Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Εισαγωγή στην προφητεία και τη θεολογία του Ησαΐα

Ανάλυση του χαρίσματος της προφητείας, της φύσης της προφητικής εμπνεύσεως έναντι της εκστάσεως, και γενική επισκόπηση του προοιμίου του βιβλίου του Ησαΐα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 17

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ ΠΡΟΟΙΜΙΟΝ Εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου. Σημειωτέον οὖν ὅτι χειμῶνα, ἢ σάββατον ψεκτὸν οὐκ ἐποίησεν ὁ Θεός· γέγραπται γάρ· Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. Ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν. Οὕτω τοίνυν νοητέον τὸ εὐαγγελικὸν ῥητὸν, μὴ γενέσθαι ἡμῶν τὴν φυγὴν, ὅταν τὰ χείρονα ἐν ἡμῖν κρατῇ, ἢ ὅταν ἀργίᾳ τὴν ζωὴν ἡμῶν παραπέμπωμεν. —Τοῦτο γὰρ ὑποβάλλει νοεῖν διὰ τοῦ σαββάτου, ἵνα τύχωμεν τῆς εὐλογίας ἐκείνης· Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντα. —Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. Τάχα διὰ τὸ φρονίμως καὶ συνετῶς ἀποξύεσθαι τὸ γῆρας· καὶ γὰρ ἐπειδὰν ἀποδύεσθαι δέῃ τὴν λεβηρίδα, στενῷ τόπῳ καὶ ἀκριβῶς προσφίγγοντι αὐτοῦ τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, οὕτω διείρων ἑαυτὸν, ἀποδύεται τὸ γῆρας. —Τάχα οὖν καὶ ἡμᾶς βούλεται ὁ λόγος διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν αὐτῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ, τὴν νεότητα.

Μέγα μὲν καὶ πρῶτον χάρισμα (καὶ ψυχῆς ἄκρως κεκαθαρμένης δεόμενον) χωρῆσαι τὴν θείαν ἐπίπνοιαν πρὸς τὸ προφητεύειν τὰ τοῦ Θεοῦ. Δεύτερον δὲ μετ᾽ ἐκεῖνο, καὶ οὐδὲ αὐτὸ μικρᾶς οὐδὲ τῆς τυχούσης ἐπιμελείας δεόμενον, τὸ κατακούειν τοῦ βουλήματος τῶν λεγομένων ὑπὸ τοῦ Πνεύματος, καὶ μὴ παραστοχάζεσθαι τῆς διανοίας τῶν λεγομένων, ἀλλ᾽ εὐθυβόλως ἐπ᾽ αὐτὴν ὁδηγεῖσθαι ὑπὸ τοῦ οἰκονομήσαντος Πνεύματος γραφῆναι τὴν προφητείαν, ὁδηγοῦντος καὶ τὴν διάνοιαν τῶν ὑποδεξαμένων τὸ τῆς γνώσεως χάρισμα. —Διὰ τοῦτο καὶ ὁ Κύριος ἐπέφερε, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ὁ Προφήτης δὲ ὁ Ἰωήλ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; Καὶ ὁ Ἀπόστολος, ἐν τῷ περὶ χαρισμάτων τόπῳ, τὸ μέν τι χάρισμα προφητείαν φησὶ, τὸ δὲ διάκρισιν πνευμάτων. Ὁ μὲν γὰρ παρέχων ἑαυτὸν ἄξιον ὄργανον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, Προφήτης ἐστίν· ὁ δὲ τὴν δύναμιν τῶν ἀπαγγελλομένων συνετῶς ἐκδεχόμενος, τὸ χάρισμα ἔχει τῆς διακρίσεως τῶν πνευμάτων. Διὸ καὶ Κορινθίοις διατάσσων· Προφῆται δὲ (φησὶ) δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.

Καὶ οὕτω μέγα, ὅτι ἐν ἀπειλῇ κεῖται, ἀφελεῖν Κύριον ἀπὸ τῆς Ἰουδαίας Προφήτην καὶ στοχαστὴν καὶ θαυμαστὸν Σύμβουλον καὶ συνετὸν ἀκροατήν. —Ἡμᾶς δὲ εὔχεσθαι χρὴ λαβεῖν τὸ τῆς σοφίας καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διδασκαλίας χάρισμα, ὥστε πάντα ὁμοῦ συνδραμόντα τῷ ἡγεμονικῷ ἡμῶν ἐντυπῶσαι τὴν πάσης τῆς προφητευομένης ἀληθείας μόρφωσιν. Ἔστι δὲ τοῦ μὲν λόγου τῆς γνώσεως χρεία πρὸς τὸ θεωρεῖν τοῦ Πνεύματος τὰ ἀπόῤῥητα· τοῦ δὲ λόγου τῆς σοφίας, πρὸς τὸ κατασκευάσαι καὶ ἐξεργάσασθαι τὰ συνεστραμμένως ἐν βραχυλογίαις ἐκδεδομένα· ἴδιον γὰρ τῆς σοφίας τὸ ἐκτείνειν λόγους.

