Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 6ο κεφάλαιο: Η όραση του Θεού και η προφητική κλήση

Η εμφάνιση της θείας δόξας, η καθαρτική ενέργεια του άνθρακα από τα Σεραφείμ, η προθυμία του Ησαΐα και η προφητεία για την πώρωση του λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 17

ΚΕΦΑΛΑΙΟΝ ϛʹ Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον. Καὶ ἐπεστάλη πρός με ἓν τῶν Σεραφίμ. Πρὸς τοὺς ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου Ἁγίους ἀεὶ ἀποστέλλονται θεῖαι δυνάμεις, τὸ σαθρὸν τῆς ἀνθρωπίνης φύσεως ἐπανορθούμεναι. Ἀπεστάλη τοίνυν καὶ πρὸς Ἡσαΐαν, ἐπὶ τῷ περιελεῖν αὐτοῦ τὰς ἁμαρτίας καὶ καθαρίσαι.

Ἀπεστάλη δὲ ἐπειδὴ ἤκουσεν ὀδυρομένου τὰς ἰδίας ταλαιπωρίας, καὶ ὁμολογοῦντος τὴν ἐν λογισμοῖς αὐτοῦ ἁμαρτίαν. Εἶπε γὰρ τὸ Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Ταῦτα ἔλεγε καὶ ὁ Παῦλος· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶτα καὶ αὐτὸς, ὡς τυχὼν θείας ἀντιλήψεως, ἐπάγει· Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.

Εἶπε δὲ τὸ Ὢ τάλας ἐγὼ, διορατικῶς εἰς ἔννοιαν ἐλθὼν τῆς βασιλείας τοῦ Θεοῦ τοῦ καθημένου ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πεπληρωκότος τῆς δόξης αὐτοῦ τὸν τηλικοῦτον κόσμον. Πρὶν γὰρ ἐννοῆσαι Θεὸν, οὐ φαίνεται εἰπὼν τὸ Ὢ τάλας ἐγώ. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε ἀναγέγραπται εἰρηκὼς τὸ Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Οὕτω δὲ καὶ Μωϋσῆς, παιδευόμενος μὲν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ, ὡς εἰκὸς, διαβαίνων πάντας αὐτοὺς τῇ εὐφυΐᾳ καὶ τῇ συνέσει, οὐκ ᾐσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε τῆς ἀφωνίας αὐτοῦ καὶ τῆς περὶ τὴν γλῶσσαν βραδύτητος ᾔσθετο.

Καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου. Ὁ μὲν Ἰουδαϊκῶς ἐξηγούμενος τὸ ῥητὸν, ἐρεῖ ὡς ἄρα ὁ Κύριος ἑώραται ἐπὶ τῷ κατὰ Ἱερουσαλὴμ τόπῳ, καθήμενος ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ ἑστηκότα· καὶ ἐκ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων τὸ πῦρ ληφθὲν παρὰ τοῦ Σεραφεὶμ προσηνέχθη τῷ στόματι τοῦ Προφήτου, εἰς καθαρισμὸν τῶν χειλέων αὐτοῦ. Ἡμεῖς δὲ οἱ πεπιστευκότες, ὅτι ὑπόδειγμά τι καὶ σκιὰ τῶν ἐπουρανίων ἐστὶ τὰ κατὰ τὸν νόμον, οἶκον μὲν λέγομεν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως, θρόνον δὲ ἐπηρμένον τὴν ἐπὶ πάντων ἀρχὴν καὶ δεσποτείαν τοῦ Θεοῦ· Σεραφὶμ δὲ τὰς ὑπερκοσμίους δυνάμεις. —Εἰ γὰρ (ὅπερ ἐφαντάσθησάν τινες) τὰ δύο τοῦ οὐρανοῦ ἡμισφαίρια, ἀνὰ μέρος ὑπὲρ γῆς φαινόμενα, ἓξ μέρεσιν ἑκατέρων, οἱονεί τισι πτεροῖς, πρὸς τὴν ὀξείαν κίνησιν κεχρημένων, πῶς ἀπεστέλλετο τὸ ἕτερον τούτων, ἢ πῶς ἀπεσπᾶτο ἀπὸ τοῦ ἄλλου, συνημμένης τοῦ οὐρανοῦ τῆς φύσεως οὔσης; Ἀλλ᾽, ὅπερ εἶπον, δυνάμεις ὑπερκόσμιαι, τῆς ἐγγυτάτω στάσεως διὰ τὴν ἐν ἁγιασμῷ ἀκρότητα κατηξιωμέναι· ὧν ἡ μία ἦλθε πρὸς τὸν Προφήτην. Ὡς γὰρ ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ μερικαὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνοῦνται.

