Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 7ο κεφάλαιο: Η προφητεία για τον Εμμανουήλ

Η συνάντηση του προφήτη με τον βασιλιά Άχαζ, η συμμαχία κατά του Ιούδα και η μεγάλη προφητεία για την παρθενική γέννηση του Εμμανουήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 17

ΚΕΦΑΛΑΙΟΝ ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου, βασιλέως Ἰούδα, ἀνέβη Ῥασὶν, βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ, υἱὸς Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, ἐπὶ Ἱερουσαλὴμ, πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.

Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστι· Δύο βασιλεῖς, ὁ τῆς Συρίας καὶ ὁ τοῦ Ἰσραὴλ ἀνέβησαν ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ οὐκ ἠδύναντο πολιορκῆσαι αὐτήν. Ὄνομα δὲ τῷ μὲν βασιλεῖ Συρίας, Ῥασὶν, τῷ δὲ βασιλεῖ Ἰσραὴλ, Φακεέ.

Ἦλθον δὲ ἄγγελοι, καταμηνύοντες τῷ βασιλικῷ οἴκῳ τὴν συμφωνίαν τῶν βασιλέων, τοῦ τε Σύρου καὶ τοῦ Ἰσραήλ. Ὁ γὰρ Σύρος, Ἀρὰμ κατὰ τὴν διάλεκτον τῶν Ἑβραίων καλεῖται· ὁ δὲ Ἰσραὴλ, Ἐφραῒμ ὀνομάζεται, διὰ τὸ ἐκ τῆς φυλῆς ἐκείνης ὡρμῆσθαι τὸν τὴν ἀποστασίαν ἐξ ἀρχῆς πεποιηκότα, Ἱεροβοάμ. —Κατεπλάγη οὖν ὅ τε βασιλεὺς καὶ ὁ λαὸς ἅπας ἐπὶ τῇ ἀκοῇ, καὶ οὕτως ἐσείσθη καὶ ἐταράχθη, ὥστε ὁμοιωθῆναι τὸν κλόνον αὐτῶν ξύλῳ δρυμοῦ, ἀπὸ σφοδροτάτου πνεύματος ἀνέμων σαλευομένῳ.

Ἡ μὲν οὖν ἁπλῆ διήγησις τῶν ῥημάτων αὕτη. Βασανίζων δ᾽ ἄν τις τὸ ῥητὸν, εὕροι τινὰ οἰκειότητα πρὸς ἡμᾶς καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐκ τῶν ἱστορουμένων. Τίνες οὖν εἰσιν οἱ συμφωνήσαντες ἀλλήλοις βασιλεῖς, κατὰ δύναμιν ἐξετάσωμεν. Ἡγοῦμαι τοίνυν τὸν μὲν ἐπαιρόμενον τῇ σοφίᾳ τοῦ αἰῶνος τούτου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λόγον δηλοῦσθαι διὰ τὸν Ἀράμ· ἑρμηνεύεται γὰρ ὁ Ἀρὰμ, μετέωρος. Τοιοῦτος δὲ ὁ λόγος τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἀστρονομίαις προσέχων καὶ κινήσεσιν ἀστέρων καὶ συμπλοκαῖς καὶ σχήμασι, κἀκεῖθεν τῶν ἀνθρωπίνων πραγμάτων τὰς αἰτίας ἠρτῆσθαι λέγων. Μετέωρος δὲ καὶ διὰ τὴν οἴησιν καὶ τὸ ἀλαζονικὸν αὐτοῦ ἔπαρμα, ὃ μόνος οἶδε καθαιρεῖν τοῖς λόγοις τῆς ἀληθείας ὁ Ἅγιος, τῇ δυνάμει τοῦ Πνεύματος καταβάλλων πᾶν ὕψωμα ἐπαιρόμενον, κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.