Ἐξέτεινα γὰρ (φησὶ) λόγους, καὶ οὐ προσείχετε. Ἔπειτα τὸ τῆς διδασκαλίας χάρισμα εἰς οἰκοδομὴν τῶν ἀκουόντων. Χρὴ τοίνυν τῇ ψυχῇ τοῦ μέλλοντος προφητεύειν τὴν ἐπιτηδειότητα προϋποκεῖσθαι ἐκ τοῦ ἐφ᾽ ἡμῖν κινήματος, ἵνα ὁ ἐν τοῖς ὅλοις λόγος τὰς ἁρμονιωτέρας ψυχὰς ἐκλεγόμενος, ἐν αἷς οὐδὲ μικρόν τι κίνημα τοῦ παθητικοῦ τῆς ψυχῆς ἀσύμφωνόν ἐστι πρὸς τὸν λόγον κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης εὐαρμοστίας, τὴν ἐκ τοῦ θείου Πνεύματος ἐνέργειαν ἐπαγάγῃ. —Οὐ μόνον δὲ ἡ τῶν παθῶν καταστολὴ ἀναγκαία εἰς τὸν εὐτρεπισμὸν τῆς ὑποδοχῆς τοῦ Πνεύματος, ἀλλὰ καὶ τὸ μέτρον τῆς περὶ τὴν πίστιν διαθέσεως, καὶ τὸ συμφέρον αὐτοῦ τε τοῦ ὑποδεχομένου τὴν χάριν, καὶ τῶν κατὰ καιρὸν ἀκουόντων, ἢ καὶ εἰς ὕστερον μεθεξόντων τῆς ἐκ τῶν Προφητῶν ὠφελείας. Δίδοται γὰρ (φησὶν) ἑκάστῳ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· καὶ πάλιν· Κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἀνέφικτον μέντοι τὸ τῇ ἀνθρωπίνῃ φύσει, παρατῆσαι τὸν λόγον τῆς διαφόρου ἐνεργείας παρὰ τοῦ θείου Πνεύματος τοῖς ἀξίοις ἐγγινομένης. —Καθ᾽ ὃν ὁ μὲν προφητείαν πιστεύεται, καὶ ταύτην ἐπὶ τοσόνδε· ὁ δὲ χαρίσματα ἰαμάτων λαμβάνει, καὶ ταῦτα τηλικάδε· καὶ ἄλλος ἐνεργήματα δυνάμεων, μειζόνων ἢ μικροτέρων. Ταῦτα γὰρ μόνος οἶδεν ὁ τῇ ἑκάστου ψυχῆς ἀξίᾳ ἐνατενίζων, καὶ τοῖς ἀθεωρήτοις τῆς δικαιοσύνης μέτροις διαιρῶν ἑκάστῳ τὰ πρὸς ἀξίαν.

Πῶς προεφήτευον αἱ καθαραὶ καὶ διαυγεῖς ψυχαί; Οἱονεὶ κάτοπτρα γινόμενα τῆς θείας ἐνεργείας, τὴν ἔμφασιν τρανὴν καὶ ἀσύγχυτον καὶ οὐδὲν ἐπιθολουμένην ἐκ τῶν παθῶν τῆς σαρκὸς ἐπεδείκνυντο. Πᾶσι μὲν γὰρ πάρεστι τὸ ἅγιον Πνεῦμα, ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκέτι. —Δεῖ δὲ πρὸς τῇ καθαρότητι καὶ τὸ ὁμαλὸν τῆς εὐσταθοῦς καταστάσεως ἐπιδείκνυσθαι· οὐ γὰρ ὁ ἀνωμάλως ἔχων περὶ σωφροσύνην, καθαρός· ἀλλ᾽ ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ Πνεύματι. —Ὥσπερ γὰρ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίγνονται, ἀλλὰ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ Πνεύματος ἐνέργεια, ἀλλ᾽ ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις, μηδὲ στραγγαλιῶδες. Ἡ χιὼν λαμπρά· ἀλλ᾽ εἰκόνας τῶν ἐγκυπτόντων οὐ δείκνυσι, διότι τραχεῖά ἐστιν ἐκ πεπηγότων ἀφρῶν συγκειμένη. Τὸ γάλα λευκόν· ἀλλ᾽ οὐ παραδέχεται τὰς εἰκόνας, διότι καὶ αὐτῷ μικραί τινές εἰσι πομφόλυγες. Ὕδατι δὲ, καὶ μέλανι, μορφὴ ἐμφαίνεται, διὰ λειότητα.