Ἔλαβεν οὖν τὸ Σεραφεὶμ ἀπὸ τοῦ θυσιαστηρίου τῇ λαβίδι. —Ἐνθυμήθητι πηλίκον τὸ θυσιαστήριον, ὅπως δυσπρόσιτον, ὡς μὴ κατατολμᾷν αὐτοῦ τὸ Σεραφεὶμ τῇ χειρὶ προσάπτεσθαι, ἀλλὰ διὰ τῆς λαβίδος λαμβάνειν τὸ πῦρ εἰς τὴν χεῖρα. Καὶ ἔλαβεν ἄνθρακα. Λαμβάνει τὸ πῦρ εἰς τὴν χεῖρα. Ποδαπὸν τοῦτο τὸ πῦρ, ὃ ἁμαρτίας καθαίρει; Ἢ μήποτε συγγενὲς ἐκείνῳ, περὶ οὗ εἴρηται, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; —Ἐπειδὴ δὲ ὁ ἄνθραξ πῦρ ἐστι, τῇ παχυτέρᾳ ἤδη καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν (μετὰ γὰρ τὸ παραδραμεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς, ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλία ἄνθρακες ὀνομάζονται) τάχα οὖν σημαίνει τὴν ἐν τῇ σαρκὶ τοῦ Κυρίου ἐπιδημίαν. Φησὶ γάρ· Ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ σὰρξ τὸν ἐκ τῆς θεότητος φωτισμὸν ὑποδεξαμένη, κατὰ μὲν τὸ σωματικὸν αἰσθητή, κατὰ δὲ τὴν πρὸς Θεὸν ἕνωσιν, διαυγὴς καὶ ἐκλάμπουσα.

Ἐκείνη δὲ ἡ σὰρξ ἦρε τὰς ἁμαρτίας τοῦ κόσμου καὶ τὰς ἀνομίας ἡμῶν περιεκάθηρεν· ἣν δι᾽ αἰνίγματος ἡμῖν ἡ προφητεία παρέστησε. Ναδὰβ μὲν γὰρ καὶ Ἀβιοὺδ κατεκάησαν, ἀλλοτρίῳ πυρὶ χρησάμενοι· τὸ δὲ Σεραφεὶμ ἀπὸ τοῦ ἁγίου πυρὸς τοῦ ἐν τῷ νοητῷ θυσιαστηρίῳ τῶν ἀληθινῶν ὁλοκαρπωμάτων, τὸν ἄνθρακα ἔλαβεν, οὐχ ἑαυτῷ, ἀλλὰ τῇ λαβίδι. Ἵνα δὲ δείξῃ, ὅτι τὸ πῦρ τὸ οὐράνιον οὐχὶ καίει, ἀλλὰ καθαίρει, τῇ χειρὶ ὑποδεξάμενον, οὕτω προσάγει τοῖς χείλεσι. —Συγγενὲς ἦν τούτῳ τῷ πυρὶ καὶ τὸ ἐπὶ τῆς βάτου, ὃ εἶδεν Μωϋσῆς ἐπικείμενον μὲν τῷ φυτῷ, μὴ κατακαῖον δὲ τὴν βάτον. —Τάχα δὲ ἡ λαβίς ἐστιν ἡ ἐν ἑκάστῳ ἐνυπάρχουσα ἐπιτηδειότης πρὸς τὴν τῶν ἀπὸ Θεοῦ δεδομένων ἀγαθῶν ὑποδοχὴν, κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρχούσης πρὸς τὸ καλὸν οἰκειώσεως.

Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Μωϋσέα μὲν οὐκ ἐρωτᾷ, ἀλλ᾽ ὡς ἔχων ἕτοιμον (φησὶ) Καὶ νῦν δεῦρο· ἀποστελῶ σε πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου. Πρὸς μέντοι τὸν Ἡσαΐαν φησί· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Τίς οὖν ἡ αἰτία; Ὅτι ἐκεῖ μὲν ἐπὶ ἀγαθῷ καὶ εὐεργεσίᾳ τοῦ λαοῦ ἀπεστέλλετο Μωϋσῆς, ἐνταῦθα δὲ σκυθρωπῶν πραγμάτων διακονία πρόκειται. Διὰ τοῦτο ἐκείνῳ μὲν πρόσταγμα, τούτῳ δὲ ἐπ᾽ ἐξουσίας ἀφείθη ἡ ὑπουργία, διότι πεφύκαμεν οἱ ἄνθρωποι, ἅπερ ἂν ἑκόντες ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. Διὰ τοῦτο αὐτὸν βούλεται ἑκόντα καταδέξασθαι τὴν ἀποστολὴν ὁ Κύριος. —Καὶ ὅτι μὲν χρεία τῆς ἀποστολῆς, ἔδειξε· τὸ δὲ εὔθετον εἰς διακονίαν πρόσωπον ἐξ αὐτῆς βούλεται τῆς προθυμίας ἀναφανῆναι.

Διὰ τοῦτο Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ τοσούτου προστασίαν καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ γῆς Αἰγύπτου; Καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾽ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου. Καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ἡσαΐας δὲ, οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς τῇ ὑπερβολῇ τῆς ἀγάπης, μηδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ λογισάμενος.