Τὴν δὲ κατὰ παραδοχὴν τῶν θείων Γραφῶν συστᾶσαν, ἐκτετραμμένην τῆς εὐθείας καὶ ψευδώνυμον γνῶσιν, Ἐφραῒμ ἡγούμεθα προσαγορεύεσθαι. Ἐπειδὴ ἀπ᾽ αὐτῆς ὥρμητο Ἱεροβοὰμ, ὁ πρῶτος ἀποσχίσας τοῦ σπέρματος Δαβὶδ τὰς δέκα φυλὰς, ὃς καὶ δραπέτης ποτὲ τοῦ Σολομῶντος γενόμενος, εἰς Αἴγυπτον ἀπῆλθε, καὶ τὴν ἀδελφὴν Θεκεμίνας, τῆς γυναικὸς Φαραὼ, πρὸς γάμον ἔλαβεν. Ὃς καὶ τὰς χρυσᾶς δαμάλεις ἀνέπλασε, καὶ ἑορτὰς ἀνέπεμψεν ἀπὸ τῆς καρδίας αὐτοῦ. — Ὅταν οὖν ὁ ἐθνικὸς λόγος, ὁ μέγα φρονῶν ἐπὶ διαλεκτικαῖς ἐπιχειρήσεσιν, ἐπιπλακῇ τῷ αἱρετικῷ καὶ παρατετραμμένῳ, συμφωνεῖν λέγεται ὁ Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, ἐπιθυμίαν ἔχων καθελεῖν τὰ τοῦ Δαβὶδ οἰκοδομήματα καὶ ἐκπορθῆσαι τὸν τόπον τῆς ἀληθινῆς λατρείας.

Οὐ μήν γε περιγίνεται τοῦ σκοποῦ. Οὐ γὰρ δυνήσεται ἐκπολιορκῆσαι διὰ τὸν ὑπερασπίζοντα αὐτῆς Κύριον. Τάχα δὲ οὐδὲ δύνανται συμφωνῆσαι οὗτοι, ἐὰν μὴ ἡ ἁμαρτία ἡμῶν πλεονάσῃ· ἐπειδὴ καὶ οἱ κατὰ τὴν ἱστορίαν συμφωνήσαντες, ἐν ταῖς ἡμέραις τοῦ Ἀχὰζ, τὴν πρὸς ἀλλήλους ἐπεδείκνυντο συμφωνίαν διὰ τὴν ἁμαρτίαν τοῦ Ἀχὰζ, ὃς οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλὰ τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. —Ταράσσει μέντοι τὸν οἶκον Δαβὶδ καὶ ἐξίστησι τὴν ψυχὴν τοῦ λαοῦ, ὥστε καὶ ἀκάρπῳ ξύλῳ προσεοικέναι, διὰ τὸν ἀπὸ τῆς ταραχῆς ἐγγενόμενον κλόνον, ἡ τῶν πονηρῶν βασιλέων κατὰ τῶν ἐκκλησιῶν ἐπιχείρησις.

Ἀλλ᾽ ὅμως ὁ φιλάνθρωπος Θεὸς, θεραπεύων αὐτῶν τὴν ταραχὴν, πέμπει προφητικὸν λόγον, ἐξελαύνοντα τὸν φόβον τῶν καρδιῶν τοῦ λαοῦ, διὰ τοῦ λέγειν· Μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν καπνιζομένων τούτων.

Ὅρα δὲ εἰ δύνασαι καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἀφορμὰς λαβεῖν τοῦ ἔτι τρανότερον τὰ κατὰ τὸν τόπον ἰδεῖν. Ἑρμηνεύεται γὰρ ὁ Ἀχὰζ, κατάσχεσις· Ἰωάθαν, Ἰαῶ συντέλεια· ὁ δὲ Ὀζίας, ἰσχὺς Ἰαῶ· ὁ δὲ Ἀρὰμ (ὡς προείπαμεν) μετέωρος· ὁ δὲ Φακεὲ, διάνοιξις· ὁ δὲ Ῥομελίας, μετέωρος περιτομῆς. —Συμφωνεῖ οὖν ὁ μετέωρος λόγος, καὶ ὁ ἐπαγγελλόμενος σαφηνιστὴν εἶναι τῶν θείων Γραφῶν λόγος. Τοῦτο γὰρ ἐμφαίνει ὁ Φακεὲ, ἑρμηνευόμενος διάνοιξις, οἱονεὶ σαφηνισμὸν τῶν ἀποκεκλεισμένων τῆς Γραφῆς μαρτυριῶν δι᾽ ἑαυτοῦ ὑπισχνούμενος. Ὅτι δὲ ἡ κατὰ τῆς Ἱερουσαλὴμ συμφωνία τῶν δύο βασιλέων (τοῦ τε ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου φρονοῦντος καὶ τοῦ ἐπαγγελλομένου τὰ κεκαλυμμένα τῆς Γραφῆς ἀναπτύσσειν) ἐν δόγμασι καὶ λόγοις ἐναντίοις γίνεται, προσδοκώντων ὑποχειρίους λήψεσθαι τοὺς τὰ τῆς Ἐκκλησίας δεδιδαγμένους, ἐκ τῶν ἐφεξῆς ἀποδείκνυται.

