ἐχθρός, οὐχὶ ὡς ἰδίοις κέχρηται, ἀλλὰ παρακέχρηται ὡς ἀλλοτρίοις. Ἐμπομπεύει γὰρ τῷ παγιδευθέντι ὑπὸ τῆς ἁμαρτίας ὁ κοινὸς ἡμῶν πολέμιος, ἐπεμβαίνων καὶ κατεπαιρόμενος ἡμῶν, καὶ οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν, οὗ ἀπεστασίασεν ἡμᾶς, καὶ δημοσιεύων ἡμῶν τὴν ἀσχημοσύνην, οὐ παύεται θριαμβεύων τοὺς αἰχμαλώτους καὶ ἐμπαίζων τοῖς ὑποχειρίοις. Ἐπειδὴ γὰρ αὐτὸς πεποίηται εἰς τὸ ἐγκαταπαίζεσθαι (Τοῦτο γάρ ἐστι, φησὶν, ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ· καὶ ὁ ψαλμός· Δράκων οὗτος, ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ) περιτρέψας ἡμῖν ἅπερ αὐτὸς πάσχειν ὤφειλεν, κυριεύει ἡμῶν διὰ τῶν ἐμπαιγμῶν. Ὅθεν ὁ τῆς ἐκ τοῦ διαβόλου ἐνεργηθείσης εἰς αὐτὸν ἁμαρτίας αἰσθόμενος, Ὅτι αἱ ψόαι μου, φησὶν, ἐπλήσθησαν ἐμπαιγμάτων.

Καὶ σχεδὸν ὥσπερ ὁ Σαμψὼν, λάφυρον γενόμενος διὰ τῆς πορνείας τοῖς ἀλλοφύλοις, ἀποτυφλωθεὶς παρ᾽ αὐτῶν, προήχθη τοῦ ἐμπαιχθῆναι, οὕτω καὶ πᾶς, ὃν ἂν ἀποτυφλώσῃ ἡ ἁμαρτία, ἐμπαίζεται παρὰ τῶν ἀλλοτρίων.

Τούτους δὲ τοὺς ἐμπαίζοντας οὐκ αὐτὸς ἐπιστήσειν ὁ Κύριος ἀπειλεῖ, ὥσπερ τοὺς νεανίσκους ἄρχοντας, ἀλλ᾽ ἀφ᾽ ἑαυτῶν ἔφη κυριεύσειν, ἐξ ὧν ἂν ἕκαστος ἑαυτῷ διὰ τῶν ἔργων τὸ κυριευθῆναι παρ᾽ αὐτῶν ἐπισπάσηται. Τάχα οὖν διὰ τὸ ἐμπαῖξαι τῷ Κυρίῳ πρὸ τοῦ σταυροῦ τοὺς μέλλοντας σταυροῦν, παρεδόθησαν νεωτέρᾳ ἀρχῇ τῇ τῶν Ῥωμαίων· ἐμπαῖκται δὲ κατεκυρίευσαν αὐτῶν, οἱ τὴν ἀλήθειαν μὴ ἔχοντες παρ᾽ ἑαυτοῖς. —Κἂν Ἐκκλησίαν δὲ ἴδῃς ὑπὸ τῶν ἐν πανουργίᾳ δουλούντων τὸν λόγον ἀγομένην καὶ ὑπὸ τῶν ἐν ὑποκρίσει ψευδολόγων, γίνωσκε ὅτι ἐμπαῖκται κυριεύουσιν αὐτῆς, οἱ διὰ τῆς χρηστολογίας καὶ πιθανολογίας ἐξαπατῶντες τοὺς ἀκεραιοτέρους.

Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Ἄντικρυς τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων (τῆς τελευταίας ταύτης, μεθ᾽ ἣν τῇ διασπορᾷ παρεδόθησαν) διηγεῖται ὁ Προφήτης, οὐκέτι δι᾽ αἰνιγμάτων προφητικῶν προάγων τὸν λόγον, ἀλλὰ γυμνῶς καὶ ἀναφανδὸν αὐτὰ τὰ πράγματα διηγούμενος· ὅτε, συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πολεμίων, εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτομένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλοις ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον διὰ τὸ ἀρθῆναι ἀπ᾽ αὐτῶν Προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ θαυμαστὸν Σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι.

Καὶ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ἐπεξέρχεται τοῖς τῆς συγχύσεως ἰδιώμασιν. Ἴδιον γὰρ στάσεως τὸ μηδὲν διακρίνειν, ἀλλὰ καὶ τὸν παῖδα δυσαρεστεῖσθαι τῷ πρεσβύτῃ, καὶ προσκόπτειν αὐτοῦ τοῖς διδάγμασι· καὶ ὁ ἄτιμος διὰ τὸ ἐν πάθει ἀτιμίας ἐνυβρίσθαι, σεμνότερον ἑαυτὸν βουλήσεται νομίζεσθαι τοῦ τιμίου. —Φοβοῦμαι δὲ μὴ καὶ ἐφ᾽ ἡμᾶς φθάνῃ ταῦτα, καὶ ἐπὶ τοῦ παρόντος καιροῦ ὦσιν αἱ προφητεῖαι αὗται· ὅτε παῖδες νέοι τὴν ἡλικίαν, νεαρώτεροι τὸν τρόπον, τοῖς πρεσβυτέροις τῆς Ἐκκλησίας προσκόπτουσι, μήτε τὰς ἱερουργίας αὐτῶν προσιέμενοι, μήτε τὴν πρέπουσαν εὐταξίαν τῆς Ἐκκλησίας φυλάσσοντες. —Καὶ ὅταν δὲ οἱ κακῶς βεβιωκότες κατὰ τῶν εὐπολιτεύτων στρατεύωνται, οἱ ἄτιμοι τοῖς ἐντίμοις προσκόπτουσιν. Ἢ γὰρ οὐχ ὁρῶμεν ἄνδρας καθ᾽ ἑκάστην ἡμέραν ἀπὸ μέθης καὶ γαστριμαργίας, ἀπὸ τῶν χαμαιτυπιῶν ἀνισταμένους, καὶ περὶ Θεοῦ διαλεγομένους καὶ κρίνοντας τοὺς τιμίους τοῦ λαοῦ;

Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ πλησίον τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις· ἀρχηγὸς ἡμῶν γενοῦ· καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Σαφῶς καὶ ταῦτα ἐπὶ τὸν καιρὸν φέρει τῆς Ἰουδαϊκῆς ἁλώσεως, ὅτε ἐκτετηκότες λιμῷ, ὡς καὶ εἰς ἀλληλοφαγίαν αὐτοὺς ἐκπεσεῖν, τοῖς δοκοῦσιν εὐπορεῖν προσεχώρουν τὰς προστασίας αὐτῶν ἐπικαλούμενοι· Ἱμάτιον ἔχεις· ἀρχηγὸς ἡμῶν γενοῦ. —Ὁ ἀληθῶς ἄρχων οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος καὶ διαδήματος, ἀλλ᾽ ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ γὰρ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν καὶ ἀγόμενος ἐπιθυμίαις ποικίλαις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειός ἐστι πρὸς τὸ ἄρχειν. Ἐνταῦθα μέντοι ἡ μαρτυρία τοῦ δύνασθαι ἄρχειν οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν κεκοσμῆσθαι, ἀλλ᾽ ἀπὸ τῆς τῶν ἱματίων περιβολῆς.

Ἀλλ᾽ ἡμεῖς εὐξώμεθα, τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν καὶ καθηγουμένους τοῦ λαοῦ μὴ ἐκ τῆς ἔξωθεν περιβολῆς καὶ τοῦ ἐπιφερομένου σχηματισμοῦ τὴν μαρτυρίαν ἔχειν, ἀλλ᾽ ἀπ᾽ αὐτῆς τῆς ἀληθείας, ὥστε λέγειν ἡμᾶς· οὐκ ἐπειδὴ τὸ ἔξωθέν σου κεκόσμηται καὶ ἱκανῶς σοι πλάσμα τῆς εὐσεβείας κατώρθωται, ἀλλ᾽ ἐπειδή σου τὴν ψυχὴν ἐνέδυσεν ὁ Θεὸς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης καὶ παντὶ πλούτῳ σε ἐμεγάλυνεν, ἀρχηγὸς ἡμῶν γενοῦ, ὅπως ἂν ἀπὸ τῆς ἐν λόγῳ καὶ σοφίᾳ καὶ ἔργοις ἀγαθοῖς περιουσίας εὐθηνίαν ἡμῖν ἐκ τῆς σῆς διακονίας τῶν πνευματικῶν εὕρωμεν ἀπολαύσεων. Καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω, τουτέστι τὸ σιτομέτριον ὑπὸ σὲ ἔστω.

Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· Οὐκ ἔσομαι ἀρχηγὸς ὑμῶν· οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον. Ἔτι τὰ κατὰ τὴν στάσιν, ὡς πρὸς τὴν ἱστορίαν, ὁ λόγος αἰνίσσεται, τὴν εἰς ἔσχατον πτῶσιν τοῦ λαοῦ διηγούμενος, ὡς μηδὲ μέχρις ἑνὸς ἱματίου εὐπορούντων, τῶν εἰς προστασίαν παρ᾽ αὐτῶν ἑλκομένων. Δείκνυσι δὲ τὸ στασιαστικὸν τῆς στάσεως τῶν πραγμάτων, τὸ μὴ ἐκ συμφώνου, μηδὲ ἐκ συμπνοίας πάντας ὁρμᾷν ἐπὶ τὴν ἐκλογὴν τοῦ δυναμένου ἄρχειν αὐτῶν· ἀλλ᾽ ἕκαστον τοῦ προστυχόντος ἐπιλαμβάνεσθαι καὶ μὴ τὸν ἄξιον αἱρεῖσθαι, ἀλλὰ τὸν αὐτῷ οἰκεῖον· μηδὲ τὸν σώζειν δυνάμενον, ἀλλὰ τὸν κατὰ γένος αὐτῷ διαφέροντα· Ἐπιλήψεται γὰρ (φησὶν) ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ.