Οὕτως ἄρα τὸ ἀνώμαλον τοῦ βίου πρὸς ὑποδοχὴν θείας ἐνεργείας ἀνεπιτήδειον. —Ὅταν οὖν ψυχὴ πάσῃ ἀσκήσει ἀρετῆς ἑαυτὴν ἐπιδοῦσα, τῷ σφοδρῷ περὶ Θεὸν φίλτρῳ διηνεκῶς μνήμην Θεοῦ ἐντυπωθεῖσαν αὐτῇ διασώζῃ, καὶ τούτῳ τῷ τρόπῳ οἱονεὶ ἔνοικον αὐτῇ τὸν Θεὸν εἶναι κατασκευάσῃ, ἐκ τῆς πρὸς τὸν Θεὸν σφοδροτάτης ἐνατενίσεως, καὶ τοῦ ἀῤῥήτου φίλτρου θεοφορουμένη, ἀξία τοῦ κατὰ τὴν προφητείαν χαρίσματος γίνεται, διδόντος θείαν δύναμιν τοῦ Θεοῦ, καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διανοίγοντος εἰς κατανόησιν ὧν βούλεται θεαμάτων. Διὸ καὶ οἱ Προφῆται ἔμπροσθεν βλέποντες ἐκαλοῦντο· παρὰ τὸ ὡς παρόντα τὰ μέλλοντα προορᾷν.

Προσαχθησόμεθα δὲ μᾶλλον εἰς τὸ ἰδεῖν τὸ προφητικὸν κίνημα, ἐκ τῶν κατ᾽ ὄναρ φαντασμάτων. Ὥσπερ γὰρ ἐν ταῖς καθ᾽ ὕπνον φαντασίαις τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἡμῶν τυπουμένου, πόλεων ἢ τόπων μεγέθει καὶ κάλλει διαφερόντων, ἢ ζώων ὑπὲρ τὴν φύσιν γινόμεθα θεαταί, —ἢ καὶ λόγων τινῶν μνήμην διὰ τῆς ἀκοῆς ἐμπεσόντων, πολλάκις παρακατέχομεν (καὶ τοσούτων περὶ ἡμᾶς θεαμάτων τε παραδόξων καὶ ἀκουσμάτων ὄντων, οὔτε τι εἴδομεν κατὰ ἀλήθειαν σωματικῇ αἰσθήσει, οὔτε ἠκούσαμεν) οὕτω καὶ τὸν τῶν θείων καὶ μακαρίων ἀνδρῶν νοῦν, ποτὲ μὲν ὕπαρ, ἄλλοτε δὲ ὄναρ τυπούμενον, λόγων τε θείων καὶ θεαμάτων πληροῦσθαι· οὔτε δι᾽ ὀφθαλμῶν τὰς εἰκόνας τῶν ὁρωμένων ἀναμαξάμενον, οὔτε δι᾽ ὤτων ἀέρος πληγὴν ἐκ τῶν φωνητικῶν ὀργάνων προελθοῦσαν ὑποδεξάμενον. —Οὐ γὰρ ἔξωθέν τι ὑποκείμενον ἦν ὑψηλὸς θρόνος καὶ ἐπηρμένος, οὐδὲ ὁ ἐπ᾽ αὐτοῦ καθήμενος, ὃν εἶδεν ὁ Ἡσαΐας· οὐδὲ ἀνθρωποειδὴς ὁ ἠλέκτρινος μὲν τὰ ἀπὸ ὀσφύος ἄνω, πυρινὸς δὲ ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, ὁ παρὰ τῷ Ἰεζεκιήλ.

Ἀλλ᾽ ὁ μὲν νοῦς αὐτῶν, δυνάμει κρείττονι, ἐν θεωρίᾳ τούτων ἐγένετο, δι᾽ αἰνιγμάτων τοῦ Πνεύματος τὴν θείαν φύσιν παραδεικνύντος. Ὁρῶσι δὲ οἱ Προφῆται οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τῶν παρόντων τὰ λανθάνοντα, ὥς φησι Παῦλος· Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· ἢ ὡς ὁ Ἑλισσαῖος· Οὐχὶ ἡ καρδία μου ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεψεν ὁ ἀνὴρ, μετὰ τοῦ ἅρματος αὐτοῦ, εἰς συνάντησίν σοι;