Παρατήρει δὲ τὸ ἀκριβὲς καὶ περιεσκεμμένον τοῦ Προφήτου. Πρὸς γὰρ δύο λόγους, μίαν ποιεῖται τὴν ἀπόκρισιν· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; —Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. Οὐκέτι προσέθηκεν· καὶ ἐγὼ πορεύσομαι. Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ᾽ ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, τοῦ διδόντος τὴν χάριν ἐκ τοῦ ἐνισχύοντος, Θεοῦ. Ὥστε, ὃ μὲν τῆς προαιρέσεως ἦν, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με· ὃ δὲ τῆς χάριτος ἦν, τῷ Κυρίῳ κατέλιπεν.

Οὐ γὰρ ἐπηγγείλατο πορευθήσεσθαι, διὰ τὸ ἐπαισθάνεσθαι τῆς ἑαυτοῦ ἀσθενείας. —Ἀκούει δὲ φωνῆς Κυρίου καὶ ὁ μὴ πληγεὶς τὴν σωματικὴν ἀκοὴν, τοῦ ἡγεμονικοῦ τυπουμένου ἀπὸ Θεοῦ, οἷς ἂν ἐθέλῃ τὸ βούλημα φανεροῦν ὁ Θεός.

Ἀφάτῳ γάρ τινι δυνάμει φαντασιούμενοι τὸν νοῦν, οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἐνηχοῦντα ἑαυτοῖς, ἔχουσι τὸν λόγον τοῦ Θεοῦ, κἂν ὁ ἀὴρ μὴ δέξηται τοὺς τύπους, μηδὲ τῇ ἀκοῇ παραπέμπῃ. Οἱονεὶ γὰρ βιβλίῳ τινὶ, τὸ ἑαυτοῦ θέλημα ἐγγράφει ὁ Θεὸς τῇ ψυχῇ τοῦ Προφήτου· καὶ ἀκούειν λέγεται ὁ τὰ θεῖα νοήματα ὑποδεξάμενος τῇ ψυχῇ. Διὰ τοῦτο δὲ τὸ Ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με, ὁ Προφήτης εἰπὼν, τὸ ἐφεξῆς ἀπεσιώπησεν. Οὐ γὰρ εἶπεν «ἐγὼ πορεύσομαι», διότι μεῖζον καὶ ὑπὲρ αὐτὸν τὸ ἐπάγγελμα. Ὅπερ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο ὁ Κύριος ἐχαρίσατο. Εἶπε γὰρ αὐτῷ· Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ. Ὁ μέντοι λέγων· Ἰδού εἰμι ἐγὼ, τεθαῤῥηκὼς ἤδη, ὡς μεταλαβὼν τοῦ Ὄντος, ἐν τοῖς οὖσιν ἀριθμεῖν ἑαυτὸν ἀποτολμᾷ· καὶ τοῦτο εἶπε μετὰ, τὸ καθαρθῆναι αὐτοῦ τὰ χείλη.

Ὁ δὲ ἐν ἀνομίαις τυγχάνων καὶ τῆς ἐπιγνώσεως τοῦ Ὄντος μὴ καταξιούμενος, οὐ δύναται ἑαυτῷ μαρτυρεῖν τὸ Ἰδού εἰμι ἐγώ. Ἐπειδὴ δὲ ἔθετο ὁ Θεὸς πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας, διὰ τοῦτο καὶ ὁ Ἡσαΐας πρῶτον τὸ τῆς ἀποστολῆς δέχεται χάρισμα. Καὶ Μωϋσῆς δὲ τῶν Ἀποστόλων ἐστί· Δεῦρο γὰρ (φησὶν) ἀποστελῶ σε πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου. Καὶ Ἱερεμίας δὲ ἀκούει, ὅτι Πρὸς πάντας, οὓς ἂν ἐξαποστείλω σε, πορεύσῃ.

Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.

Τοῦτο τὸ ῥητὸν ἀνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι. —Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ. Ὅτι δύναμίς τίς ἐστιν ὑπερκόσμιος, καθαρτικὴ ἀνομιῶν, διακονίαν πεπιστευμένη, τὸ Σεραφεὶμ τὰ γεγραμμένα παρίστησιν.

Ἀπέσταλται οὖν ταῦτα τὰ λειτουργικὰ πνεύματα πρὸς ἡμᾶς, τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ἔρχεται δὲ οὐκ αὐθεντικῶς, οὐδὲ αὐτεξουσίως ἐπισκεπτόμενα ἡμᾶς· καὶ γὰρ προηγουμένη μὲν αὐτῶν ζωὴ καὶ κατὰ φύσιν, τῷ κάλλει τοῦ Θεοῦ ἐνατενίζειν καὶ αὐτὸν δοξάζειν διηνεκῶς· περιστατικὴ δέ τίς ἐστιν ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἐπιστροφὴ καὶ ἐπιμέλεια. Διὰ τοῦτο Ἀπεστάλη (φησὶ) πρός με ἓν τῶν Σεραφίμ.