Ὅπερ ἀπείη ἐν ταῖς τῶν Ἐκκλησιῶν προστασίαις γενέσθαι, ὥστε τὸν τυχόντα τοῦ τυχόντος ἐπιλαμβάνεσθαι, καὶ τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων καὶ κόσμου τοῦ πρέποντος ἐστερημένον· πτωχεύοντα βρωμάτων πνευματικῶν, καὶ οὐκ ἔχοντα ἐν τῇ οἰκίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς καρδίας αὐτοῦ, ἄρτον ἀληθινὸν καὶ ζῶντα, δυνάμενον στηρίζειν τὴν καρδίαν ἀνθρώπου. Νῦν δὲ φοβοῦμαι, μὴ ἐν μὲν τῇ Ἰουδαϊκῇ στάσει ἦσάν τινες, οἱ ἀναξίους ἑαυτοὺς τοῦ ἑτέρων ἄρχειν ἡγούμενοι, διὰ τὴν συναίσθησιν τῆς ἐνυπαρχούσης αὐτοῖς πτωχείας· ἐπὶ δὲ τῶν παρόντων, κἂν μὴ ὦσί τινες ἐνδεδυμένοι Χριστὸν, μηδὲ σπλάγχνα οἰκτιρμοῦ, κατὰ τὸν Ἀπόστολον, κἂν ἐπιλάβηταί τις, οὐκ ἀντιλέγουσι, κἂν μὴ ἐπιλάβηται, εἰσωθοῦνται πολλοὶ, σπουδάρχαι δὲ πολλοὶ αὐτοχειροτόνητοι, τὴν παροῦσαν λαμπρότητα διώκοντες, τὴν δὲ μέλλουσαν κρίσιν μὴ προορώμενοι.

Ἀλλ᾽ οὐ Μωϋσῆς τοιοῦτος· ἀλλ᾽ ὁ πάντα εὐπειθὴς καὶ εὐήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαόν· Δέομαι (φησὶ) Κύριε, προχείρισαι ἄλλον, ὃν ἀποστελεῖς. Δι᾽ ὃ καὶ οἱονεὶ φιλονεικότερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιος εἶναι τοῦ προεστάναι δεικνύς. Διὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας. —Ὁ μέντοι προφητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι· οὐ γὰρ εἶπεν ἁπλῶς· Οὐκ ἔσομαι ἀρχηγός· ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν.

Ὅτι ἀνεῖται Ἱερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Ἡ γὰρ τέως συνεχομένη ὑπὸ τῆς χειρὸς τοῦ Κυρίου Ἱερουσαλὴμ τῷ δεσμῷ τῆς συναφείας, ἀνεῖται νῦν καὶ ἐκβέβληται.

Καὶ ἡ Ἰουδαία συμπέπτωκε, τῶν στηριγμάτων αὐτῆς ὑφαιρεθέντων. Καὶ οὐχὶ τὰ μὲν πάθη τοιαῦτα; ἐπιμέλεια δὲ τίς τοῦ εὐαρεστῆσαι Θεῷ καὶ σπουδὴ εἰς μετάνοιαν, ὥστε ἐντεῦθεν ἐλπίδα εἶναι παυθήσεσθαι τὰ δεινά;

Ἀλλ᾽ Αἱ γλῶσσαι αὐτῶν τὰ πρὸς Κύριον ἀπειθοῦσιν, καὶ οὐχ ἁπλῶς ἀπειθοῦσιν, ἀλλὰ Μετὰ ἀνομίας. Ὡς, διὰ τὸ τὴν καρδίαν ἠλλοτριῶσθαι ἀπὸ Θεοῦ καὶ ἀνυπότακτον εἶναι τοῦ θείου νόμου, τῆς γλώσσης αὐτῶν, δέον μελετᾷν νυκτὸς καὶ ἡμέρας τὸν νόμον Κυρίου, ἀντιλεγούσης καὶ ἀπειθούσης.

Τίνος οὖν ἄρξω; (φησί). Τῆς Ἱερουσαλήμ; Ἀλλὰ ἐκβέβληται καὶ ἀνεῖται. Τῆς Ἰουδαίας; Ἀλλ᾽ οὐκέτι ἕστηκεν ὀρθή· συμπέπτωκε γάρ. Τῶν μετανοούντων; Ἀλλ᾽ ἀπειθοῦσι ταῖς γλώσσαις αὐτῶν. Τάχα τοίνυν διὰ τὴν προϋπάρχουσαν δόξαν, σεμνὸν τὸ ἄρχειν τῶν τοιούτων. Ἀλλ᾽ Ἐταπεινώθη (φησὶν) ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς.

Τουτέστιν, οὐδὲ παῤῥησία αὐτοῖς ἀνανεύειν πρὸς τὸν Θεὸν, διὰ τὸ τὴν ἁμαρτίαν μὴ τὴν τυχοῦσαν εἶναι, ἀλλὰ τῇ Σοδομιτῶν ἀξίαν εἶναι παραβάλλεσθαι, ἢν οὐχὶ λάθρᾳ, οὐδὲ ἐπαισχυνόμενοι πεποιήκασιν, ἀλλ᾽ οἱονεὶ ἐπαγαλλόμενοι τῇ ἐργασίᾳ τῶν πονηρῶν, ἀνήγγειλαν πᾶσι καὶ ἐνεφάνισαν, ὥσπερ ἐκεῖνοι, ἐπὶ τὰς παρανόμους ἡδονὰς ὁρμῶντες, οὐχὶ ῥήμασιν εὐπροσώποις τὴν ἀσέλγειαν συνεκάλυπτον. Ποῦ γάρ εἰσι (φησὶν) οἱ ἄνδρες, οἱ εἰσελθόντες παρὰ σοί; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα αὐτοῖς συγγενώμεθα.

Ἐκείνην ἐμιμήσαντο τὴν ἁμαρτίαν. Τὴν γὰρ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ταῦτα ὁ ἐντυχὼν τῇ ἱστορίᾳ διηγουμένῃ τὰ πρὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ πάθη, τῆς προφητείας τὸ ἐναργὲς ἐκπλαγήσεται. Δύο τοίνυν αἰτίαι παραιτήσεως εὐλόγου τῶν εἰς προστασίαν ἑλκομένων τοῦ λαοῦ· ἡ οἰκεία αὐτοῦ ἀδυναμία, καὶ ἡ τῶν πραγμάτων δυσκολία, δυσδιορθώτων ὄντων τῶν λαῶν διὰ τὴν πολλὴν χύσιν τῆς ἁμαρτίας. Ἅπερ ἀμφότερα ὁ προκείμενος περιέχει λόγος· περὶ μὲν τῆς ἰδίας ἀδυναμίας, τοῦ τὴν ἀρχὴν ἐξομνυμένου, λέγοντος. Οὐκ ἔστιν ἄρτος ἐν τῷ οἴκῳ μου, οὐδὲ ἱμάτιον. Τὸ δὲ τοῦ λαοῦ ἀνίατον, ἐκ τοῦ εἰπεῖν· Οὐκ ἔσομαι ἄρχων τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκε. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσι. Τὴν γὰρ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Οὐδὲ γὰρ Σοδομίτας εἷς ἂν ἐγένετο δυνατὸς περισώσασθαι, ἀλλ᾽ ἔχρῃζον δικαίων δέκα τὸ ἐλάχιστον, τῶν ἐξαιτουμένων αὐτούς.

Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. —Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα λοιπὸν ὁ Προφήτης μετὰ τὸ ἰδεῖν τὸν λαὸν παραπλησίως Σοδόμοις ἀπερυθριάσαντα πρὸς τὸ ἁμαρτάνειν, ὡς μηδὲ μετὰ ἐπικαλύψεως καὶ ἐπικρύψεως πταίειν, ἀλλ᾽ ἐμπαῤῥησιάζεσθαι ἀναισχύντως καὶ ἐπισεμνύνεσθαι τοῖς αἰσχροῖς, ἀποθρηνῶν αὐτοὺς, φησίν· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν, λέγοντες· Δήσωμεν τὸν Δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. —Αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφουσιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Διὰ τοῦτό φησιν· Ἐβουλεύσαντο βουλὴν καθ᾽ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν Δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.

Ταῦτα δὲ ἐποίουν οἱ Ἰουδαῖοι ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου· δήσαντες γὰρ αὐτὸν, ἤγαγον πρὸς Καϊάφαν. Ἐδέσμουν τὰς χεῖρας τὰς εὐεργετούσας, οὐ φέροντες τῆς Δικαιοσύνης τὴν ἐπιδημίαν, διότι πονηρίας ὑπῆρχεν ἀφανιστική.

Δύσχρηστος γὰρ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη, ὥσπερ ὀφθαλμιῶσιν ὁ ἥλιος. Διό φησι· Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα δὲ ἐκείνων τῶν ἔργων τὰ γεννήματα· ἡ αἰχμαλωσία, ἡ διασπορὰ, ἡ καταστροφὴ τοῦ ναοῦ, ἡ ἀπὸ τῆς δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν, οὐκ ἐῶσα αὐτοὺς πρὸς Θεὸν ἀναβλέπειν, διὰ τὴν εἰς τὸν Μονογενῆ ἁμαρτίαν. Ἀπώλεσαν οὖν τὴν προτέραν παῤῥησίαν, μήτε Προφήτας, μήτε λατρείαν ἔχοντες· δήσαντες δὲ τὸν Λόγον, δήσαντες τὴν ἀλήθειαν, δήσαντες τὸ φῶς, δήσαντες τὴν δικαιοσύνην, δήσαντες τὸν Σωτῆρα, δήσαντες τὸν ἰατρὸν, δήσαντες τὸν ἐλευθερωτήν (ἅπερ πάντα ἐστὶ, κατὰ ποικίλην τὴν περὶ αὐτοῦ ἐπίνοιαν, ὁ Χριστός) ἐστέρηνται φωτὸς, ἐστέρηνται λόγου, ἐστέρηνται ἀληθείας· ἀδικίᾳ συζῶσιν, ἀνίατα νοσοῦσιν. —Ταῦτά ἐστι τὰ γεννήματα τῶν ἔργων, ἃ ἐσθίουσιν.

Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Περὶ τῆς θείας κρίσεως, τῆς ἀνταποδιδούσης ἑκάστῳ τὰ πρὸς ἀξίαν, ταῦτα εἰρῆσθαί φαμεν. Εἰ δὲ διὰ τοῦτο· Οὐαὶ τῷ ἀνόμῳ, ὅτι Πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ, ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ ἀδικία, ἀλλ᾽ ἐν τῷ κρυπτῷ τῆς καρδίας συνετελέσθη, ἆρα οὐκ ἐπαχθήσεται ἡ κόλασις, ὥστε ἐφαρμόσαι τὸ Οὐαὶ καὶ αὐτῷ; Ἢ τὸ τέλειον εἰπὼν ἐν κακίᾳ, σοὶ νοεῖν τὸ λεῖπον ἐξ ἀναλογίας κατέλιπε. —Τελεία μὲν γὰρ κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διάνοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων, ἀλλ᾽ ὅσον ἐλλείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαιρεθήσεται. Οὐαὶ οὖν τῷ ἀνόμῳ, ὅτι πονηρὰ αὐτῷ κατὰ τὰ ἀνομήματα καὶ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ, διότι αἱ χεῖρες ὄργανά εἰσι τῆς ἐννοίας. Ὡς ἂν οὖν κινῇ τὸ κατάρχον, οὕτω κινεῖται τὸ ἐνεργοῦν.

Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ἀνακαλουμένου τὸν λαὸν ἡ φωνὴ καὶ συναλγοῦντος τοῖς κακουμένοις, Λαός μου. Πρὶν δῆσαι τὸν Δίκαιον, πρὶν τὴν χρῆσιν αὐτοῦ παραιτήσασθαι, τί πεπόνθατε; Νῦν κατάχρεοι γεγένησθε πολλῶν ὀφλημάτων. Διὰ τοῦτο τοῖς ἐκπράσσουσιν ὑμᾶς τὴν ὀφειλὴν ἔκδοτοι γεγένησθε, οἳ ἐπειδὴ δράγματα ἐν ὑμῖν οὐχ εὑρίσκουσιν, οὐδὲ καρπῶν εὐθηνίαν, καλαμῶνται ὑμᾶς, μικροὺς καὶ εὐτελεῖς, κατακεκλασμένους καρποὺς τῶν ψυχῶν ὑμῶν ἐκλέγοντες. —Τοιοῦτοι δέ ἐσμεν, μικροπρεπῶς καὶ εὐτελῶς καὶ ἀκάρπως μετανοοῦντες. Ὃ γὰρ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὁ τοίνυν τῇ ἀξιολόγῳ μεταμελείᾳ πλουσίως σπείρων εἰς τὸ Πνεῦμα, ἐλεημοσύνην, εὐσπλαγχνίαν, ἱκεσίαν, δικαιοσύνην, δάκρυον διηνηκές, οὗτος, σπείρων ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσει, αἴρων τῆς μετανοίας τὰ δράγματα, ὥστε τῷ πράκτορι ὅλον ἀποτίσαι τὸ χρέος. Ὁ δὲ, μεταμελείᾳ τῶν προημαρτημένων, μικρὰ σπείρων ἐν ἐλεημοσύνῃ, ἐν προσευχῇ, ἔρημον καρποῦ καλάμην τρέφων, οὐδὲ ταύτην ὑπὸ τοῦ πράκτορος ἔχειν συγχωρηθήσεται.

Τίς δὲ ὁ πράκτωρ οὗτος, ἐκ τῆς κατὰ τὸ Εὐαγγέλιον παραινέσεως διδαχθῶμεν, τοῦ Κυρίου λέγοντος· Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν Κριτὴν, καὶ ὁ Κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλῃ εἰς φυλακήν. Νόησον γὰρ ἐκεῖ τὸν ἀντίδικον καὶ τὴν ὁδόν· εἶτα τὸν ἄρχοντα τὸν προεστῶτα τοῦ ἀντιδίκου ἡμῶν. Ὁδὸς μὲν γὰρ, ὁ βίος ἡμῶν· ἀντίδικος δὲ, ἡ ἀντιπαλαίουσα ἡμῖν δύναμις καὶ παρεπομένη τῷ βίῳ, πάσῃ μεθοδείᾳ μηχανωμένη ἐκτρέψαι ἡμᾶς τῆς πρὸς Θεὸν ἀγούσης ὁδοῦ· ἄρχων δὲ (ὁ τοῦ κόσμου τούτου ἄρχων) περὶ οὗ ὁ Κύριος εἴρηκε· Νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ἀλλ᾽ ἐν μὲν τῷ Κυρίῳ εὗρεν οὐδὲν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τῷ πεπειραμένῳ κατὰ πάντα καθ᾽ ὁμοιότητα, χωρὶς ἁμαρτίας.

Ἐπειδὰν οὖν εὕρῃ ἐν ἡμῖν πολλὰ, πολλαῖς ἡμᾶς σειραῖς, αἷς ἑαυτοὺς κατεδήσαμεν, τῶν ἑαυτοῦ ἁμαρτιῶν ἐπισυρόμενος, παραδώσει τῷ Κριτῇ. Ὁ δὲ Κριτὴς, ᾧ πᾶσαν κρίσιν ἔδωκεν ὁ Πατὴρ, παρὰ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ ἐλεγχθέντας ἐπὶ πολλοῖς ἐγκλήμασι παραλαβὼν παραδώσει τῷ πράκτορι, τῷ ἐπὶ τῶν κολάσεων τεταγμένῳ· ὃς βαλεῖ εἰς τὴν φυλακήν, τουτέστιν εἰς τὸν τόπον τῆς κολάσεως, δι᾽ ἐπιπόνων μαστίγων ἀπαιτῶν καὶ ἐκπράσσων μέχρι καὶ τῶν μικροτάτων καὶ μετὰ καταφρονήσεως παρ᾽ ἡμῶν ἁμαρτανομένων.

Διὸ συμβουλεύει ὁ Κύριος, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ μετὰ τοῦ ἀντιδίκου, δοῦναι ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ, τουτέστι ποιεῖν τὰ ἔργα πρὸς ἀπαλλαγὴν τοῦ ἐχθροῦ, καὶ μὴ ἀναμένειν ποτὲ ἀχθῶμεν, ὁπότε ἔλθῃ ἡ τελευταία ὥρα· ἐν ᾗ ἐπιστὰς ὁ ἄρχων διερευνήσεται ἡμᾶς· ὃς ἐὰν πολλὰ τῶν ἑαυτοῦ ἐν τῷ βίῳ ἡμῶν εὕρῃ, παραδώσει ἡμᾶς τῷ Κριτῇ, ἐλέγχων ἡμᾶς καὶ τὴν ἄρνησιν μὴ συγχωρῶν, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου, ἐν ᾧ ἐποιοῦμεν τὴν ἁμαρτίαν, ὡς μεθ᾽ ἡμῶν ὑπάρχων καὶ συνεργῶν ἡμῖν τὸ κακὸν, τοῦ τρόπου ὃ ἐπετηδεύσαμεν, τῆς διαθέσεως μεθ᾽ ἧς ἡμάρτομεν. Ἕως οὖν ἐσμεν κύριοι τοῦ ἐργάζεσθαι, δῶμεν ἐργασίαν ἀπηλλάχθαι τοῦ ἀντιδίκου.

Καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Οἱ τοὺς πένητας πολλοῖς ὀφλήμασιν ὑποκειμένους ἀπαιτοῦντες, ἕλκουσιν εἰς δουλείαν. Καλὸν μὲν οὖν, μὴ ὀφλισκάνειν· δεύτερον δὲ τὸ μὴ ἀπορεῖν πρὸς τὴν διάλυσιν τοῦ ὀφλήματος. Εἰ δὲ μὴ, πᾶσα ἀνάγκη δοῦλον εἶναι τῶν ἐπαγομένων αὐτῷ ἀπαιτήσεων. —Ταῦτα διὰ τὸ Οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.

Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οἱ ὑπὸ νεανίσκων ἀρχόμενοι καὶ ὑπὸ ἐμπαικτῶν κυριευόμενοι, οἱ ὑπὸ τῶν πρακτόρων καλαμώμενοι καὶ διὰ τὸ ἀπορεῖν πρὸς τὴν διάλυσιν εἰς δουλείαν ἀγόμενοι καὶ τὴν ἐλευθερίαν ὑπὸ τῆς ἄγαν πενίας ἀπολωλεκότες, τοῦ ἐλεεῖσθαι ἀξίως πράσσουσι μᾶλλον, ἢ τοῦ μακαρίζεσθαι. Ὁ οὖν μακαρίζων τοὺς τοιούτους, κόλακος ποιῶν ἔργον, καταχαριζόμενος παρὰ τὸ προσῆκον, πλανᾷ βλάπτων οὐ μέτρια, τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν αἴσθησιν ἀφαιρούμενος· τῶν δὲ ἀπατωμένων ἐπὶ τῷ παρὰ τὴν ἀξίαν μακαρισμῷ καὶ ἡ τρίβος τῶν ποδῶν συνταράσσεται. Διότι αἱ μὲν θλίψεις ἐπὶ ταπείνωσιν προκαλοῦνται, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ.

Καθόλου δὲ εἶπεν, Λαός, δηλῶν ὅτι οὐχὶ οὗτος μόνον ταπεινῶς διακείμενος, ὡς ἐν τοῖς ἀπηριθμημένοις εἶναι παθήμασιν, —ἀλλὰ πᾶς οὖν ὁ καθόλου λαὸς, τῷ ἄθροισμα εἶναι ἀνθρώπων, ἐκ διαφόρων ἐπιτηδευμάτων καὶ ἡλικιῶν καὶ βίων συνειλεγμένος, ὑφ᾽ ἕνα πίπτειν μακαρισμὸν ὁμοτίμως οὐ δύναται.

Ἄλλαι γὰρ ἄλλως ἴδιαι ἕκαστον συμφοραὶ κατατρύχουσι· τὸν μὲν τὰ τοῦ γήρως ἐπίπονα, τὸν δὲ τὰ τῆς δουλείας κακά· ἄλλον πενία, ἑτέρους οἰκείων ἀποβολή· ἄλλους νόσοι. Πῶς οὖν οὐκ ἀπατηλός ἐστιν ὁ μακαρισμὸς ὁ λαῷ παντὶ προσαγόμενος;

Ὁ μέντοι Κύριος, εἰ καὶ πλῆθος ἐμφαίνει διὰ τοῦ μακαρισμοῦ (Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ Μακάριοι οἱ πεινῶντες, καὶ Μακάριοι οἱ κλαίοντες) ἀλλὰ τῷ πρὸς παρόντας ἀποτείνεσθαι δείκνυσι τὸ εὐαρίθμητον τῶν μακαριζομένων. Δῆλον γὰρ, ὅτι περὶ τῶν μαθητῶν ἐποιεῖτο τὸν λόγον, τῶν δεδιδαγμένων τὴν ἐπαινετὴν ταπεινοφροσύνην, καὶ κατὰ τὴν πρὸς αὐτὸν ἐξομοίωσιν, τὸν δι᾽ ἡμᾶς πτωχεύσαντα, τὴν ἐν τῷ φρονήματι πτωχείαν ἀνειληφότων.