Ἔστι δὲ προφητεία καὶ ἡ δι᾽ ὀνείρων πρόγνωσις, ὡς τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ καὶ τῷ Δανιὴλ ἐπὶ τῆς Βαβυλωνίας ἐδείκνυτο. —Πῶς οὖν καὶ Φαραὼ, καὶ Ναβουχοδονόσορ; Ὅτι περὶ τῶν κοσμικῶν καταστάσεων τοὺς κρατοῦντας ἔδει προβλέπειν, ἵνα πιστεύηται. Πῶς δὲ καὶ Βαλαὰμ προφητεύει καὶ Καϊάφας; Ὅτι κἀκεῖνοι τοὺς πειθομένους εἶχον· καὶ ὁ μὲν ὡς ἀρχιερεὺς, ὁ δὲ ὡς μάντις. —Οὐ γὰρ ψυχῆς καθαρότης ἐνταῦθα, οὐδὲ διαύγεια νοῦ ἐνορῶντος Θεὸν, καὶ τὴν ἐκεῖθεν δύναμιν ἐπισπῶντος· ἀλλ᾽ οἰκονομικῶς ἐν αὐτοῖς ὁ λόγος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ πρὸς τὸν καιρόν. —Ζητήσεις δὲ εἰ τὰ παρὰ τῷ Ἡσαΐᾳ καὶ τῷ Ἰεζεχιὴλ ὀπτασίαι εἰσὶ, διὰ τοιῶνδε φαντασιῶν ἑωραμέναι, ἢ θεολογίαι, δι᾽ αἰνιγμάτων τοῦ Πνεύματος τὰ τῆς θεότητος ἡμῖν ἰδιώματα καταγγέλλουσαι.

Φασὶ δέ τινες ἐξεστηκότας αὐτοὺς προφητεύειν, ἐπικαλυπτομένου τοῦ ἀνθρωπείου νοῦ παρὰ τοῦ Πνεύματος. Τοῦτο δὲ παρὰ τὴν ἐπαγγελίαν ἐστὶ τῆς θείας ἐπιδημίας, ἔκφρονα ποιεῖν τὸν θεόληπτον, καὶ, ὅτε πλήρης γέγονε τῶν θείων διδαγμάτων, τότε καὶ τῆς οἰκείας ἐξίστασθαι διανοίας, καὶ ἄλλους μὲν ὠφελοῦντα δι᾽ ἑαυτοῦ, αὐτὸν δὲ τῆς ἐκ τῶν ἰδίων λόγων ἀπολείπεσθαι ὠφελείας. Ὅλως δὲ, τίνα λόγον ἀκόλουθον ἔχει ἐκ τοῦ τῆς σοφίας Πνεύματος, μεμηνότι παραπλήσιον γίνεσθαι, καὶ ἐκ τοῦ τῆς γνώσεως Πνεύματος τὸ παρακολουθητικὸν ἀποβάλλειν; —Ἀλλ᾽ οὔτε τὸ φῶς τυφλότητα ἐμποιεῖ, ἀλλὰ τὴν ἐκ φύσεως ἐνυπάρχουσαν ὁρατικὴν δύναμιν διεγείρει· οὔτε τὸ Πνεῦμα σκότωσιν ἐμποιεῖ ταῖς ψυχαῖς, ἀλλὰ πρὸς τὴν τῶν νοητῶν θεωρίαν τὸν ἀπὸ τῶν τῆς ἁμαρτίας κηλίδων καθαρεύοντα νοῦν διανίστησι.

Πονηρὰν μὲν οὖν δύναμιν συγχυτικὴν εἶναι διανοίας, ἐπιβουλεύουσαν τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἀπίθανον· θείου δὲ Πνεύματος παρουσίαν ταὐτὸ τοῦτο λέγειν ἐνεργεῖν, ἀσεβές. —Ἔπειτα, εἰ σοφοὶ οἱ Ἅγιοι, πῶς οὐκ ἐπηκολούθουν τοῖς προφητευομένοις; Σοφὸς γὰρ (φησὶ) νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσι φορεῖ ἐπιγνωμοσύνην. —Εἰ δὲ ὅτι ἐξέστη Ἰσαὰκ ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ, καὶ Δαβὶδ εἶπεν ἐν τῇ ἐκστάσει αὐτοῦ, διὰ τοῦτο τὴν παραφορὰν καταψεύδονται τῶν ἁγίων, γινωσκέτωσαν τὴν ἔκπληξιν ἔκστασιν εἰρῆσθαι· ὡς τὸ Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ ἔφριξε. Χρὴ δὲ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὡρμημένους, περὶ Θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν, μὴ νοεῖν. Οἷον, κατὰ τὰς κοινὰς προλήψεις ἐστὶ τὴν θείαν φύσιν ἀγαθὴν, καὶ ἀόργητον, καὶ δικαίαν ὁμολογεῖν.