Ἔοικε δὲ ὁ Προφήτης, ὅτε εἶδε τῶν Σεραφὶμ τὴν ἐνέργειαν, οὐδὲν ἄλλο ποιούντων ἢ ἁγιαζόντων τὸν Θεὸν, τότε εἰς συναίσθησιν τῆς ἐν τοῖς ἰδίοις χείλεσιν ἀκαθαρσίας ἐληλυθέναι, ὅτι καὶ ἀνθρώπινα λαλεῖ, καὶ ἐμόλυνεν ἑαυτοῦ τὴν γλῶσσαν πολλάκις τοῖς περὶ τῆς ματαιότητος τοῦ κόσμου ῥήμασι. Τῇ οὖν πρὸς ἐκεῖνα συγκρίσει κατανυγεὶς (καὶ ὅτι τὰ μὲν οὐδὲν ἕτερον φθέγγεται, ἢ τὸν ἁγιασμὸν τῆς θεότητος ἐκβοᾷ, αὐτὸς δὲ τὸ πλεῖστον τοῖς ἀνθρωπίνοις πράγμασι τὴν ἑαυτοῦ φωνὴν ἐνασχολουμένην ἔχει) διὰ τοῦτο εἶπεν· Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος. —Οὕτω καὶ Μωϋσῆς τέως οὐκ ᾐσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ὄντος καὶ βραδυγλώσσου, ὅς γε πάσῃ σοφίᾳ Αἰγυπτίων πεπαίδευτο καὶ διέβαινε πάντας αὐτοὺς τῇ εὐφυΐᾳ καὶ τῇ συνέσει· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε εἶδεν ἑαυτοῦ τὴν ἀσθένειαν. —Καὶ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε εἶπεν ἑαυτὸν γῆς καὶ σποδόν.

Παραπλησίως οὖν τούτοις καὶ ὁ Ἡσαΐας, μετὰ τὸ ἰδεῖν τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ θεωρῆσαι τὴν δόξαν τὸν σύμπαντα οἶκον τοῦ κόσμου πεπληρωκυῖαν καὶ τὰ κύκλῳ αὐτοῦ Σεραφὶμ, μετὰ ἐκπλήξεως ἐκείνην τὴν φωνὴν ἀναφέροντα, τότε ἑαυτὸν ταλαίπωρον προσηγόρευσε, τότε τὴν ἐν τοῖς χείλεσιν ἑαυτοῦ ἀκαθαρσίαν ἐπέγνω, διὸ καὶ ἠξιώθη τῆς διὰ τῶν Σεραφὶμ καθάρσεως. —Παρατήρει δὲ, ὅτι οὐκ ἐπὶ πᾶσαν πρᾶξιν καὶ ἐνέργειαν ἦν αὐτοῦ τὰ παραπτώματα κεχυμένα, ἀλλὰ μέχρι χειλέων καὶ λόγων ὑπῆρχε μόνον συνεσταλμένα.

Καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τοῦ στόματός μου. Ἔοικε μὲν, ὡς πρὸς τὸ ῥητὸν, περὶ τοῦ ἐν τῷ ναῷ θυσιαστηρίου ὁ λόγος εἶναι, ἀφ᾽ οὗ ἔλαβε τὸ Σεραφεὶμ εἰς τὴν χεῖρα ἑαυτοῦ ἀπὸ τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων ἄνθρακα· ὡς δὲ πρὸς τὴν ἀλήθειαν, διὰ τὸ τὴν Ἰουδαϊκὴν λατρείαν ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν, ἐπουράνιόν τι χρὴ νοεῖν θυσιαστήριον, τουτέστι χωρίον καθαρισμοῦ ψυχῶν, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρσιον πῦρ. Τοιούτῳ πυρὶ Κλεόπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γραφάς· τοιούτῳ θερμαίνονται πυρὶ τὴν καρδίαν οἱ τῷ πνεύματι ζέοντες· τοιοῦτον ἔλαβε πῦρ Ἱερεμίας, διὸ καὶ ἔλεγε· Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρεῖμαι πάντοθεν.

Ἐμφαίνει δὲ πολλὴν τὴν περὶ τὸ θυσιαστήριον τιμὴν καὶ εὐλάβειαν, τὸ μὴ καταθαρσῆσαι τῇ ἰδίᾳ χειρὶ ἐφάψασθαι τὸ Σεραφεὶμ, ἀλλ᾽, οἱονεὶ μεσίτῃ τινὶ, χρήσασθαι τῇ λαβίδι. Νοήσωμεν οὖν ἄνθρακα λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγκτικῶς καθαίροντα τὸ ψεῦδος, οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνάμεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ Σεραφεὶμ ἐνέργειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν.