Διὰ τοῦτό φησιν, ὅτι Ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ τὸ Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι αὐτοὶ χορτασθήσονται. Εἰ δὲ στενὴ ἡ ὁδὸς καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, ποῦ δυνατὸν πολλοὺς εἶναι τοὺς μακαριζομένους;

Ὥστε πάντως ὁ λαὸν ὅλον μακαρίζων, πλανᾷ καὶ ταράσσει αὐτὸν, μὴ ἐῶν ὁδεύειν εἰρηνικῶς. Ἔστι δὲ ῥᾴδιον ἁλῶναι τῷ πάθει τῶν ἐπαίνων τοὺς μὴ προσέχοντας, ὑπὸ φιλαυτίας ἑκάστου ῥᾳδίως ταῖς ἐκ τῶν κολακειῶν ἀπάταις ὑπαγομένου. Ἀνδρὸς δὲ ὠφελημένου, μήτε ταῖς κακηγορίαις τινῶν ὑποπίπτοντα ταπεινοῦσθαι, μηδὲ συστέλλεσθαι παρὰ τοῦτο, μήτε ὑπὸ ἐπαίνων ἀγνοίᾳ τῶν καθ᾽ ἑαυτὸν ἐξοιδαίνειν ῥᾳδίως καὶ φυσιοῦσθαι. Ἐπεὶ δὲ τρίβος ἐστὶν ἡ προτετριμμένη καὶ διωδευμένη ὑπὸ τῶν προλαβόντων ὁδός, ὁ μὴ ἐῶν εἰς αἴσθησιν ἐλθεῖν λυπηρὰν τοὺς ἀπολειπομένους τοῦ ζήλου τῶν προαγόντων, ἀλλ᾽ ὡς κατορθοῦντας μακαρίζων τοὺς ἁμαρτάνοντας, τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνταράσσει.

Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Πάντα κρίσει θείᾳ καὶ συνέσει κατὰ τὴν δυσδιήγητον σοφίαν ἐπιμερίζεται ἑκάστῳ πρὸς τὴν ἀξίαν, τά τε νῦν ἐπαγόμενα, τά τε κατὰ τὸν μέλλοντα αἰῶνα. Ἐπεὶ οὖν τοιαῦτα (φησὶν) ἠνόμησεν ὁ λαὸς, τοιαῦτα δὲ αὐτῷ ἐπήγαγεν ὁ Κύριος. —Διὰ τὸ οἱονεὶ ἀποδειχθῆναι ὀφείλειν τὰ περὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ, ὅτι οὐχ ὑπερέβη τὸ μέτρον τῶν ἀδικημάτων ἐν τῷ πλήθει τῆς τιμωρίας, εἴρηται τὸ Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, ἵνα τὸ Νῦν τοῦτο τῷ μέλλοντι αἰῶνι ἀντιδιαστέλληται.

Ἢ μήποτε τὸ Νῦν ἐφ᾽ ἡμῶν μὲν τὸ ἀκαριαῖον καὶ τὸ ἀδιαίρετον τοῦ χρόνου σημαίνει· ἐπὶ δὲ Θεοῦ πάντα κατὰ τὴν τοῦ Νῦν αἴσθησιν παράκειται. Οὐδὲν γὰρ αὐτῷ παρῆλθεν, οὐδὲ μέλλει, ἀλλὰ πάντα ἐνέστηκε· καὶ τὰ πόῤῥωθεν ἡμῖν προσδοκώμενα, ὡς ἤδη παρόντα ὑπὸ τοῦ θείου ὀφθαλμοῦ καθορᾶται, ὥστε ἐπὶ Θεοῦ τὸ Νῦν καὶ τὸν μέλλοντα αἰῶνα συμπαραλαμβάνειν. Ἐπεὶ οὖν οὐ μακράν ἐστιν ὡς πρὸς τὸν Θεὸν, ὁ ὡρισμένος τῆς κρίσεως καιρὸς, ἐπὶ τὴν καθολικὴν κρίσιν ἀναφέρεσθαι τὸ Νῦν ἐξειλήφαμεν.

Καταστήσεται δὲ εἰς κρίσιν, ἐξαπλῶν τοὺς λόγους τῆς δικαιοσύνης αὐτοῦ, καθ᾽ οὓς ἐπὶ τοῖς αὐτοῖς ἔργοις δικαίαν ποιεῖται τῶν τοιῶνδε κολάσεων τὴν ἀνταπόδοσιν, ὥστε καὶ τοὺς καταδικαζομένους συντίθεσθαι τὴν κατ᾽ αὐτῶν ἀποφανθεῖσαν κρίσιν ὡς δικαιοτάτην.

Καὶ στήσει εἰς κρίσιν τὸν λαὸν τὸν Ἰσραηλιτικόν. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τοὺς δὲ λοιποὺς λαοὺς, οὐκέτι· διότι Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ Οἱ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, ἀλλ᾽ ἐν κατακρίσει. Παντὶ δὲ νομοθέτῃ πρὸς τοὺς κατὰ τὸν ὑπ᾽ αὐτοῦ γεγραμμένον νόμον κρινομένους κρίσις ἐστὶν ἐν τῇ παρεξετάσει τῆς τε πράξεως καὶ τοῦ βουλήματος τοῦ νομοθέτου. Διὸ καὶ ὁ Κύριος· Ὁ λόγος (φησὶν) ὃν ἐλάλησα, αὐτὸς ὑμᾶς κρινεῖ, ὅτι οἱ λογισμοὶ ἀλλήλοις ἀντικαθίστανται· ὅ τε παρὰ τοῦ Κυρίου ὑποβληθεὶς, καὶ ὁ πρὸς τὴν ἁμαρτίαν ἐκκαλεσάμενος.

Κατὰ γὰρ τὸν Ὠσηὲ, κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Ὀψόμεθα γὰρ ἅμα πάντα οἱονεὶ παρεστῶτα ἡμῖν τὰ ἔργα διὰ τῆς μνήμης, καὶ φαινόμενα ἀντιπρόσωπα τῇ διανοίᾳ ἡμῶν μετὰ τῶν ἰδίων τύπων, ὡς ἕκαστον πέπρακται, ἢ ὡς λελάληται.

Ἐπειδὰν γὰρ ἐπιδείξῃ τὰ καθ᾽ ἑαυτὸν πάντα ἀνελλιπῶς πεποιηκότα περὶ τὴν, ὧν εἴληφεν, ἐθνῶν ἐπιμέλειαν ὁ Κύριος, νικᾷν λέγεται ἐν τῷ κρίνεσθαι πρὸς ἡμᾶς. Οὐ μὴν χρόνους γε προσήκει νομίζειν καταναλωθήσεσθαι εἰς τὸ ἕκαστον ἰδεῖν ἑαυτὸν μετὰ τῶν ἑαυτοῦ πράξεως, καὶ τὸν κριτὴν καὶ τὰ ἀκόλουθα τῷ θείῳ δικαστηρίῳ ἀφάτῳ δυνάμει ἐν ῥοπῇ καιροῦ φαντασιουμένου τοῦ νοῦ καὶ πάντα ἀναζωγραφοῦντος ἑαυτῷ, καὶ οἱονεὶ ἐν κατόπτρῳ τῷ ἡγεμονικῷ ἐνορῶντος τοὺς τύπους τῶν πεπραγμένων.

Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Πῶς καὶ σφοδροτέραν τὴν συγκίνησιν ὁ λόγος ἐμφαίνει ἐν τῷ Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει· ἐπὶ μὲν γὰρ τοῦ λαοῦ εἴρηται τὸ Καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· ἐπὶ δὲ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχόντων τὸ Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει. Πρῶτον μὲν, ἵνα διδαχθῶμεν, ὅτι ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι κριθησόμεθα ὁ λαὸς, οἱ πρεσβύτεροι, οἱ ἄρχοντες. Ὁ μὲν γὰρ ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται.

Δῆλον δὲ ὅτι εἰς κρίσιν ἐρχόμενος, οὐκ ἐπὶ τῷ κρῖναι, ἀλλ᾽ ἐπὶ τῷ διακρῖναι ἥξει. Οὐ γὰρ τοῦ κρίνοντός ἐστι μετὰ τῶν κρινομένων ἔρχεσθαι πρὸς τὴν κρίσιν, ἀλλὰ τῶν κρινομένων μετ᾽ ἀλλήλων ἀπαντᾷν πρὸς τὸν κρίνοντα. —Ἐλθὼν δὲ εἰς κρίσιν μετ᾽ αὐτῶν, εὐθὺς καὶ ἐγκαλέσει ἐλεγκτικῶς, λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατέ μου τὸν ἀμπελῶνα καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; —Βουλευσώμεθα, οἱ πρεσβύτεροι καὶ οἱ ἄρχοντες τοῦ λαοῦ, τί ἀποκρινώμεθα τῷ ἐγκαλοῦντι· μᾶλλον δὲ εὐξώμεθα, μὴ ἐφευρεθῆναι τὰ ἄξια τοῦ ἐγκαλεῖσθαι τὰ τοιαῦτα. Δῆλον γὰρ, ὅτι πρὸς ἡμᾶς ὁ λόγος, τοὺς μὲν ἐν πρεσβυτερίῳ, τοὺς δὲ ἐν μείζονι τιμῇ τοῦ λαοῦ προεστῶτας.

Ἐπίστευσα ὑμῖν ἄμπελον εὐθηνοῦσαν, πᾶσαν ἀληθινὴν, εἰς τὸ ποιεῖν αὐτὴν τοὺς δέοντας καρποὺς διὰ τῆς ἐπιμελείας ὑμῶν· ὑμεῖς δὲ οὐ μόνον ἀπεχερσώσατε αὐτὴν, ἀλλὰ καὶ προσενεπρήσατε. Τοῦτο δὲ γίνεται, ὅταν πρὸς τῷ μὴ διδάσκειν τὰ δέοντα, ἔτι καὶ τὸν ἐκ τῆς δυσσεβείας ἐμπρησμὸν, οἷόν τινα φλόγα ἕρπουσαν πανταχοῦ καὶ ἀεὶ τὰ συνεχῆ ἐπιλαμβανομένην καὶ εἰς τὸν ἀμπελῶνα παραδεξώμεθα.

Οἱ τὰ τέως θάλλοντα καὶ εὐθηνοῦντα τὰ κλήματα ξηρὰ καὶ ἀπρεπῆ καὶ ἄκαρπα ἐπιδεικνύοντες, καὶ οἱ τὰ ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐγγινόμενα πάθη μὴ σβεννύντες, ἀλλὰ τῇ ἐκλύσει τοῦ βίου τοῦ καθ᾽ ἑαυτοὺς πολλὰ γίνεσθαι συγχωροῦντες, ἐμπυρίζουσι τὸν ἀμπελῶνα.