Ἐὰν οὖν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον, ἢ μὴ κατ᾽ ἀξίαν τινὶ χρώμενον, ἡ Γραφὴ λέγει, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾷν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ Θεοῦ ὑπολήψεις. Καὶ οὕτως ἀπροσκόπως ἐντευξόμεθα ταῖς Γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελούμενοι, ἐκ δὲ τῶν ἀσαφεστέρων οὐ παραβλαπτόμενοι.

Ἐὰν δέ τις ἐγκαλῇ τῇ θείᾳ Γραφῇ, ὡς οὐ διδασκαλικῇ, οὐδὲ ἐνεργητικῇ τῶν ὠφελεῖσθαι δυναμένων, καταμανθανέτω πᾶσαν τὴν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑποδεεστέροις καὶ τοῖς κατὰ τὸν βίον πράγμασιν· ὅτι τοῖς μὲν ἀλόγοις εὔκολον ἔδωκε τὴν πρὸς τὸ ζῇν ἀφορμήν· τροφὰς αὐτομάτους καὶ σκέπην αὐτοφυᾶ, καὶ τὰ ἐκ τριχῶν καὶ πτερῶν ἐνδύματα, ἡ τὰ σύμπαντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄνθρωπον γυμνὸν παραγαγοῦσα, λόγον ἔδωκεν ἀντὶ πάντων, δι᾽ οὗ αἵ τε ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδομικὴ, ὑφαντικὴ, γεωργία, χαλκευτική, τὸ τοῖς σώμασιν ἐνδέον ἀναπληρούσης τῆς ψυχῆς τῇ παρουσίᾳ τοῦ λόγου.

Ὥσπερ οὖν ἐν τούτοις οὐχὶ βασκαίνων ἡμῖν πρὸς τὸ ζῇν ἀφορμῶν παραπλησίως τοῖς ἀλόγοις συναπογενηθῆναι πάντα ὁ δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο, οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ᾽ ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε. Πρῶτον μὲν, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλόν πως ἀγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσι.

Διὰ τοῦτο καὶ ἡ τῶν ὀνείρων φύσις ἀσαφὴς καὶ πλαγία, καὶ οὐ μικρᾶς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐντρεχείας· καὶ πολλὴ συγγένεια πρὸς τὰ ἐκ τῶν ὀνείρων αἰνίγματα τοῖς κατὰ ἐπίκρυψιν ἐν τῇ Γραφῇ δηλουμένοις. Ὅθεν καὶ Ἰωσὴφ καὶ Δανιὴλ τῷ προφητικῷ χαρίσματι τὰ ὀνείρατα διεγίνωσκον, ἐπειδὴ οὐκ αὐτάρκη τὰ τῶν ἐννοιῶν πρὸς τὴν θήραν τῆς ἀληθείας. —Πρὸς δὴ τοῦτο χρεία τῆς ἐν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν τὸ ἐν ταῖς Γραφαῖς κεκαλυμμένον διαγνωσθῆναι. Χρεία δὲ πρὸς τῇ καθαρότητι τοῦ βίου καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς, ἵνα τὸ σεμνοπρεπὲς καὶ μυστικὸν τῶν θείων λογίων ἐκ τῆς συνεχοῦς μελέτης ἐντυπωθῇ τῇ ψυχῇ.

Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων λόγων μελέτη, συνίστησιν ὁ Μωϋσέως βίος, ὃς ἐπὶ μὲν τῇ πρώτῃ τεσσαρακονταετηρίδι ἐπαιδεύθη τὰ Αἰγυπτίων, ἐπὶ δὲ τῇ δευτέρᾳ τεσσαρακονταετηρίδι ἐπὶ προφάσει τοῦ ποιμαίνειν ἐπὶ τὰς ἐρημίας ἀναχωρήσας, τῇ θεωρίᾳ τῶν ὄντων ἀπεσχόλασε. Καὶ οὕτω λοιπὸν τῆς τοῦ Θεοῦ ἐπιφανείας ἀξιωθεὶς μετὰ τὴν δευτέραν τεσσαρακονταετηρίδα, ἄκων, ὑπὸ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, πρὸς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν κατηνέχθη. Καὶ οὐδὲ τότε διηνεκῶς τῷ πρακτικῷ παρέμενε βίῳ, ἀλλὰ καὶ πρὸς τὸν ἐποπτικὸν ἐπανῄει πολλάκις. Ὅθεν καὶ εἰς τὴν Αἰγυπτιακὴν εἰδωλομανίαν ὅλα ὑπηνέχθη τὰ πλήθη, τῷ Θεῷ συνόντος τοῦ ἁγίου ἀνδρὸς ἐν τῷ ὄρει. Τοιοῦτος δέ τις καὶ ὁ Ἠλίας, τὸν τῶν ἀνθρώπων ὄχλον ἀποδιδράσκων καὶ περὶ τὰς ἐρημίας φιλοχωρῶν.