Ἐβουλεύσαντο γὰρ βουλὴν πονηρὰν ὁ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς. Σαφῶς γὰρ ὁ λόγος παρίστησιν, ὅτι διὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος ἐλπίζουσι τὸν οἶκον Δαβὶδ ἀποστρέψαι πρὸς ἑαυτούς.

Ἐπαγγέλλονται δὲ καὶ βασιλέα καταστήσειν τὸν υἱὸν Ταβεήλ· ἑρμηνεύεται δὲ ὁ Ταβεὴλ, ἀγαθὸς Θεός. Ἴδιον δὲ τῶν ἐπιτιθεμένων τῇ Ἐκκλησίᾳ τὸ ὑπισχνεῖσθαι παραδώσειν τὰ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τῆς τοιαύτης χρηστολογίας ἐξαπατῶσι τοὺς ἀκεραιοτέρους. Ὅτι δὲ ταῦτα αἰνίγματά ἐστι, διὰ τῆς ἱστορίας πρὸς τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν φέροντα, σαφῶς ὁ λόγος προϊὼν ἀπογυμνοῖ, λέγων· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ, ὁ υἱός σου, εἰς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ὑσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ᾽ ἡ κεφαλὴ τοῦ Ἀρὰμ, Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίν. Ἀλλ᾽ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ τοῦ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραῒμ, Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, ὁ υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Ἡγοῦμαι τοίνυν, ὅτι οὐ διὰ τῆς αἰσθητῆς ἀκοῆς πλησσομένου τοῦ ἀέρος συνίεσαν τὸν τοῦ Θεοῦ λόγον οἱ Προφῆται· ἀλλ᾽ ἐπειδή ἐστιν ὦτα νοητῆς ψυχῆς, ἐπ᾽ ἐκεῖνα ἔφθανε, γυμνὰ φωνῆς, τὰ σημαινόμενα. Καὶ τοῦτο αὐτοῖς ἐγίνετο, τῆς αὐγῆς τοῦ ἀληθινοῦ φωτὸς φθανούσης αὐτῶν ἐπὶ τὸ ἡγεμονικὸν, καὶ διακονούσης τῷ φωτισμῷ τῶν Προφητῶν.

Ταύτης δὲ ἀντελαμβάνοντο τῆς φωνῆς οἱ γενόμενοι ἔξω τῶν φθαρτῶν αἰσθητηρίων, καὶ οἱ σπεύδοντες πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον. Ὅτε μὲν γὰρ πρὸς τῇ θεωρίᾳ τῶν θείων γίνεται ἡ ψυχὴ, συλλέγουσα ἑαυτὴν ἀπὸ τῆς πρὸς τὸ σῶμα ἐπιπλοκῆς, ἐξιέναι λέγεται· ὅταν δὲ πρὸς τοῖς ἀνθρωπίνοις ἐστὶν, ἢ κατὰ τὸ ἀναγκαῖον τῆς τοῦ σώματος θεραπείας, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπιπλέον ἐκτείνεσθαι πρὸς τὰ διαφέροντα, οἱονεὶ ἔξωθεν ἐπὶ τὰ ἔσω πάρεισιν, ὥσπερ εἰς οἰκίαν τινὰ, ἢ εἰς πόλιν, πρὸς τὴν ἐπὶ τὸ σῶμα συμπάθειαν ἐπιστρέφουσα.

Ἐπεὶ οὖν ἔδει λόγων Θεοῦ ἀκοῦσαι τὸν Προφήτην, διὰ τοῦτο πρὸ πάντων αὐτῷ εἴρηται τὸ Ἔξελθε σὺ καὶ ὁ υἱός σου. Τοιοῦτον δέ πώς ἐστι καὶ τὸ ἐν Γενέσει κατὰ τὸν πρῶτον χρηματισμὸν εἰρημένον τῷ Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. —Τελειοτάτη γὰρ ἔξοδος, ἡ ἀπὸ πάντων τῶν σωματικῶν ἀνάβασις, ἅτινα εἴρηται γῆ· καὶ ἡ ἀπὸ τῶν αἰσθητηρίων φυγὴ, ἅπερ ὠνόμασται συγγένεια· καὶ τὸ ἀποστραφῆναι τὸν ὑπαίτιον βίον, ἐν ᾧ ᾠκείωτο πρότερον τοῖς ἐναντίοις ἐπιτηδεύμασιν, ἅπερ οἶκος εἴρηται τοῦ πατρός. Καὶ μετ᾽ ὀλίγον δὲ περὶ τοῦ αὐτοῦ Ἀβραὰμ γέγραπται· ὅτι Ἐξήγαγεν αὐτὸν ὁ Θεὸς ἔξω. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν πρὸς τὸ ἐξελθεῖν προθυμίαν, αὐτὸς αὐτὸν πρὸς τὸ τέλειον τῆς ἐνεργείας ἐχειραγώγησεν. Αὐτὸς γὰρ καθ᾽ ἑαυτὸν οὐχ οἷός τε ἦν ποιῆσαι· διὰ τοῦτο, καὶ ἐπὶ μὲν τοῦ πρώτου προστάγματος, εἰ ἐξέλθοι ἔξω, ἐπαγγελίαν λαμβάνει τῆς ἀπολαύσεως. Ὅτε δὲ ἐξήγαγεν αὐτὸν ὁ Θεὸς, ἐδίδασκεν αὐτὸν τὰ ἄνω ζητεῖν, οὗ ὁ Χριστός ἐστιν.