Ἀλλὰ καὶ ὁ, διὰ τῆς ἡδείας πλεονεξίας, πολλοὺς εἰς τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν προκαλούμενος, ἐμπυρίζει τὸν ἀμπελῶνα. Ἐπισυνάπτει γοῦν τὸ Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. —Ὥστε καὶ οἱ ἄδικον κτῆσιν ἀπὸ ἁρπαγῆς καὶ βίας συλλέγοντες, αἰτίαν τοῦ ἐμπρησμοῦ τῷ ἀμπελῶνι παρέχουσιν, ἐκ τοῦ πονηροῦ ὑποδείγματος τοῦ κατὰ τοὺς προεστῶτας καὶ τοῦ λαοῦ παντὸς εἰς τὴν κατ᾽ ἀλλήλων πλεονεξίαν παιδοτριβουμένου. —Πρεσβύτεροι οὖν καὶ ἄρχοντες, οἱ μὴ διὰ τῆς ὑγιαινούσης διδασκαλίας καὶ τῶν κατὰ τὸν ἴδιον βίον ἀγαθῶν ὑποδειγμάτων τὸν ἀμπελῶνα γεωργοῦντες, ταῦτα ἐγκληθησόμεθα. Εὐλόγως δὲ καὶ ἀκουσόμεθα τὸ Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν· ἐὰν τὰ εἰς λόγον τῆς ἀναπαύσεως τῶν πενήτων διδόμενα, ἐν τοῖς οἴκοις ἔχωμεν, ἀποστεροῦντες τοὺς ἐνδεεῖς.

Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; Ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλῶνται παρὰ τῶν ἠδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς ἐξευτελίζοντες καὶ πληγὰς ἀπειλοῦντες καὶ ὡς φιλοπράγμονας διαβάλλοντες. Οὐ μόνον οὖν (φησὶν) ἀδικεῖτε τὸν πένητα (εὐδιάρπαστον ὄντα, καὶ εὐεπιβούλευτον διὰ τὴν ἐρημίαν) ἀλλὰ καὶ καταισχύνετε τὰ πρόσωπα τῶν πτωχῶν. Τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αἰσχύνην, ταύτην ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτωχοῖς περιτρέπετε, μάρτυρας ἀναπείθοντες, συνηγόρους μισθούμενοι, τοὺς δικάζοντας παραπείθοντες, ἕως ἂν πρὸς τῇ λοιπῇ ἀδικίᾳ καὶ τὴν ἐκ τῆς συκοφαντίας αἰσχύνην τοῖς πένησι περιστήσητε.

Γίνεται δὲ καὶ ἄλλως ἡμέτερον τὸ ἔγκλημα, ὅταν ἐν τοῖς ὁμοίοις πταίσμασι τῶν μὲν πενήτων σφοδρῶς καθαπτώμεθα, δημοσιεύοντες μὲν αὐτῶν τὰ πταίσματα καὶ μηδενὸς ὀνείδους φειδόμενοι, ἐνεπιδεικνύμενοι δὲ τὸν τοῦ Θεοῦ ζῆλον τοῖς πένησι καὶ ἐκ τούτου τὰ πρόσωπα αὐτῶν καταισχύνοντες. — Ἐπεὶ δέ εἰσί τινες πτωχοὶ μακαριζόμενοι, οἱ διὰ τὴν θεοσέβειαν πάντων καταφρονήσαντες καὶ (ἐπ᾽ ἐλπίδι τοῦ κατὰ Θεὸν πλούτου) τῆς κοσμικῆς περιουσίας ὑπεριδόντες, —οἱ κακῶς προεστῶτες τοῦ λαοῦ, ἀντὶ τοῦ μακαρίζειν τοὺς οὕτω πτωχεύοντας, διαβάλλοντες καὶ ἐξουθενοῦντες καὶ τὴν ἐπαινετὴν αὐτῶν ταπεινοφροσύνην ἐξευτελίζοντες, εἰκότως ἐγκαλοῦνται, μάλιστα ἐὰν πρεσβύτεροι ὦσιν, ἢ ἄρχοντες, ὡς τὰ πρόσωπα τῶν ἁγίων πτωχῶν καταισχύνοντες. Ὁποῖος ἦν πτωχὸς Ἰωάννης, μὴ οἶκον ἔχων, μὴ οἰκέτην, μὴ βοῦν ἀροτῆρα, μὴ γήδιον, μὴ κλίνην, μὴ τράπεζαν, μὴ ἄρτον. Ὁποῖος Ἡλίας. Ὁποῖος τῶν Ἁγίων ἕκαστος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι.

Τάδε λέγει Κύριος· ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών.

Εἰ καὶ μείζονά τινα προηγουμένως ἐμφαίνει ὁ λόγος, ἀλλ᾽ ὅμως ἔχει τι καὶ αὐτόθεν τοῖς πλήθεσι χρήσιμον καὶ ἐπιστρεπτικὸν τὰ λεγόμενα. Συστέλλει γὰρ ἀκολάστων γυναικῶν τὴν ζωὴν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ στολῇ τὴν πρὸς πορνείαν εὐκολίαν ἐπιδεικνυμένων. Ὅταν γὰρ ἐπὶ τῷ κάλλει τοῦ σώματος μεγαλοφρονοῦσαι ὑπεραίρωσιν ἑαυτὰς τῶν λοιπῶν, ματαίῳ φρυάγματι κεχρημέναι καὶ ἐπαιρόμεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι, εἶτα ὑψηλὸν μὲν τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μὲν γὰρ σεμνὴ γυνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὸ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλλους προαιρουμένη, πορεύεται ὑψηλῷ τραχήλῳ.

Καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Γυναικὸς πορνείας πνεούσης τὸ κατηγόρημα, περίεργα βλέπειν τῷ ὀφθαλμῷ, τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύειν τῷ βλέμματι, ἐμμειδιᾷν, τοῖς ὀφθαλμοῖς ἐρεθίζειν πορνικῶς, ἰόν τινα φθαρτικὸν ἐξαποστέλλειν τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας. —Δικαίως οὖν ἀγανακτεῖ ὁ λόγος κατὰ τῶν πορευομένων ὑψηλῷ τραχήλῳ, τουτέστιν ἀπερυθριασμένῳ προσώπῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Τὸ δὲ ὑψηλὸν τοῦ τραχήλου, δεῖγμα τοῦ μηδὲ τῷ ζυγῷ τῆς σωφροσύνης ὑποκεῖσθαι· ἁβρυνομένης δὲ καὶ χλιδώσης, τὸν χιτῶνα ἐπισυρομένης βαδίζειν καὶ τὸ βάδισμα μὴ κατὰ φύσιν ποιεῖσθαι, ἀλλὰ πρὸς ῥυθμὸν ἐκμελῆ ἐπιτετηδευμένον ἐκλύτως. Ἀντὶ οὖν τούτων Ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών.

Ἐπειδὴ ἑκουσίως τὸ ταπεινὸν οὐχ εἵλοντο, ἀλλ᾽ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, ταπεινώσει (φησὶ) τὰς ἀρχηγοὺς αὐτῶν, τὰς θυγατέρας Σιών. Ἔτι καὶ νῦν ἔξεστιν ὁρᾷν πολλαχοῦ τὰς Ἰουδαίας γυναῖκας τοῖς ἑκάστου ποσὶν ἐπιπαιζούσας καὶ μὴ ἐντρεπομένας τὴν τοῦ Προφήτου φωνήν. Εἴθε δὲ μὴ καὶ τῆς Ἐκκλησίας αἱ θυγατέρες τὰ αὐτὰ ἐγκαλοῖντο. Πολλαὶ γὰρ, ὡς ἐν πλήθει ἐπὶ τῶν προσιόντων τῷ θείῳ λόγῳ, ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν, οὐκ εἰδυῖαι εὐφροσύνην πνευματικὴν, παιδιαῖς ἀσέμνοις ἑαυτὰς ἐπιδιδοῦσαι, κώμοις καὶ μέθαις ἐγκαλινδοῦνται, καὶ μὴ τηροῦσαι τὸ παράγγελμα τὸ λέγον, ὅτι Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· ὑπολοξοῦσαι τὸ ὄμμα καὶ παρεκκλίνουσαι, δεῖγμα πονηρᾶς ἐκφέρουσι προαιρέσεως. Πολλαχοῦ δὲ τὰ νεύματα τῶν ὀφθαλμῶν διαβέβληται, ὡς ἐν Παροιμίαις ἐπὶ τοῦ κακοῦ παρατετήρηται, ὅτι Ὁ δὲ αὐτὸς ἐννεύει μὲν ὀφθαλμῷ, σημαίνει δὲ ποδί. Καὶ πάλιν· Ὁ ἐννεύων ὀφθαλμῷ μετὰ δόλου, συνάγει ἀνδράσι λύπας.

Καὶ τὸ Οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. —Φθάνει δέ ποτε καὶ ἐπ᾽ ἄνδρας τὰ τοιαῦτα ἐγκλήματα, τοὺς φρονήματι μὲν ἀλαζονικῷ ὑπερφρονοῦντας τῶν ὑποδεεστέρων, ὑπτιάζοντας δὲ τῷ σχήματι, καὶ τῷ νεύματι τῶν ὀφρύων τὴν ἀλαζονείαν ἐνδεικνυμένους, σοβαρῷ δὲ καὶ διηρμένῳ βαδίσματι εὔρυθμα βαίνοντας, τὸ ἱμάτιον καθιέντας μέχρι τῶν σφυρῶν, ἀλαζονείαν ἐνδεικνυμένους, καὶ παιδιαῖς ἑαυτοὺς ἀμέτροις ἐκδεδωκότας, οὓς μένει τὸ ἀπειληθὲν πτῶμα τὸ διὰ τῆς ταπεινώσεως τῆς ἀπὸ τοῦ ὕψους.

Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν. Τοῦτο τὸ σχῆμα τὸ ὑπερήφανον καὶ πεποιημένον πρὸς ἔκλυσιν καὶ πᾶσαν ἀκόλαστον ἔννοιαν, ταῖς καρδίαις τῶν ἀφυλάκτων ἐνεργαζόμενον, ἀνακαλύψει Κύριος, ὅταν ἐν τῇ φανερώσει τῶν κρυπτῶν τὰ μὲν τῆς σαρκὸς παραπετάσματα περιαιρεθῇ, γυμνὴ δὲ καὶ καθ᾽ ἑαυτὴν μετὰ τῶν ἔργων τῆς ἀσχημοσύνης παραδειγματίζεται ἡ ψυχή. —Ἐνεργεῖται δέ ποτε καὶ ἐνταῦθα ἡ ἀποκάλυψις τοῦ σχήματος ἐπὶ καλῷ τῶν, περὶ οὓς ἡ ἐνέργεια, ὥστε, γυμνωθέντων, ἃ τέως πολλοὺς διαλανθάνει καὶ εἰς γνῶσιν τοῖς πολλοῖς ἐλθούσης τῆς ἐπὶ τοῖς ἁμαρτήμασιν ἀσχημοσύνης, ἐπιστρέψαι καταιδεσθέντας τοὺς τέως διὰ τὸ λανθάνειν ἐπιμένοντας τῷ κακῷ. Τοῦ Κυρίου οὖν ἔργον, ἀνακαλύψαι τὸ σχῆμα τὸ ἐπίπλαστον καὶ κατεσχηματισμένον.

Ὥστε καὶ εἴ τινες ἡμῶν τῶν τιμωμένων προσχήματι βίον ἄσεμνον ὑποκρύπτουσι, φοβηθήτωσαν τὸν ἀνακαλύπτειν ἡμῶν τὸ σχῆμα μέλλοντα καὶ φανεροῦντα τὰς βουλὰς τῶν καρδιῶν ἡμῶν, ὥστε ἐν ταῖς πάντων προκεῖσθαι ὄψεσι τοὺς ἐν ἑκάστῳ γινομένους χείρονας λογισμούς. —Κυκλώσει γὰρ ἕκαστον ἡμῶν τὰ διαβούλια αὐτοῦ καὶ αἱ πράξεις ἐν τοῖς ἰδίοις γνωρίσμασι περιστήσονται, αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον ἡμῖν ἐπάγουσαι, ὅταν ἐλέγχωνται ἐναντίως ἔχουσαι πρὸς τὸν λόγον, ὥστε τὸν κηρύσσοντα μὴ κλέπτειν, κλοπέα ἐφευρίσκεσθαι· τὸν λέγοντα μὴ μοιχεύειν, ἐν τοῖς μοιχοῖς ἔχοντα τὴν μερίδα φωρᾶσθαι· τὸν βδελυσσόμενον τὰ εἴδωλα, ἱεροσυλίας τοῦτον μὴ ἀπεχόμενον. Οὐδὲν γὰρ κρυπτὸν, ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν. Ἐπειδὴ παρὰ τὸ πρέπον ἐχρήσαντο τοῖς διδομένοις εἰς χρῆσιν, Ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, ὃν ἐπὶ κακῷ ἑαυτῶν καὶ τῶν ἐντυγχανόντων αὐταῖς περιεβάλλοντο.

Ὥστε πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περιβολῇ τῆς ἐσθῆτος, τὴν ἀφαίρεσιν ἀπειλεῖται. Ἐπειδὴ καὶ ἐπορεύοντο (φησὶν) ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, ἐκελεύσθησαν γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ. —Ἀφαιρεῖται μέντοι καὶ ἀφ᾽ ἡμῶν τὴν δόξαν τοῦ ἱματισμοῦ, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φανῶμεν, καταπατοῦντες αὐτὸν καὶ τῶν σαρκίνων μολυσμάτων ἀναπίμπλαντες.

Τίς δέ ἐστιν οὗτος ὁ ἱματισμὸς, ἢ τὸ ἔνδυμα τῶν Ἁγίων, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν διὰ τοῦ ἁμαρτάνειν τὸ σῶμα καταπατούντων καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων. Τούτου τοῦ ἱματισμοῦ σύμβολα ἦν τὰ ἱμάτια τοῦ Ἰσραὴλ, τὰ μὴ κατατριβέντα, καθ᾽ ὣς γέγραπται ἐν Δευτερονομίῳ, ὅτι Τὰ ἱμάτια ὑμῶν οὐ κατετρίβη, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἡμῶν οὐκ ἐπαλαιώθη. Ἐπεὶ καὶ τὰ ὑποδήματα σύμβολα ἦν τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης.

Ἣν γὰρ δέδωκε διαθήκην καινὴν Χριστὸς Ἰησοῦς, μένει καινὴ, μηδέποτε παλαιουμένη. Ὅσον γὰρ χρώμεθα τούτῳ καὶ τοῖς ὑποδήμασι, τοσούτῳ καινότερα γίνεται, ἀεὶ προσφάτου καὶ νέας ἐπιγινομένης ἡμῖν τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου ἐν τῇ προκοπῇ τῆς εἰς Χριστὸν πίστεως. —Καὶ τοὺς κοσύμβους.

Ἀφαιρήσειν ἀπειλεῖ τῶν καλλωπιζομένων γυναικῶν διὰ τοῦ Προφήτου ὁ Κύριος καὶ τοὺς κοσύμβους. Οὐ πάνυ δὲ ἡ τοῦ κοσύμβου λέξις τῇ ἑλληνικῇ συνηθείᾳ καθωμίληται, ὅθεν οὐδὲ ὁ νοῦς αὐτῆς πρόδηλος. Πλὴν, ἡμεῖς, ἐν τῇ κατασκευῇ τῆς ἀρχιερατικῆς ἐσθῆτος, εὑρόντες χιτῶνα κοσυμβωτὸν, ἔχοντα ῥοΐσκους καὶ κώδωνας, ἀποδέσμους τινὰς τῶν κροσσῶν ἐνοήσαμεν τοὺς κοσύμβους, συναπηρτημένους τοῖς κώδωσι τοῖς χρυσοῖς καὶ τοῖς ῥοΐσκοις ἀπὸ τῶν ἄκρων, οὓς ἐμιμοῦντο καθ᾽ ὑπερβολὴν τρυφῆς καὶ αἱ θυγατέρες Σιὼν ἐν τῇ περιβολῇ τῆς ἰδίας αὐτῶν ἐσθῆτος· δι᾽ ὧν ἐνύβριζον τοῖς ἱερατικοῖς ἰδιώμασιν, ὑακίνθινα καὶ κόκκινα ἐγκομβώματα κροσσῶν ἀπηρτημένα τοῦ λώματος περιφέρουσαι.

Καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Κατ᾽ εἶδος ἐπεξέρχεται τῷ γυναικείῳ κόσμῳ, τὸ περίεργον τοῦ καλλωπισμοῦ διασύρων. Ἀφελεῖ γὰρ Κύριος Καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα. Σαφέστερον δὲ τοὺς μηνίσκους ἕτερος ἐξέδωκεν, εἰπὼν Καὶ τοὺς μανιάκας, καὶ ἀντὶ τοῦ καθέματος εἰπὼν Χαλαστά. Μηνίσκος τοίνυν κόσμος ἐστὶ χρυσοῦς περιτραχήλιος, κυκλοτέρως ἀπειργασμένος, ὃν περιτιθέμεναι αἱ γυναῖκες, γυμνὸν ἐπιτηδεύουσι προδεικνύναι τὸν τράχηλον, καὶ ἀναισχύντως ἀπογυμνοῦν, ἃ συγκαλύπτειν εὐσχημονέστερον.

Καὶ τὸ κάθεμα κόσμος τίς ἐστι καὶ αὐτὸς καθιέμενος μέντοι καὶ ἐπικαταβαίνων τῷ στήθει, χαλαρῶν τινων ἁλύσεων ἀπῃωρημένος, ὃς ἵνα προφαίνηται, πάντως ἀνάγκη μηδὲ τὰ περὶ τὸ στῆθος εὐσχημόνως συνεσκιάσθαι.

Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἔστι τινὰ καὶ χρώματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτετηδευμένα τοῦ προσώπου· λευκόν τε καὶ ἐρυθρὸν καὶ ἕτερον μέλαν ὄν. Τὸ μὲν λευκότητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς παρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς τοῖς ὀφθαλμοῖς περιγράφει. Ὃν καὶ αὐτὸν περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται (φησὶν) ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύταις ἐλεεινοὶ νεωτέρων ὀφθαλμοὶ συναρπάζωνται. —Ἢ τότε ἀφαιρεθήσεται ταῦτα, ὅταν γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ, ὅτε ὀφρὺς συμπεπτωκυῖα, παρειὰ κατηφὴς, χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου. —Ἀφαιρεῖ οὖν καὶ τὸν κόσμον ὁ Κύριος. Καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης, οἱονεὶ καὶ τὴν ὕλην τὴν κοσμοῦσαν καὶ αὐτὴν τὴν ἐκ τέχνης ἐπίνοιαν. Καὶ ἐπειδὴ ἑνὶ μὲν οὐκ ἔστιν ἐπαρθῆναι τοσοῦτον, οὐδὲ φυσιωθῆναι ἐπ᾽ αὐτῷ, ὁμοῦ δὲ πᾶσι συγκειμένοις τὸ ἀλαζονικὸν ἐπιγίνεται φρόνημα, καὶ τὴν σύνθεσιν τοῦ κόσμου ἀφαιρήσειν ὁ Κύριος ἀπειλεῖ. Ὁποῖος δὲ ὁ κόσμος, τοιαύτη δηλονότι καὶ ἡ ἐπ᾽ αὐτῷ δόξα· σωματικὸς δὲ ὁ κόσμος καὶ μάταιος· φθαρτὴ οὖν καὶ ἡ ἐπ᾽ αὐτῷ δόξα καὶ ἀνυπόστατος.

Καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τὰ ἐμπλόκια. Ὅλος μὲν ὁ κατηριθμημένος κόσμος χλιδώσης γυναικός ἐστιν ἐπιτήδευμα, τουτέστι τρυφώσης καὶ διακεχυμένης. Ἐξαιρέτως δὲ οἱ χλιδῶνες (παρώνυμοι ὄντες τῆς τρυφῆς) τάχα τοῖς βραχίοσι περικείμενοι. Ψέλλια δέ ἐστι τὰ τοῖς ἄκροις τῶν χειρῶν κατὰ τὸ προφανὲς προβαλλόμενα. —Ἔστι δέ ποτε καὶ ἐπὶ καλοῦ παρειλημμένα τὰ ψέλλια, ὡς ὅτε τὴν ἁγίαν Ῥεβέκκαν ὁ πρεσβύτερος τῆς οἰκίας κατεκόσμει.