Εἰ τοίνυν τοῖς Ἁγίοις μετὰ πάσης εὐσταθείας τοῦ ἡγεμονικοῦ ἐπονεῖτο τῆς ἀληθείας ἡ ζήτησις, πῶς οὐκ ἄλογον τοὺς καρποὺς τῶν μυρίων καμάτων ἄνευ τινὸς πραγματείας ἐπιζητεῖν; Τήρει γὰρ καὶ Ἠλίαν, μεθ᾽ ὅσας ἀναχωρήσεις καὶ ἡσυχίας καὶ καμάτους ἰδεῖν Θεὸν ἠξιώθη.

Ὑπόθεσις τοῦ βιβλίου ἡ φανερὰ καὶ αὐτόθεν ληπτή. Ἐπειδὴ κατὰ χρόνους γέγονεν ὁ Προφήτης, ἐν οἷς ἐπλεόνασεν ἡ κακία, τὰ μεγέθη τῶν ἀποκειμένων αὐτοῖς κακῶν διηγεῖται καὶ τὴν αἰτίαν τῆς ὀργῆς τοῦ Θεοῦ προτάσσει, ἵνα εἰς μετάνοιαν αὐτοὺς ἐναγάγῃ. Πρῶτον μὲν ἄρχεται τῶν κατὰ τῆς Ἰουδαίας λόγων. Ἐπειδὴ (κατὰ τὸν Πέτρον) Ὁ καιρὸς ἦν τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα χαλεπαίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσι. Καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ Κύριος, προστάσσων κολάζεσθαι τοὺς ἡμαρτηκότας, Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε (φησί).

Διὰ τοῦτο ἀπὸ τῆς ἐκλεκτῆς τοῦ Θεοῦ χώρας ἤρξατο, καὶ ἀπὸ τῆς πόλεως ἐν ᾗ τὸ ἁγιαστήριον, ἀπαγγέλλων τὰ ἐπικείμενα· δεύτερον Βαβυλῶνος, εἶτα τῆς Μωαβίτιδος, εἶτα Δαμασκοῦ· πέμπτον Αἰγύπτου, εἶτα τῆς ἐρήμου, εἶτα τῆς Ἰδουμαίας, εἶτα τῆς φάραγγος Σιὼν, εἶτα Τύρου, εἶτα τῶν τετραπόδων. —Ἐφεξῆς τούτοις ἐστὶ τὰ περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος τῆς βασιλείας Ἐζεκίου γεγενημένα· μεθ᾽ ἃ προφητεῖαί εἰσιν ἄνευ τινὸς προγραφῆς πάθη τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας προαγγέλλουσαι, καὶ τὰ περὶ τῶν ἐν τῇ διασπορᾷ, καὶ περὶ τῆς τούτων ἐπανόδου, μετὰ τὸ ἐκπληρωθῆναι τὴν δίκην· καὶ τὰ περὶ Χριστοῦ πάσῃ τῇ προφητείᾳ ἐνεσπαρμένα, ἑκάστου τῶν καθ᾽ ἱστορίαν λεγομένων, καὶ τοῦ μυστικοῦ συγκαταπεπλεγμένων.

ΑΡΧΗ ΤΟΥ ΡΗΤΟΥ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα. Τῶν παρ᾽ ἡμῖν αἰσθητηρίων τὸ ἐνεργεστάτην, τὴν κατάληψιν ἔχον τῶν αἰσθητῶν, ὅρασίς ἐστιν. Οὔτε γὰρ τὰ φοβερὰ δι᾽ ἀκοῆς δύνατόν ἐστι γνωρίσαι, ὡς δι᾽ ὁράσεως· οὔτε τῶν ἐπιθυμητῶν ἄλλη τις οὕτως ἀντιλαμβάνεται δύναμις, ὡς ἡ ὅρασις. Διόπερ ἡ τῶν ἀληθῶν θεωρία (διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον) ὅρασις προσηγόρευται. Ὅθεν καὶ ὁ ὁρῶν ἐκαλεῖτο ὁ Προφήτης, καὶ ὁ ἔμπροσθεν ὁρῶν. Ἐν μὲν γὰρ τῷ Ἀμὼς μεμαθήκαμεν, ὅτι εἶπεν Ἀμασίας· Ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν Ἰούδα, κἀκεῖ προφητεύσεις. Ἔμπροσθεν δὲ ὁρῶν ὁ Σαμουὴλ εἴρηται ἐν ταῖς Βασιλείαις. Ἐκαλεῖτο γὰρ (φησὶν) ὁ Προφήτης ὁ ἔμπροσθεν βλέπων. Καθ᾽ ὃ μὲν γὰρ ἐπιβλεπτικοὶ τοῦ μέλλοντος ἦσαν, ἔμπροσθεν ὁρῶντες ἐχρημάτιζον· καθ᾽ ὃ δὲ θεωρητικοὶ τοῦ θείου βουλήματος ἦσαν, ὁρῶντες προσηγορεύοντο.