Καὶ Μωϋσῆς δὲ, ὅτε τῶν ἀνθρωπίνων ἔξω ἐγένετο, ἀποσχολάζων τῷ νῷ πρὸς τὴν θεωρίαν τῶν λογίων, ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν τὴν ἑαυτοῦ σκηνήν. Διὸ καὶ πᾶς ὁ ζητῶν τὸν Κύριον, ἐξεπορεύετο εἰς τὴν σκηνήν. Ὥστε ὁ ἐπὶ πλέον διαβεβηκὼς ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω τὴν ἑαυτοῦ καταπήξει σκηνὴν, ἵνα παγεῖσα καὶ ἑδρασθεῖσα ἀσάλευτος αὐτοῦ ἡ ζωὴ διαμείνῃ. —Διὸ καὶ νῦν μέλλοντα προφητεύειν καὶ λέγειν τὰ προστασσόμενα ὑπὸ τοῦ Θεοῦ, ἐξελθεῖν ὁ Κύριος ἐπιτάσσει· οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ, ὁ υἱὸς αὐτοῦ. Ἐμφαίνεται δὲ, ὅσον ἐκ τοῦ λόγου, ὅτι ἐκ πολλῶν εἷς αὐτῷ περιελέλειπτο υἱὸς, ὃν καὶ αὐτὸν ἐβούλετο ὁ λόγος μὴ ἀπολείπεσθαι τῆς τοῦ πατρὸς ἕξεως, ἀλλὰ συνεξιέναι τῷ πατρὶ, ἐφ᾽ ἃ προεκαλεῖτο αὐτὸν ὁ Θεός. Ἐπειδὴ δὲ ἑρμηνεύεται Ἰασοὺβ, ἐπιστρέφων, πᾶσιν ἡμῖν, τοῖς ἐκ μετανοίας βουλομένοις ἐξελθεῖν ἀπὸ τῶν παθῶν τῆς σαρκὸς, ἐνδείκνυται ἡ Γραφὴ, δύνασθαι μετὰ τοῦ Προφήτου γενομένοις, κατορθοῦν τὴν ἔξοδον.

Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνω ὁδὸν, τὴν οὖσαν πρὸς τὴν κολυμβήθραν τοῦ ἀγροῦ τοῦ γναφέως. Ἔστι μὲν οὖν, καὶ κατὰ τὴν ἱστορίαν, ἐπίσημος ὁ τόπος οὗτος· γέγραπται γὰρ, ὅτι ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχις εἰς Ἱερουσαλὴμ μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. —Τάχα δέ τι καὶ διδακτικὸν ἔχει πρὸς ἠθῶν παίδευσιν ὁ λόγος, ὅτι χρὴ ἀφίστασθαι τῶν ταπεινῶν καὶ χαμαὶ κειμένων, καὶ ἐπὶ τὰ ἄνω ἐπείγεσθαι· ὅπου γενομένοις ὕδωρ εἰς ἀποκάθαρσιν καὶ ἀγρὸς γναφέως, τοῦ τὸν ῥύπον ἀποκαθαίροντος, εὑρεθήσεται· ὃ χρησιμεύει ἡμῖν πρὸς τὸ τοῦ Ἐκκλησιαστοῦ παράγγελμα, λέγοντος· Ἐν παντὶ καιρῷ ἔστωσάν σου τὰ ἱμάτια λαμπρά.

Κελεύει δὲ καὶ ὁ χρηματίζων τῷ Μωϋσεῖ, πλύνειν τὰ ἱμάτια τὸν μέλλοντα ἀκούειν τοῦ Θεοῦ· Καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην.