Ἔδει γὰρ τὴν μέλλουσαν συνοικεῖν τῷ πατριάρχῃ, ὑπὸ τοῦ μνηστευομένου αὐτὴν τὸ πρακτικὸν τῆς ψυχῆς προπαιδευθῆναι. Διὰ τοῦτο ψελλίοις χρυσοῖς κατεκόσμει τὰς χεῖρας, τουτέστι πράξεσι τιμίαις. Δέκα δὲ χρυσίων ὁλκὴ αὐτῶν· διότι ἐν δέκα κεφαλαίοις ἡ πᾶσα τήρησις τοῦ νόμου συμπεραιοῦται. —Καὶ ἐνώτια, ἀνὰ δραχμὴν ὁλκῆς ἔχοντα, ὅτι τὴν ὑπακοὴν τῇ εἰς ἕνα Θεὸν πίστει προσῆκε κεκοσμῆσθαι.

Ἐνταῦθα μέντοι περιαιρεῖται τὰ ψέλλια, διὰ τὰς ἐπαιρομένας τῷ κόσμῳ τῶν ψελλίων, καθόλου ἡμῖν ἐνδεικνυμένου τοῦ λόγου, ὅτι ὁ ἐπὶ τῷ δεδυνῆσθαι τὰ κρείττονα ὑψηλοφρονήσας ἐγκαταλείπεται ὑπὸ τῆς συνεχούσης αὐτὸν ἐπισκοπῆς. —Τὸ δὲ ἐμπλόκιον ἔοικέ τι εἶναι συγκαταπλεκόμενον ταῖς θριξὶν, εἰς τὸ τῇ παρ᾽ ἑαυτοῦ εὐχροίᾳ διεγεῖραι τῶν τριχῶν τὴν χρόαν. —Καὶ μηδενὶ ταῦτα μικροπρεπῆ νομιζέσθω.

Οὐ γὰρ σεμνότεροι τοῦ Πνεύματος ἡμεῖς, ὡς ἀπαξιοῦν τὰς ἐν τῇ Γραφῇ λέξεις διερευνᾶσθαι. Μεμαθήκαμεν γὰρ ἐν τοῖς ᾌσμασι, τῆς ἐπαινουμένης νύμφης καὶ τὸ ἐμπλόκιον σεμνυνόμενον· Κεφαλὴ γάρ σου (φησὶν) ὡς ὁ Κάρμηλος καὶ ἐμπλόκιον κεφαλῆς σου ὡς πορφύρα.

Καὶ τὰ ἐνώτια, καὶ τοὺς δακτυλίους. Ἐπαινετὴν μὲν τὴν χρῆσιν ἐνωτίων ἐν τῇ μνηστείᾳ τῆς Ῥεβέκκας ἐδιδάχθημεν, σύμβολον τοῦ ἀγαθὰ μέλλειν αὐτῇ διδάγματα περὶ τῆς ἐν τοῖς νοητοῖς ἀληθείας, ἐν τῷ οἴκῳ τοῦ Ἀβραὰμ γενομένῃ παραδοθήσεσθαι. —Κατηγορούμενα δὲ αὐτὰ πολλαχοῦ κατειλήφαμεν. Πρῶτον μὲν ἐκ τοῦ, ὅτε ἀναβαίνειν ἔμελλον εἰς Βεθὴλ, προσταχθῆναι παρὰ τοῦ Ἰακὼβ τὰς γυναῖκας περιελέσθαι αὐτὰ μετὰ τῶν θεῶν ἀλλοτρίων, ὡς ἐμποδίου ὄντος ἐκ τῆς εἰδωλολατρείας καὶ τῆς τῶν ἐνωτίων χρήσεως πρὸς τὸ ἀνελθεῖν εἰς τὸν οἶκον τοῦ Κυρίου.

Βεθὴλ γὰρ οἶκος Θεοῦ ἑρμηνεύεται. Ἔπειτα ἐν τῇ Ἐξόδῳ καταστασιασθεὶς ὑπὸ τοῦ λαοῦ ὁ Ἀαρὼν εἰς τὸ ποιῆσαι εἴδωλον, ὡς ἐπιτηδείαν ὕλην εἰς κατασκευὴν τῶν ἀπηγορευμένων, τὰ ἐνώτια ἐξελέξατο. Περιείλαντο γὰρ πᾶς ὁ λαὸς (φησὶ) τὰ ἐνώτια τὰ χρυσᾶ, τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρὼν, καὶ ἔπλασεν αὐτὰ μόσχον χωνευτόν.

Ἀλλὰ καὶ Γεδεὼν, ἐκ τῶν σκύλων τῶν Ἰσμαηλιτικῶν λαβὼν τὰ ἐνώτια παρὰ τοῦ λαοῦ, Ἐποίησεν αὐτὰ εἰς Ἐφούδ, καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει. Καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον. —Καὶ ταῦτα νῦν τὰ ἐνώτια διὰ τὸ συνεπαίρειν τὸ φρόνημα τῶν θυγατέρων Σιὼν διαβέβληται.

Καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα. Τὸν ἐν τῇ ἐσθῆτι κόσμον τῶν καλλωπιζομένων γυναικῶν ὡς περίεργον διαβάλλει, πορφύραν ποτὲ μὲν κατὰ τὰ ἄκρα παρυφαινόντων, ποτὲ δὲ κατὰ τὸ μέσον αὐτὴν ἐντιθέντων. Δόλου δὲ σύμβολον ἡ πορφύρα, τὴν κατὰ φύσιν χρόαν ἐπικαλύπτουσα, καὶ τὸ οἰκεῖον ἄνθος προφαίνουσα κατὰ τοὺς ἐν ἐπιφανείᾳ φαιδροὺς, ἐν δὲ τῷ βάθει τὸ κακὸν συσκιάζοντας. Ὅπερ κἂν τὰ ἄκρα τοῦ βίου, κἂν τὸ μέσον ἐπέχῃ, φευκτόν. Διόπερ καὶ τὰ περιπόρφυρα παραιτεῖται ὁ λόγος.

Καὶ τὰ ἐπιβλήματα, τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Ὑπερβολὴν ἀσωτίας καὶ τρυφῆς ἀφειδοῦς ὁ λόγος ἐμφαίνει, τὰ ἐπιβλήματα τὰ κατ᾽ οἶκον διαφανῆ λέγων εἶναι τῇ ὑπερβολῇ τῆς λεπτότητος. Τὸ γὰρ πρὸς ἐπίδειξιν δαπανηρὸν, ἔχει σκοπὸν τὴν ἀνθρωπαρεσκείαν· τὸ δὲ καὶ μηδενὸς ὁρῶντος ἐφ᾽ ἑαυτοῦ διάγοντα κατὰ τὴν οἰκίαν διαφανῆ περιβάλλεσθαι, πᾶσαν ὑπερβολὴν παραχρήσεως τῶν πρὸς χρῆσιν συγκεχωρημένων ἡμῖν ἐπιδείκνυται, ὥστε μιμεῖσθαι τὰ τῶν Λακαινῶν ἐπιβλήματα, αἳ κατὰ τὴν ὄρχησιν τὸ φανερῶς γυμνοῦσθαι ὡς ἄσεμνον παραιτούμεναι, ὑπερβάλλουσαν λεπτότητι λινῆν ἐσθῆτα περιβαλλόμεναι, δι᾽ αὐτῆς φαίνουσιν ἃ κρύπτειν ἔδει τὰς τῶν ἀῤῥένων ὄψεις.

Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένα. Ἤδη δὲ καὶ τῆς ἱερατικῆς ἐσθῆτος μιμήματα, ἐν τῇ ἀσέμνῳ αὐτῶν ζωῇ δι᾽ ὑπερβολὴν τρυφῆς ἐμπαροινοῦσαι τοῖς ἁγίοις, αἱ θυγατέρες τῆς Σιὼν περιφέρουσι βύσσινα καὶ ὑακίνθινα, ὁποῖα ἐκεῖνοι σύμβολα τῶν στοιχείων περιβαλλόμενοι, ἐξ ὧν τὰ πάντα συνέστηκεν, εἰσῄεσαν εἰς τὰ ἅγια δι᾽ ἑαυτῶν, ὑπὲρ τοῦ κόσμου τὸν Θεὸν ἱλεούμενοι. Βύσσος μὲν γὰρ ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος, καὶ πορφύρα ἀντὶ τοῦ ὕδατος, καὶ τὸ κόκκινον ἀντὶ τοῦ πυρός. Αἱ δὲ οὐκ ἐξαρκούμεναι τῷ ἐξ αὐτῶν κόσμῳ, καὶ χρυσὸν αὐτοῖς συγκαθύφαινον, ὑπὲρ ποικιλίας καὶ πολυτελείας πλείονος. —Καὶ θέριστρα κατάκλιτα. Ἔοικε τὸ θέριστρον ἐπίβλημα εἶναι θερινόν, ὡς καὶ περιβάλλειν δοκεῖν καὶ μὴ βαρύνειν ἐν τῷ καύσωνι· ὡς καὶ ἐν τῇ Γενέσει μεμαθήκαμεν τὴν Ῥεβέκκαν ἐν τῇ συναντήσει τοῦ Ἰσαὰκ περιβαλλομένην τὸ θέριστρον. Ἃ δὲ νῦν διαβάλλει ὁ λόγος, θέριστρα λέγεται, τὰ ἐν τῷ κατακλίνεσθαι δι᾽ ὑπερβολὴν τρυφῆς ταῖς κλίναις ἐπιβαλλόμενα. Καίτοι τὸ Κατάκλιτα οὐδὲ ἐκδεδώκασιν οἱ λοιποί· διὸ καὶ ὠβέλισται, ὡς οὐδένα νοῦν ἐμφαῖνον.

Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ· καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Μέρος τρυφῆς ἐστι καὶ τὸ ἐν ταῖς ὀσμαῖς ἡδὺ, φαρμάκοις τισὶν ἐκθυμιωμένοις καταφαρμακευόντων τὸν ἀέρα καὶ ἡδεῖαν ἑαυτοῖς μηχανωμένων ἀναπνοήν. Ταῖς οὖν διακεχυμέναις ὑφ᾽ ἡδονῆς καὶ ὀσμὴν ἡδεῖαν μηχανωμέναις τῇ ὀσφρήσει, κονιορτὸς ἀντιδοθήσεται ὑπὸ τοῦ ἀπειλοῦντος. Λεπτὴ δέ ἐστι γῆ ἡ κόνις, ἀναπεποιημένη πρὸς τὸν ἀέρα, δυσκολίαν τινὰ περὶ τὴν ἀναπνοὴν καὶ ἀηδίαν πολλὴν ἐμποιοῦσα διὰ τὴν ἔμφραξιν. —Μύροις μὲν γὰρ καὶ θυμιάμασιν ἐπιτέρπεται ἡ ψυχὴ, ἀλλὰ μύροις τοῖς πνευματικοῖς, ὁποῖος ἦν ὁ λέγων· Χριστοῦ εὐωδία ἐσμέν· καὶ Χάρις τῷ Θεῷ, τῷ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι ἐν παντὶ τόπῳ. Τοιαύτης ἀντελαμβάνετο ὀσμῆς ἀποπνεούσης τοῦ Ἰακὼβ, ὁ πατὴρ Ἰσαάκ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. Καὶ αἱ ἐν τῷ ᾌσματι δὲ νεάνιδες, αἰσθόμεναι τῆς οὐρανίου εὐωδίας τοῦ Λόγου, ἔλεγον· Εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. Καὶ τὸ ἀρχιερατικὸν δὲ χρίσμα μύρον ἦν καλὸν καὶ τερπνὸν, ἀδελφῶν συναφείᾳ παρεικάζεσθαι ἄξιον. Τὸ τοιοῦτον μύρον τεχνίτου δεῖται, ἀπὸ Θεοῦ λαβόντος τὴν μυρεψικὴν τέχνην, εἰς τὸ ποιῆσαι χρίσμα ἅγιον, ὃ οὐκ ἀναβήσεται εἰς σάρκα ἀνθρώπου.