Ἡμέτερον μὲν οὖν ἔργον ἐπιμέλειαν ποιεῖσθαι τοῦ νοῦ, ἵνα γένηται διορατικὸς διὰ τῶν καταλλήλων γυμνασιῶν τελειούμενος· Θεοῦ δὲ δωρεὰ, ἐλλάμψαι ἡμῖν τὸ Πνεῦμα πρὸς τὴν τῶν μυστηρίων αὐτοῦ κατανόησιν. —Ὅρασιν δὲ προτάξας, λόγων ἀπαγγελίαν ἐπήγαγεν, ἵνα δείξῃ ὅτι οὐ δι᾽ ἀκοῆς ἐδέξατο, ἀλλὰ τῷ νῷ ἐντυπωθεῖσαν τοῦ λόγου τὴν διάνοιαν ἐξαγγέλλει. Καὶ γὰρ ἡμῖν φωνῆς μὲν χρεία πρὸς τὸ σημᾶναι ἡμῶν τὰ νοήματα· ὁ δὲ Θεὸς, αὐτοῦ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος, τὴν τοῦ ἰδίου βουλήματος γνῶσιν αὐτοῖς ἐντυποῖ.

Τίς ἡ τοῦ πατρὸς προσθήκη; Ἵνα δείξῃ ὅτι πατρικὸν αὐτῷ τῆς προφητείας τὸ χάρισμα. —Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας. Τί βούλεται ἡ ἐπανάληψις; Ὅτι μὲν διὰ τοῦ πρώτου, τὸ κοινὸν τῆς ὁράσεως· διὰ δὲ τοῦ δευτέρου, τὸ ἰδικὸν ἤδη σημαίνει, τίς καὶ ποταπὴ καὶ τίνι διαφέρουσά ἐστιν ἡ ὅρασις. Λόγοι οὖν ὁρατοὶ, τουτέστι νῷ θεωρητοὶ, οὓς ἑώρακεν ὁ Προφήτης, κατὰ τὸ ἐν τῇ Ἐξόδῳ εἰρημένον, ὅτι Πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν. —Προοιμιάσαντο δὲ καὶ ἄλλοι Προφῆται παραπλησίως. Ὅρασις Ἀβδίου· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ. Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε.

Καὶ ἐπὶ τὸν Ναούμ· Λῆμμα Νινευή· βιβλίον ὁράσεως Ναοὺμ, τοῦ Ἐλκεσαίου. Καὶ ἐπὶ τοῦ Ἀμβακούμ· Τὸ λῆμμα, ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Καὶ ὁ Μαλαχίας λῆμμα εἶπεν ἄνευ τῆς ὁράσεως, οὕτω λέγων· Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ Ἀγγέλου αὐτοῦ. Καὶ ἐοίκασι διὰ τοῦ λήμματος ἐμφαίνειν, ὅτι οὐκ ἀφ᾽ ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ἀλλὰ λαβόντες· ὥστε τὸ λῆμμα ἴσον δύνασθαι τῷ δόμα παρὰ Θεοῦ.

Οὗτοι μὲν οὖν ὁράσεως εἶναι τὰ βιβλία φασίν· οἱ δὲ λοιποὶ Προφῆται λόγους ἀκηκοέναι παρὰ Θεοῦ φασιν. Ὁ λόγος γὰρ (φησὶ) Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Ἐν δὲ τῷ Ἀμώς· Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδε περὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου, βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. —Ἀντέστραπται ἡ τάξις ἐνταῦθα, ὡς πρὸς τὸν Ἡσαΐαν· ἐκεῖ μὲν ὅρασις προτέτακται, καὶ λόγοι ἐπήχθησαν· Ἄκουε, οὐρανέ. Ἐνταῦθα δὲ, λόγων προκειμένων, ὅρασις ἐπηκολούθησε. Λόγοι γὰρ Ἀμὼς, οὐχὶ ὅρασις Ἀμώς· οὐχὶ οὓς ἤκουσεν, ἀλλὰ Οὓς εἶδεν. Ἐν δὲ τῷ Μιχαίᾳ· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ, τὸν τοῦ Βαθουήλ. Καί· Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν, τὸν τοῦ Χουσὶ υἱὸν, τοῦ Γοδολίου, τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου, τοῦ υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα.