Ὁ δὲ ἐκεῖ φθάσας, καὶ τὸ τοῦ γάμου ἔνδυμα ἕτοιμον ἕξει, πρὸς τὸ μὴ, δεθεὶς χεῖρας καὶ πόδας, ἀπὸ τοῦ νυμφῶνος εἰς τὸ σκότος ῥίπτεσθαι τὸ ἐξώτερον. —Εἶπον οὖν (φησὶ) τῷ Ἀχάζ· Φύλαξαι τοῦ ἡσυχάσαι. Τοῦτο δὲ καὶ ἡμῖν χρήσιμόν ἐστι, πρὸς τὸ πάσῃ φυλακῇ τηρεῖν ἡμᾶς τὴν ἑαυτῶν καρδίαν· Ἐὰν γὰρ ἰσχυρὸς φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ὃς καὶ ἡσυχάζει, τὸν ὄχλον καὶ τὸν θόρυβον ἀποσειόμενος καὶ μὴ φοβούμενος τὸν παθητικὸν φόβον, μηκέτι ἀσθενῶν τῇ ψυχῇ, ἀλλὰ τῷ πνεύματι τῆς ἰσχύος καθωπλισμένος.

Μηδὲ δειλιάσῃς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τούτων, τῶν καπνιζομένων. Πρόσταγμα ἡμῖν, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανοτήτων καὶ ἀπὸ τῶν παρὰ τοῖς ἑτεροδόξοις δυσφημιῶν, ἅτινά ἐστι δύο ξύλα, μᾶλλον δὲ δύο δαλοὶ, ἀπολέσαντες μὲν τοῦ φυτοῦ τὸ ζωτικὸν καὶ τοῦ ξύλου τὸ ἰσχυρὸν, μὴ ἔχοντες δὲ τὸ τοῦ πυρὸς φωτεινὸν, ἀλλὰ δαλοὶ καπνιζόμενοι, μελαίνοντες μὲν τοὺς ἁπτομένους αὐτῶν καὶ σπιλοῦντες, δακρύειν δὲ τοὺς ὀφθαλμοὺς τῶν ἐγγιζόντων παρασκευάζοντες. Εἰ δὲ θέλεις νοῆσαι τὴν ἀπὸ τῶν καπνιζομένων δαλῶν βλάβην, γινομένην ἀπὸ τοῦ ἐν αὐτοῖς καπνοῦ, μνήσθητι τοῦ Σολομῶντος, λέγοντος· Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις αὐτῇ. Οἶμαι γὰρ ὄμφακα μὲν εἰρῆσθαι τὴν ἀπὸ τῶν τῆς κακίας πράξεων ἁμαρτίαν, καπνὸν δὲ τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυχῆς ἡμῶν συγχέουσαν.

Ὅταν δὲ γένηται (φησὶν) ὀργὴ τοῦ θυμοῦ μου, πάλιν ἰάσομαι, τουτέστι μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς, ἐπειδὰν ἱκανῶς ἔχουσαν ἴδω τὴν διόρθωσιν, οὐκ ἀφήσω αὐτοὺς ἐν τοῖς σκυθρωποτέροις, ὥσπερ ἂν εἰ καὶ ἰατρὸς λέγοι τοῖς κάμνουσιν· ὅταν τέμω καὶ ὅταν καυτηριάσω, οὔτε τὴν τομὴν, οὔτε τὰ ἀπὸ τοῦ καυτῆρος ἕλκη ἀτημέλητα καταλείψω.

Ἐπειδὰν γὰρ ἀνυσθῇ τοῦτο, δι᾽ ὃ τὰ ἐπίπονα παραλαμβάνεται, τότε τὴν λειπομένην θεραπείαν ἐπαγαγὼν, εἰς τὴν ὑγείαν ἀποκαταστήσω. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ.

Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Ἐπεὶ οὖν συμφωνοῦσι δύο λόγοι, οἱ ἔξω τῆς ἀληθείας, κατὰ τῆς Ἐκκλησίας, ὅτε υἱὸς τοῦ Ἀρὰμ (ὁ μετέωρος λόγος, ὁ ἐπαιρόμενος κατὰ τῆς γνώσεως τοῦ Θεοῦ) καὶ ὁ υἱὸς τοῦ Ῥομελίου (ὁ λόγος ὁ ἐκ τῆς μετεώρου περιτομῆς) ὃς, προφάσει γνώσεως καὶ ἐμφάσει τῆς περὶ ὑψηλοτέρων διδασκαλίας, ἀφίστησι τῆς κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἀληθείας· ἐβουλεύσαντο τοίνυν οὗτοι βουλὴν πονηρὰν, ὅτι συνομιλήσαντες τοῖς ἐν τῇ Ἰουδαίᾳ, τουτέστι τοῖς ἐν τῇ ἐξομολογουμένῃ ψυχῇ (ἐξομολόγησις γὰρ Θεοῦ, ἡ Ἰουδαία μετονομάζεται) ἥντινα διὰ τῆς ἐν τῇ διαλεκτικῇ πιθανότητος ἀποστρέψωμεν πρὸς ἑαυτοὺς, ἐπαγγελλόμενοι μὴ ἄλλον τινὰ δώσειν βασιλέα, ἢ τὸν υἱὸν τοῦ Ταβεήλ, τουτέστι τοῦ ἀγαθοῦ Θεοῦ· ὃν ἀγαθοῦ μὲν Θεοῦ υἱὸν λέγουσιν, ἀγαθὸν δὲ αὐτὸν οὐκ ὀνομάζουσι, πρὸς ἐπήρειαν κεχρημένοι τῇ τοῦ Εὐαγγελίου φωνῇ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. —Ὅταν οὖν ἴδῃς ἑτεροδόξους ἐπαγγελλομένους γνῶσιν, ἐπαγομένους τὴν ἐκ τῶν ἐθνῶν σοφίαν, ἐπιστρατεύοντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἐνθυμοῦ ὅτι καὶ νῦν ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου βουλεύονται βουλὴν πονηράν.

Πρὸς δὲ τὴν πονηρὰν βουλὴν τοῦ (ὡς ἀποδεδώκαμεν) υἱοῦ Ἀρὰμ καὶ υἱοῦ Ῥομελίου, ταῦτά φησιν ὁ Κύριος· ὅτι ἡ μὲν τοῦ Θεοῦ βουλὴ ἕστηκε καὶ μένει, ἡ δὲ τῶν ἀγωνιζομένων κατὰ τῆς ἀληθείας, οὐ στήσεται, ἀλλὰ πεπτωκυῖα καὶ ἀνατετραμμένη κείσεται. Διότι φησί· Κεφαλὴ τοῦ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασίν· τουτέστιν ἡ τῶν μετεώρων κεφαλὴ ἐναγής τίς ἐστι καὶ αἵματος πλήρης (ἐπείπερ ἡ Δαμασκὸς ἑρμηνεύεται αἷμα σάκκου). Σάκκος μὲν οὖν σύμβολόν ἐστι μετανοίας· ὁ δὲ ἐν αἵματι πεφυρμένος, οὐκ ἔστι καθαρός. Δύναται οὖν λαμβάνεσθαι εἰς τὴν νομιζομένην μετάνοιαν, οὐκ οὖσαν δὲ ἀληθινὴν μετάνοιαν, διὰ τὸ μὴ ἐν ὑγιέσι δόγμασι γεγενῆσθαι. Κεφαλὴ δὲ πάλιν Δαμασκοῦ, τῆς μὴ καθαρᾶς μετανοίας, ἀλλὰ πεφυρμένης ἐν ταῖς πρὸς θάνατον ἁμαρτίαις, ὁ Ῥασὶν λέγεται, σύμβολον ὢν καὶ αὐτὸς οὐδενὸς ὑγιοῦς, οὐδὲ καθαροῦ δόγματος.

Ἀλλ᾽ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη (φησὶν) ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥομελίου. Ἔστιν οὖν ἡ βασιλεία τοῦ Ἐφραῒμ ἑτεροδόξων τις ἐπικράτεια, διὰ τὸ ἐκ τοιαύτης φυλῆς εἶναι τὸν ἀποσχίσαντα τὸν Ἰσραὴλ ἀπὸ τοῦ Ἰούδα. Κεφαλὴ οὖν τοῦ Ἐφραῒμ ἡ Σομόρων, τουτέστιν ἡ Σαμάρεια. Καὶ ἡ Σαμάρεια δὲ ἐχθρῶν τινών ἐστι χώρα, τῶν παραχαραξάντων τὸν ὑγιαίνοντα λόγον, διὰ τὸ ἀποκλῖναι τοὺς Σαμαρείτας ἀπὸ τοῦ Ἰουδαϊσμοῦ.