Καὶ εἶπεν· Ἰδοὺ, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Οὐ πρὸς μόνον Ἡσαΐαν νομιστέον εἰρῆσθαι, ἀλλὰ καὶ πρὸς πάντας, ὧν καθάπτεται ὁ διάπυρος καὶ ἀληθὴς λόγος, περιαιρῶν τὰ ἔξω τοῦ θείου νόμου ἐπιτελούμενα καὶ ἐκ τῶν ἁμαρτητικῶς πραττομένων καθαίρων. —Δεξώμεθα δὲ καὶ ἡμεῖς θείου Λόγου ἐπιδημίαν, ἵνα οἱονεὶ ἐγκαθεζόμενος τοῖς στόμασιν ἡμῶν καὶ μηδεμίαν χώραν παρέχων τῷ ψεύδει, καθαρίσῃ ἡμῶν τὰ χείλη καὶ ἀφέλῃ τὰς ἁμαρτίας ἡμῶν. Οὐκ ἀπιθάνως δὲ ὁ ἄνθραξ εἰς τὴν τοῦ λόγου φύσιν μεταληφθήσεται, κατὰ τὴν τοῦ ψαλμοῦ μαρτυρίαν, λέγοντος· Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.

Καὶ ἤκουσα φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; —Καὶ εἶπον· Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. Ζητήσεως ἄξιον, τί δήποτε Μωϋσῆς μὲν παραιτεῖται πεμπόμενος καὶ ἐπὶ πλεῖστον ἀπομάχεται τὴν ἀποστολὴν παραιτούμενος· Ἡσαΐας δὲ οὕτω προχείρως ἑαυτὸν ἐπιδίδωσι.

Μωϋσῆς μὲν γὰρ οὐχὶ ἐρωτᾶται Τίνα ἀποστείλω; ἀλλ᾽ αὐτὸς εἰς πρόσωπον δέχεται τὸ ἐπίταγμα· Καὶ νῦν (φησὶ) δεῦρο· ἀποστείλω σε πρὸς Φαραὼ εἰς Αἴγυπτον, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου. Ἡσαΐας δὲ, ἀορίστως τοῦ λόγου τὸν διακονούμενον τῇ ἀποστολῇ ἐπιζητοῦντος, ἑαυτὸν ὑποβάλλει. —Τί οὖν φαμεν; Οὐκ ἀπομαχόμεναί εἰσι τῶν Ἁγίων αἱ διαθέσεις περὶ τὸ αὐτὸ πρᾶγμα ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἀλλ᾽ ὅτι Μωϋσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἕνεκεν ἀπεστέλλετο, διὰ τοῦτο ὤκνει πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραὼ ἀποβλέπων καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυσάγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες, ἐφυγάδευσαν αὐτόν. Διὸ καὶ τὴν κακίαν αὐτῶν μὴ φέρων, πρὸς τὴν ἐν τῇ ἐρήμῳ ἡσυχίαν ἀνεχώρησεν· ἐπὶ προφάσει τοῦ ποιμαίνειν, τοὺς τῶν πόλεων καὶ τῶν πολλῶν ἀνθρώπων θορύβους ἀποδιδράσκων. Διὰ τοῦτό φησι· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ καὶ ὅτι ἐξάξω τὸν λαὸν ἐκ γῆς Αἰγύπτου;

Οὔτε γὰρ Φαραὼ ἄνευ μεγάλων κακῶν ἐξαποστέλλει τὸν λαὸν, καὶ ὁ λαὸς οὐκ εὔκολος μεταχειρισθῆναι, ἀντιβαίνων ἀεὶ τοῖς πρὸς σωτηρίαν αὐτοῦ ἐπιμελομένοις. Δείκνυσι δὲ τὴν διάνοιαν Μωϋσέως καὶ τὰ ἐφεξῆς. Ὅτε γὰρ μετὰ τὴν μοσχοποιίαν δοὺς τὴν χάριν τῷ θεράποντι αὐτοῦ ὑπὲρ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος τοῦ λαοῦ ὁ Θεὸς, τελευταῖόν φησι· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον καὶ ἐξαποστελῶ Ἄγγελόν μου ἔμπροσθέν σου, τί οὖν Μωϋσῆς;

Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν. Τί οὖν ἡ διάνοια τοῦ ἀνδρός; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς καὶ χρῄζει τοῦ Ἀφιέντος ἁμαρτίας, ὅπερ Ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν τῶν ἁμαρτανομένων Ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκέτι. Διὰ τοῦτο ἐπιζητεῖ αὐτὸν ἐλθεῖν, τουτέστιν ὃ καὶ νῦν φησι· Προχείρισαι ἄλλον, ὃν ἀποστελεῖς, τουτέστιν ἐλθέτω ὁ ἀληθινὸς Νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. —Ἐπειδὴ δὲ οὔπω ἦλθε τὸ πλήρωμα τῶν καιρῶν καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρωπότητα, διὰ τοῦτο οὐκ εἰσηκούσθη τοῦ Προφήτου ἡ αἴτησις.

Ἡσαΐας μέντοι, μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἐπειδὴ εἴρηκεν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγῶ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος, εἶτα ἤκουσε· Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Νομίσας ἐπὶ τῷ τὰ παραπλήσια κἀκείνους εὐεργετηθῆναι ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αἱ ἁμαρτίαι.