Ὅταν μέντοι πρὸς ἀκολασίαν τὸ ἡδὺ τῆς ὀσμῆς ἐπιτηδεύηται, ἐμφράσσεται ὑπὸ τοῦ κονιορτοῦ ὁ πόρος τῆς αἰσθήσεως, εὐεργετοῦντος τοῦ ταῦτα αὐτοῖς οἰκονομοῦντος Κυρίου. Τάχα δὲ ἐπεὶ ἐν τῷ ναῷ ἦν τὰ ἡδύσματα τῆς ὀσμῆς, τό τε μύρον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως (κατεῤῥίφη δὲ ὁ ναὸς καὶ ἔστι νῦν ἐν κονίᾳ, ἀνατραπεὶς καὶ κάτω κείμενος) ἀντὶ τῆς ποτε ὀσμῆς τῆς ἡδείας (κατὰ τὴν νομικὴν λατρείαν) νῦν κονιορτός ἐστι, διὰ τὰς πορευθείσας ὑψηλῷ καὶ ἀνυποτάκτῳ τραχήλῳ ψυχάς, οἷς καὶ εἴρηται· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ἔξεστι μέντοι αὐταῖς (ἐὰν βούλωνται ἐκτιναξαμέναις τὸν χοῦν) ἀναπλησθῆναι τῆς εὐωδίας Χριστοῦ κατὰ τὴν παραίνεσιν τοῦ λέγοντος· Ἐκτίναξαι τὸν χοῦν σου καὶ ἀνάστηθι, Ἰερουσαλὴμ, καὶ ἔνδυσαι τὴν δόξαν τοῦ βραχίονός σου.

Καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ. Ζώννυται μὲν τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ὁ κατὰ Θεὸν ζωννύμενος. Ὁποῖος ἦν ὁ Πέτρος, ἐκτείνων τὰς χεῖρας καὶ ζωννύμενος εἰς τὸν ὑπὲρ Χριστοῦ πόλεμον ὑπὸ τῶν εἰς τὸ ὑπὲρ τῆς ἀληθείας αὐτὸν μαρτύριον μέχρι θανάτου προκαλουμένων. — Ὁ μὲν οὖν Ἅγιος περιζώννυται δύναμιν· Ὁ Θεὸς γὰρ (φησὶν) ὁ περιζωννύων με δύναμιν· ὁ δὲ ἀπολέσας τὴν ζώνην ταύτην, τῷ δεσμῷ τῶν ἰδίων ἁμαρτιῶν ζώννυται, διότι Σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ὧν σύμβολον ἦν τὸ ἐκ σχοινίων φραγέλλιον, ἐξελαῦνον τοῦ ἱεροῦ τοὺς βεβηλοῦντας τὰ ἅγια, δεικνύντος τοῦ Κυρίου, ὅτι ἑκάστῳ μάστιγες αἱ οἰκεῖαι πλοκαὶ τῶν ἁμαρτιῶν γίνονται, καὶ μαστίζεται σχοινίοις ἁμαρτιῶν τοῖς περιπλεκομένοις αὐτῷ.

Ἀντὶ δὲ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Ὥσπερ, ἐπὶ τῆς κατὰ τὰ ὀσφραντὰ περιεργίας τὰ παρὰ φύσιν ἐπιζητοῦσαι, καὶ τῶν κατὰ φύσιν ἐξέπιπτον (οὐκ ἀνεχόμεναι γὰρ ἀναπνεῖν ψιλὸν ἀέρα, ἀλλὰ μύροις αὐτὸν καταχρωννῦσαι καὶ θυμιάμασιν, ὕστερον οὐδὲ καθαρὸν ἀέρα, ἀλλὰ κονιορτῷ τοῦτον ἀναμεμιγμένον ἀνέπνεον) οὕτως, ἐπειδὴ τῷ ἐκ τῆς φύσεως κόσμῳ τῶν τριχῶν (ὃς ἀντὶ περιβολαίου δέδοται ταῖς γυναιξὶν) οὐκ ἐπέμενον, ἀλλὰ, ἐμπλοκίοις τισὶ τὰς τρίχας συγκαταπλέκουσαι, φορτικῶς ἑαυτὰς ἐκαλλώπιζον, καὶ τοῦ κατὰ φύσιν κόσμου ἀπεστερήθησαν, καὶ ἐγένοντο ἀωρότατον θέαμα ἐν τῇ ἀποβολῇ τῶν τριχῶν, ὃς οἰκεῖος καὶ συγγενὴς κόσμος παρ᾽ αὐτῆς τῆς φύσεως ταῖς γυναιξὶ περιβέβληται. Εἰ γὰρ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, πόσῳ δήπου αἴσχιον φαλάκρωμα ἔχειν; (ἐπὶ συμφέροντι τὴν δυσμορφίαν ἐπάγον ταῖς κακῶς τὴν ὥραν διαθεμέναις).

Ἀντὶ δὲ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον. Καὶ τοῦτο ἐπὶ συμφέροντι τῶν ὡραϊζομένων οἰκονομῶν ὁ Κύριος τὴν μεταβολὴν ταύτην γενέσθαι προστάσσει. Διότι ἡ μὲν πορφυρὶς ἁβρότητος καὶ ἀλαζονείας ἐστὶν ἀφορμή· ὁ δὲ σάκκος συντριμμοῦ καὶ ταπεινώσεώς ἐστιν ἐφόδιον.

Καὶ ὁ μὲν τὴν ἁλουργίδα περικείμενος, πεσεῖν εἰς γῆν καὶ προσκυνεῖν τὸν Θεὸν κατοκνεῖ, φειδοῖ τοῦ κόσμου, μὴ τῆς ἐσθῆτος τὸ ἄνθος διαλυμήνηται· ὁ δὲ τὸν σάκκον περικείμενος, πάντα τόπον ἐπιτήδειον ἑαυτῷ εἰς προσκύνησιν τίθεται.

Καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἠγάπησας, μαχαίρᾳ πεσεῖται. Τοῖς ἐν ἤθεσι μοχθηροῖς μέλλουσιν ἀνατρέφεσθαι, λυσιτελέστερον πολλῷ προαπελθεῖν τῆς ἀκμῆς, ἢ ἐπὶ πλέον τῆς πονηρᾶς τῶν γονέων ἀγωγῆς ἀναπίμπλασθαι. Υἱὸν οὖν ἔσχες, ἤτοι τῷ σώματι κάλλιστον, ἢ τοῖς μητρικοῖς ὀφθαλμοῖς τοιοῦτον φαινόμενον. Οὗτος ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τῷ ἄνθει τῆς ἡλικίας τεθνήξεται. Καὶ ἡ ἐπίτασις τοῦ κακοῦ, οὐ τὸν αὐτόματον, οὐδὲ τὸν ἐκ τῆς φύσεως θάνατον, ἀλλὰ βιαίως ἐκ πολεμίας χειρὸς, τραυματίας μαχαίρᾳ. —Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Καὶ ταῦτα παθοῦσα, οὐδὲ τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν ἕξει· παραμυθία γὰρ ἐν κακοῖς τὸ ἐπαμῦναι τοῖς ἀνῃρημένοις καὶ τοῖς ἴσοις ἀντιπεριβάλλειν τοὺς λελυπηκότας. Σοὶ δὲ οὐδὲ τοῦτο ὑπάρξει· οἱ γὰρ ἐν ἡλικίᾳ πάντες τελευτήσουσιν ἐν πολέμῳ, ὥστε τὴν ἄχρηστον ἡλικίαν περιλειφθῆναι, ἣ διὰ τὸ ἀβοήθητος εἶναι, εὔκολός ἐστι πάντα παθεῖν, ἅπερ ἂν δοκῇ τοῖς πολεμίοις.

Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν. Χρυσίου καὶ ἀργυρίου θῆκαι καὶ ἐσθῆτος πολυτελοῦς καὶ λίθων βαρυτίμων, ἕως μὲν ἂν ἔχῃ τὰ κειμήλια, πολλῆς ἀξιοῦται σπουδῆς καὶ ἐπιμελείας, ἐν οἴκοις ὀχυροῖς ἀποκείμενα, ἐπὶ ὑψηλῶν τόπων, καὶ μοχλοὶ καὶ κλεῖς καὶ σφραγῖδες καὶ φύλακες καὶ πάντα τὰ πρὸς ἀσφάλειαν καὶ φυλακὴν ἐπινοούμενα· ἐπειδὰν δὲ κενὰ τῶν κειμηλίων ἀποδειχθῇ, ἠμελημένα καὶ παραῤῥιπτούμενα παρορᾶται. —Ταῦτα καὶ ἡμᾶς ὠφελείτω, ὅτι ψυχαὶ, αἱ δεξάμεναι τοῦ θείου λόγου τὴν δωρεὰν, ἀποθῆκαι γεγόνασι τῶν τιμίων, τοῦ ἐν τοῖς θείοις θησαυροῖς ἀποκεῖσθαι ἄξιαι· ἐπειδὰν δὲ κεναὶ τῶν θείων κόσμων ἀποδειχθῶσι, ταπεινωθήσονται ἀποῤῥιφεῖσαι, ἀχρηστίαν καταγνωσθεῖσαι. Διὰ τοῦτο Ἠχρειώθη (φησὶν) Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία. —Ἵνα οὖν μένωμεν ἐν ταῖς βασιλικαῖς ἀποθήκαις, μὴ προδῶμεν τοῖς κλέπταις τὸν πολυτίμητον μαργαρίτην, ὃν ἐπιστεύθημεν.