Ἰδιότροπος δὲ καὶ ἡ τῶν χρόνων ἐπισημείωσις καὶ ἡ τοῦ λόγου ὑποδοχὴ παρὰ τῷ Ἀγγαίῳ εἴρηται· Ἐν τῷ δευτέρῳ γὰρ (φησὶν) ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου. Δοκεῖ δέ μοι τὸ ἐνταῦθα εἰρημένον Ἐν χειρὶ, ἴσον δύνασθαι τῷ παρὰ τοῖς ἄλλοις ἀναγεγραμμένῳ λήμματι. Καὶ ἐπὶ τοῦ Ζαχαρίου δέ· Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ, τὸν Προφήτην.

Ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. Ἡ τῶν χρόνων παρατήρησις ἀναγκαία, ἵνα φανῇ τὰ πρὸ πόσου χρόνου προῤῥηθέντα μετὰ πόσον χρόνον ἀπήντησε, καὶ ὅτι ὅτε ἐπλεόνασεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν ἡ παρὰ τοῦ Θεοῦ ἐπιμέλεια. Σχεδὸν γὰρ οἱ πλεῖστοι συνέδραμον ἀλλήλοις κατὰ τὸν χρόνον· Ὠσηὲ, ἐν ἡμέραις Ὀζίου καὶ ἐν ἡμέραις Ἱεροβοάμ· Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχάζ· Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμώς. —Τῶν δὲ λοιπῶν οἱ μὲν ἀχρόνως ἀνέγραψαν τὰς προφητείας, οἱ δὲ τὰς τῶν βαρβάρων βασιλείας, ὡς γνωριμωτέρας διὰ τὸ κρατεῖν τηνικαῦτα, παρεσημήναντο. Ἀγγαῖος καὶ Ζαχαρίας, Ἀβδίας τε καὶ Ναοὺμ καὶ Ἀμβακοὺμ, Ἰωνᾶς καὶ Μαλαχίας τῶν χρόνων οὐκ ἐμνήσθησαν, ἀλλ᾽ οὐδὲ οἱ πλείους πατέρων. Καὶ τάχα οἱ μὲν ἐξ ἐπισήμων πατέρων ἠδύναντο εὐπαράδεκτοι γενέσθαι. Πιστότεροι γὰρ οἱ γνωριμώτεροι· οἱ δὲ ἀσήμων γονέων, παρεσιωπήθησαν.

Οὐ μὴν οὗτος Ἀμὼς, ὃν τοῖς δώδεκα συντεταγμένον ἔχομεν, πατήρ ἐστι τοῦ Ἡσαΐου· οὔτε γὰρ ἡ ἐκφώνησις ἡ αὐτὴ, οὔτε τὸ ὑπὸ τῆς φωνῆς σημαινόμενον. Τὸ μὲν γὰρ δασυτέρῳ τῷ πνεύματι ἀναφωνεῖται, τὸ δὲ ψιλοτέρῳ. Καὶ τὰ δηλούμενα διάφορα· τὸ μὲν γὰρ τοῦ πατρὸς Ἡσαΐου ὄνομα καὶ τὸ τῆς φωνῆς ἰδίωμα, στερέωσιν καὶ δύναμιν καὶ ἰσχὺν ἐμφαίνει· τῷ δὲ τοῦ Προφήτου, λόγος σκληρὸς δηλοῦται. —Πρὸ δὲ τοῦ Ἡσαΐου ἔοικεν εἶναι ἡ προφητεία τοῦ. Ὠσηὲ, διὰ τὸ εἰρῆσθαι· Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Γνωστέον μέντοι ὅτι ὁ Ὀζίας οὗτος ὁ αὐτὸς καὶ Ἀζαρίας εἴρηται· ἐν γὰρ τῇ προτέρᾳ τῶν Παραλειπομένων Ὀζίας εἴρηται, ἐν δὲ τῇ δευτέρᾳ τῶν Βασιλειῶν, Ἀζαρίας, πλὴν καὶ πατρὸς τοῦ αὐτοῦ καὶ μητρός. Ἡ μὲν γὰρ μήτηρ, Χαλία· ὁ δὲ πατὴρ, Ἀμασίας.

Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτός· πεντήκοντα δύο ἔτη. Ἐπὶ Ὀζίου προεφήτευσεν Ἡσαΐας, Ὠσηὲ καὶ Ἀμώς. Ἀλλ᾽ ἐπειδὴ Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; Καὶ, ἐπειδὴ ὁ Ἀμὼς πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς ὁράσεως τοῦ Ἡσαΐου, ἐν ᾗ φησι· Καὶ ἐπήρθη τὸ ὑπέρθυρον;