Ἰδού φησιν ἐγώ· ἀπόστειλόν με. —Ὥστε εὔλογος κἀκείνου ἡ παραίτησις καὶ τούτου ἡ προθυμία. Ἀσφαλὴς μέντοι ἡ ἀπόκρισις τοῦ ἁγίου, ὡς ὠφελημένου ἤδη ἐκ τῆς διὰ τῶν ἀνθράκων καθάρσεως. Εἰπόντος γὰρ τοῦ Κυρίου Τίνα ἀποστείλω, καὶ Τίς πορεύσεται, πρὸς μὲν τὸ Ἀποστείλω, ἰδού εἰμι ἐγώ· πρὸς δὲ τὸ Τίς πορεύσεται, οὐκέτι εἶπεν, ὅτι καὶ πορεύσομαι· οἶδε γὰρ ὅτι Θεοῦ συνεργοῦ χρεία πρὸς τὴν ἐνέργειαν. Διόπερ ὃ μὲν προαιρέσεως ἦν, τοῦτο ἐπέδωκεν· ὃ δὲ τοῦ τελειοῦντος ἔχρῃζε, τοῦτο ἀπεσιώπησε.

Πῶς δὲ ἀκούει τῆς φωνῆς Κυρίου, πολλάκις εἴρηται, ὡς ἄρα τὸ ἡγεμονικὸν τοῦ ἀξιουμένου τῆς τοιαύτης χάριτος ἀφάτῳ τινὶ δυνάμει φαντασιοῦται λόγον Θεοῦ, τῆς θείας δυνάμεως ἐνηχούσης τοῖς ἀξίοις, οὐ διὰ τῆς σωματικῆς ἀκοῆς, ἀλλ᾽ αὐτὸ τὸ ἡγεμονικὸν τῶν κεκαθαρμένων τὴν διάνοιαν τυπούσης, καὶ οἱονεὶ ἐγγραφούσης αὐτοῖς τὰ νοήματα κατὰ τὸ σιωπώμενον· ὅπερ ἡμῖν διὰ τῆς αἰσθητῆς φωνῆς πλησσομένη ἡ ἀκοὴ ἐπὶ τὴν συναίσθησιν τῆς ψυχῆς παραπέμπει. —Νοητῆς οὖν ἤκουσε φωνῆς, τῇ καρδίᾳ ἐγγενομένης, ὅπερ καὶ ἐν τοῖς ὕπνοις συμβαίνει γίνεσθαι· ἀκούειν γὰρ δοκοῦμεν, μηδενὸς φθεγγομένου, ἀλλ᾽ οὐχὶ αἰσθητῆς διὰ τοῦ ἀέρος πρὸς τοὺς πόρους τῆς ἀκοῆς ἐνεχθείσης. —Οὕτως οὖν λαλεῖ ὁ Θεὸς καὶ οὕτως ἀκούουσιν οἱ Ἅγιοι.

Πορεύου (φησὶ) καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.

Τοῦτο τὸ ῥητὸν σαφῶς καὶ ἀναντιῤῥήτως ἐπὶ τοὺς χρόνους φέρων τῆς τοῦ Κυρίου ἐπιδημίας, ὁ Μακάριος Παῦλος ἔλεγεν ἐν ταῖς Πράξεσι, τοῖς ἐν Ῥώμῃ Ἰουδαίοις διαλεγόμενος· Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ Προφήτου πρὸς τοὺς πατέρας ὑμῶν, λέγον· Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο μάλιστα τὸ ῥητὸν τὸν Προφήτην, ὡς θεόθεν ἀποφθεγγόμενον παρασκευάζει· ἐπείπερ ἤκουσεν ὁ λαὸς τὸν Ἰησοῦ λόγον καὶ οὐ συνῆκε, καὶ βλέπων τὰ ὑπ᾽ αὐτοῦ γινόμενα τεράστια, οὐχ ἑώρα. Εἰς μέλλοντα γὰρ χρόνον ἐκκλῖνον τὸ ῥητὸν ἐμφαίνει τὴν εἰς ὑστέρους χρόνους τῶν προφητευομένων ἀναφορὰν, καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται.

Εἰπόντος γὰρ τοῦ Ἡσαΐου, ὅτι Ἀκάθαρτα χείλη ἔχω καὶ (συνάψαντος καὶ περὶ τοῦ λαοῦ) ὅτι Ἐν μέσῳ λαοῦ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος, αὐτῷ μὲν ἐδόθη ἡ χάρις τῆς συγχωρήσεως καὶ ἡ κάθαρσις δι᾽ ἑνὸς τῶν Σεραφὶμ, τῷ δὲ λαῷ οὐκέτι· ἐπειδὴ οὐδὲ τὴν διάθεσιν ὁμοίαν εἶχον ὅ τε Προφήτης καὶ ὁ λαός· Ὁ μὲν γὰρ εἶδε Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου, καὶ ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον· καὶ ὁ μὲν ἀκούσας τῶν Σεραφείμ, συνῆκε τὴν δοξολογίαν αὐτῶν· οἱ δὲ ἀκούοντες τῶν ῥημάτων τοῦ Σωτῆρος, οὐ κατεδέχοντο· καὶ τοῦ μὲν ἡ καρδία κατανυγεῖσα, συνῄσθετο τῆς ἰδίας ἁμαρτίας, διὸ εἶπεν· Ὢ τάλας ἐγὼ, διότι κατανένυγμαι· τῶν δὲ ἐπαχύνθη ἡ καρδία, πρὸς τὸ μηδεμίαν λαβεῖν ἔννοιαν ὧν ἡμάρτανον, μηδὲ προσελθεῖν τῷ δυναμένῳ αὐτοῖς ἀφιέναι τὰς ἁμαρτίας. Διὰ τοῦτο ὁ μὲν ἐκαθαρίσθη, οἱ δὲ ἀφείθησαν ἐν ταῖς ἁμαρτίαις, ὡς καὶ ὁ Κύριος ἔφη πρὸς αὐτοὺς, ὅτι Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

Τάχα δέ τις ἀντιστήσεται ὑμῶν τῷ λόγῳ, διὰ τὸ εἰρῆσθαι· Εἶπον τῷ λαῷ τούτῳ, οὐ προσιέμενος ἐπὶ τοὺς χρόνους τοῦ Σωτῆρος ταῦτα προφητεύεσθαι. Εἰ γὰρ τὸ Τούτῳ δεικτικόν ἐστι, οὐδεὶς δὲ τῶν ἀπὸ τοῦ δεικνυμένου λαοῦ ἤμελλεν ἀκούειν τοῦ Σωτῆρος, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια, πῶς ἁρμόζει τὸ Τῷ λαῷ τούτῳ τοῖς τοσοῦτον τοῦ Προφήτου μεταγενεστέροις; Ἡμεῖς δὲ ἐξ ἄλλων ῥημάτων προφητικῶν ῥᾳδίαν λύσιν ἐπινοήσωμεν τῷ προβλήματι.

Εἴρηται γὰρ ἔν τινι τῶν Δώδεκα· Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνόχλησά σοι; Ἀποκρίθητί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωϋσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ; Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν Προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, ἢ ὡδηγήθη παρὰ τῶν προειρημένων, καὶ ὅμως αὐτὸς ὀνειδίζεται ὡς ἐπὶ ταῖς ἐργασίαις ταύταις ἀγνωμονῶν, οὕτω καὶ νῦν δείκνυται μὲν τὸ σύστημα τοῦ λαοῦ τὸ κατὰ τὸν Προφήτην· ἐκβαίνει δὲ αὐτῷ τὰ προφητευθέντα κατὰ τὴν γενεὰν τῆς τοῦ Κυρίου ἐπιφανείας.

Πέφυκε δὲ καὶ ἡ συνήθεια κεχρῆσθαι τῷ τοιούτῳ λόγῳ, ὃν καὶ ἀλλοιούμενόν τινες προσαγορεύειν εἰώθασιν. Οἷον, τὸν αὐτὸν νοοῦντες χορὸν, τὸν ἐκ τοσῶνδε ἀνδρῶν συνεστῶτα· εἶτα ἑνὸς ὑπεξελθόντος καὶ ἑτέρου ἐκείνου τόπον ἀντιπληρώσαντος, ὁ αὐτὸς λέγεται μένειν χορός. Καὶ εἰ δεύτερος δὲ ὑπεξέλθῃ καὶ εἰ τρίτος, καὶ τοῦτο ἐπὶ πολὺ γένοιτο, καὶ ἑκάστῳ ἕτερος ἀντεισαχθείη τις, κατὰ μικρὸν ὑπαλλοιουμένου τοῦ χοροῦ, οἱ μὲν καθ᾽ ἕνα διημείφθησαν, ἡ μέντοι προσηγορία τῷ χορῷ ἡ αὐτὴ διασώζεται. Οὕτω καὶ πόλις ἡ αὐτὴ εἶναι λέγεται καὶ στρατόπεδον τὸ αὐτό, οὐ τῷ τὸν καθ᾽ ἕκαστον διαμένειν, ἀλλὰ τῷ τὴν προσηγορίαν τῷ συστήματι τὴν αὐτὴν διασώζεσθαι. Οὕτως οὐδὲν κωλύει καὶ νῦν τὸν ἐπὶ τοῦ Ἡσαΐου δεικτικῶς θεωρούμενον λαὸν τὸν αὐτὸν εἶναι καὶ ἐπὶ τοῦ Κυρίου, οὐ τῇ διαμονῇ τῶν καθ᾽ ἕκαστον, ἀλλὰ τῇ κοινῇ τοῦ ἔθνους ὀνομασίᾳ.

Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς· Καὶ ἔτι ἐπ᾽ αὐτῆς ἐστι τὸ ἐπιδέκατον· καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα Ἅγιον, τὸ στήλωμα αὐτῆς.

Ἐπειδὴ σκυθρωπὰ τὰ διηγηθέντα ἦν παρὰ τοῦ Κυρίου, ἀπαραίτητον τὴν κρίσιν ἡγούμενος, τὸν γοῦν χρόνον πόσος ἐστὶν, ἐν ᾧ ἡ καταδίκη αὐτοῖς αὕτη ἐπιτεθήσεται, ἀξιοῖ διδαχθῆναι. —Σαφῶς ταῦτα ἐπὶ τοὺς χρόνους τῆς Ῥωμαϊκῆς δυναστείας λοιπὸν ἀναφέρεται. Μετὰ γὰρ τὸ μὴ ἀκοῦσαι τῶν ῥημάτων τοῦ Κυρίου καὶ μὴ θελῆσαι ἐνιδεῖν ὀφθαλμοῖς εὐγνώμοσι τὰ ὑπὲρ ἄνθρωπον αὐτοῦ τεράστια, ἠρημώθησαν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ κατελείφθη ἔρημος, λιμῷ καὶ φυγαῖς καὶ αἰχμαλωσίᾳ τῶν οἰκητόρων θανατωθέντων.

Τὸ δὲ ἐπαγόμενον, ὅτι Μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, ἀναφέρεσθαί μοι δοκεῖ ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἀπὸ μέρους ἐγένετο πώρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἀλλὰ Καὶ οἱ καταλειφθέντες (φησὶ) πληθυνθήσονται. Τίνες οὖν εἰσιν οὗτοι;

Ἢ περὶ ὧν εἶπεν ὁ Ἀπόστολος, ὅτι Λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν, οἵτινες καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς, τῷ εἰς πᾶσαν τὴν γῆν λοιπὸν εἶναι τοὺς μαθητευομένους τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ; Εἰ γὰρ καὶ οὐκ ἐπέτυχεν ὃ ἐπιζητεῖ ὁ πᾶς Ἰσραὴλ, ἀλλ᾽ ἡ ἐκλογὴ ἐπέτυχε, περὶ ὧν φησι τῷ Ἠλίᾳ· Κατέλιπον ἐμαυτῷ ἑπτάκις χιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὗτοι οὖν εἰσι, περὶ ὧν εἴρηται· Καὶ ἔτι ἐπ᾽ αὐτῆς ἔσται τὸ ἐπιδέκατον.

Τὸ δὲ Καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, δοκεῖ μοι δηλοῦν τὴν κατὰ μικρὸν ἀπὸ τῶν Ἰουδαϊκῶν ἐθῶν ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν μεταβολήν. Πάλιν γὰρ ἔσονται οὗτοι εἰς προνομὴν συνηγμένοι, ὡς συνάγεται ὁ καρπὸς τῆς τερεβίνθου, καὶ ὡς ἡ βάλανος, ἡ ὥριμος ἤδη πρὸς συλλογήν.

Τότε γὰρ ἐκλύεται ἀπὸ τοῦ πρὸς τὴν θήκην δεσμοῦ ἡ πεφθεῖσα ἤδη τῷ χρόνῳ καὶ τελειωθεῖσα. Τάχα δὲ καὶ διὰ τὸ ἐκπεπτωκέναι τῆς Ἰουδαϊκῆς χώρας καὶ ἐν τῇ διασπορᾷ γεγενῆσθαι, βαλάνῳ παρεικάζεται ἐκπιπτούσῃ ἐκ τῆς θήκης αὐτῆς.

Τὸ δὲ Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς, ἐκ τῶν Θεοδοτίωνος πρόσκειται, μὴ κείμενον παρὰ τοῖς ἑβδομήκοντα, ἀξιόλογον νοῦν, ὡς πρὸς τὴν τῶν προαποδεδομένων ἀκολουθίαν ἔχον. Συνάγονται γὰρ οὗτοι ὡς τερέβινθος, καὶ ὡς βάλανος, ἐν τῷ γενέσθαι Σπέρμα ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι ἑαυτῶν. —Ἀκολούθως δὲ τοῖς πολλαχοῦ παρὰ τῇ Γραφῇ κειμένοις καὶ ἐνταῦθα φαίνεται τὸ χρηστὸν τέλος τῶν ἐπ᾽ εὐεργεσίᾳ κολαζομένων. Πατάξω γὰρ (φησὶ) κἀγὼ ἰάσομαι. Καὶ αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν.

Οἱ οὖν πρότερον ἀκοῇ ἀκούοντες καὶ μὴ συνιέντες, καὶ τὰ ἑξῆς ποιοῦντες, μέχρι τοσούτου, ἕως τοῦ μὴ κατοικεῖσθαι πόλεις καὶ ἐν τῇ διασπορᾷ γενόμενοι, ὡς μόλις τὸ ἐπιδέκατον τοῦ λαοῦ περισωθῆναι, —οὗτοι πάλιν πληθυνθήσονται καὶ πάλιν καρποφορήσουσι, παραπλησίως τερεβίνθῳ καὶ βαλάνῳ, Σπέρμα ἅγιον φέροντες, ἐν τῷ ἑστηκέναι ἑδραῖοι καὶ μὴ μετακινούμενοι καὶ ἐῤῥιζῶσθαι ἐν ἀγάπῃ.