Ὥσπερ δὲ τῆς Συρίας ἦν κεφαλὴ Δαμασκὸς, Δαμασκοῦ δὲ κεφαλὴ ὁ Ῥασίν, οὕτω Σαμάρεια μὲν κεφαλὴ τοῦ Ἐφραῒμ, Σαμαρείας δὲ κεφαλὴ ὁ υἱὸς τοῦ Ῥομελίου. Κακῶν τινες ἐπιτάσεις καὶ ὑπερβολαὶ διὰ τοῦ λόγου ἡμῖν παραδίδονται, ὥστε μὴ εἶναι δυνατὸν τὴν παρὰ τῶν τοιούτων συμφωνίαν ἐπικρατῆσαι, μηδὲ ἰσχύν τινα ἔχειν κατὰ τῶν οἷς ἐπιβουλεύειν ἐπιχειροῦσι.

Καὶ ἐὰν μὴ πιστεύητε, οὐδὲ μὴ συνῆτε. Πιστεῦσαι μέντοι δεῖ τοῖς Γράμμασιν, ὡς περιέχουσι θεῖον νοῦν, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν τῶν ἐγγεγραμμένων σύνεσιν. Δεῖ γὰρ ὑπερβάντας τοὺς τύπους, οὕτω καταλαβεῖν τὴν τῶν ἐνδειχθέντων ἡμῖν ἀλήθειαν. Πρότερον γὰρ δεῖ ἁπλῇ πιστεύειν πίστει ταῖς Γραφαῖς, ὅτι θεόπνευστοι καὶ ὠφέλιμοι· ἔπειτα λεπτῶς καὶ ἐξεταστικῶς τὸν ἐναποκείμενον αὐταῖς νοῦν διερευνᾶσθαι.

Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου εἰς βάθος, ἢ εἰς ὕψος. Ἐν μὲν τοῖς κατόπιν διὰ τοῦ Ἡσαΐου διδάσκεται, ἃ χρὴ ποιεῖν ὁ Ἀχὰζ, φυλάσσεσθαι τοῦ ἡσυχάζειν καὶ μὴ δειλιᾷν ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων. Νυνὶ δὲ, ὡς τὴν διὰ τοῦ Προφήτου διδασκαλίαν εὐπειθῶς ὑποδεξάμενος, αὐτὸς ἀξιοῦται τῶν θείων χρηματισμῶν· Προσέθετο γὰρ Κύριος αὐτῷ λαλῆσαι τῷ Ἀχάζ. Καὶ τάχα διδασκόμεθα, ὅτι ὁ διά τινος ὑπηρετουμένου τῷ θείῳ βουλήματι μαθητευθεὶς, ὕστερον προκόπτων δυνήσεται καὶ αὐτὸς ὑποδέξασθαι τοὺς τοῦ Κυρίου χρηματισμούς. Εἰσὶ μέντοι τινὲς, οἱ μὴ δι᾽ ἀνθρώπων πρότερον μαθητευθέντες Θεῷ, ἀρχῆθεν δεδύνηνται, ὡς καθαροὶ, χωρῆσαι τὰς ἐμφάσεις τοῦ Πνεύματος. Ὁποῖος ἦν Ἀβραὰμ καὶ Μωϋσῆς καὶ Ἠλίας καὶ Ἱερεμίας, καὶ εἴ τινες ἐκείνοις παραπλήσιοι.

Καὶ προσέθετο Κύριος λαλῆσαι. Ἡ προσθήκη τοῖς προάγουσι συνάπτει τὸν λόγον. Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προφητείαν, τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραῒμ, τουτέστι τὸν ἀποστατήσαντα Ἰσραὴλ, τότε προφητεύεσθαι, τίνα τρόπον ἐπιδημήσει διὰ τῆς ἀμιάντου Παρθένου ὁ Ἐμμανουήλ. Τί οὖν ἐστιν ὃ προστάσσει τῷ Ἀχὰζ ὁ λόγος; Αἴτησαι (φησὶ) σεαυτῷ σημεῖον παρὰ Κυρίου, τοῦ Θεοῦ σου, εἰς βάθος, ἢ εἰς ὕψος.

Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν, κεκρυμμένου τινὸς καὶ ἀφανοῦς ἐν ἑαυτῷ τὴν δήλωσιν ἔχον, ὡς τὸ σημεῖον Ἰωνᾶ τὴν εἰς ᾅδου κάθοδον, καὶ πάλιν ἐκ νεκρῶν ἄνοδον, παρίστησι τοῖς δυναμένοις ἐκλαμβάνειν τὸν μυστικὸν λόγον τῶν γινομένων. — Δεῖ δὲ ἀεὶ τὸ μὲν σημεῖον παρεῖναι, καὶ κατὰ τὸ ἐνεστὸς θεωρεῖσθαι· τὸ δὲ ὑπ᾽ αὐτοῦ σημαινόμενον πρᾶγμα τοῖς τρισὶ πολλάκις συγκαταμερίζεσθαι χρόνοις· ἔστι γὰρ καὶ παρόντα παρόντων σημεῖα, ὡς ὁ ἐξιὼν ἐκ τῆς οἰκίας καπνὸς τοῦ ἔνδον καιομένου πυρός. Ἔστι δὲ καὶ παρόντα μελλόντων, ὡς ἡ ὁρωμένη τῶν νεφῶν συνδρομὴ, τοῦ ἐσομένου ἐπὶ τὴν γῆν ὑετοῦ. Ἔτι δὲ καὶ παρόντα παρεληλυθότων, ὡς τὰ τῆς ἀνθρακιᾶς λείψανα τοῦ κεκαῦσθαι ἐπ᾽ αὐτῆς τὴν πυρκαϊάν.

Ἡ μέντοι Γραφὴ τὰ παράδοξα καὶ παραστατικά τινος μυστικοῦ λόγου σημεῖα καλεῖ. Τί δὲ ἂν παραδοξότερον, ἢ θειότερον ἄκουσμα, ἢ θέαμα τῆς τοῦ Θεοῦ ἡμῶν διὰ Παρθένου γεννήσεως; Διὰ τοῦτο Αἴτησαι παρὰ Κυρίου, τοῦ Θεοῦ σου (ὡς οὐδενὸς ἑτέρου δυναμένου δοῦναι) τὸ εἰς βάθος, ἢ εἰς ὕψος σημεῖον. Ἔστι τοίνυν ἐν τῇ τοῦ κόσμου θέσει, τὸ μὲν φύσει λαχὸν τὴν κάτω χώραν ἡ γῆ· τὸ δὲ ἀνωτάτω πάντων τῶν ὁρωμένων, ὁ οὐρανός. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, ἡ προφητεία, διὰ μὲν τοῦ εἰς βάθος, τὴν γῆν σημαίνει, καὶ τὴν ἀπ᾽ αὐτῆς λαμβανομένην Σάρκα· διὰ δὲ τοῦ εἰς ὕψος, τὸν ὑπερουράνιον λόγον, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Πατέρα, καὶ Θεὸν ὄντα Λόγον. —Ἢ τάχα βάθος σημαίνει τὰ κατώτατα τοῦ ᾅδου, ὕψος δὲ τὴν ὑπερουράνιον χώραν, ὡς ὁ Ἀπόστολος ἡμῖν παρίστησι λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου «Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν»; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ «Τίς καταβήσεται εἰς τὴν ἄβυσσον» τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. —Ἐπεὶ οὖν Ὁ καταβὰς, αὐτός ἐστι καὶ Ὁ ἀναβὰς, τὸ εἰς βάθος καὶ εἰς ὕψος σημεῖον περὶ τῆς καθόδου ἂν εἴη λεγόμενον τῆς τοῦ Κυρίου· Καὶ ὁ ἀναβὰς, αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν.

Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδ᾽ οὐ μὴ πειράσω Κύριον. Ἡ μὲν τοῦ Θεοῦ δωρεὰ μεγάλη καὶ πλουσία καὶ δαψιλής. Ὁ δὲ Ἀχὰζ, ὡς μήπω δεδιδαγμένος αἰτεῖν τὰ μεγάλα καὶ ἐπουράνια, παραιτεῖται ζητῆσαι σημεῖον, ὡς μεῖζον ὑπάρχον τῆς ἀνθρωπίνης φύσεως, ἢ ὡς παρὰ τὴν ἐντολὴν μέλλων ποιεῖν, τὴν εἰποῦσαν· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Ἀναγκαίως δὲ οἱ περὶ τῶν τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι βασιλεῖ γίνονται, ἵνα δι᾽ αὐτοῦ εἰς πάντας διαλαληθῇ τὰ προφητευόμενα. Ἡσαΐας μὲν γὰρ ἂν ἴσως ἠπιστήθη (ἢ φθόνῳ τῶν κατ᾽ αὐτὸν ἀνθρώπων, ἢ τῇ λοιπῇ περὶ τὸν βίον ταπεινότητι) ὡς μὴ δεξάμενος τῆς ἐπιδημίας τοῦ Ἐμμανουὴλ παρὰ τοῦ Κυρίου χρηματισμὸν, ἀλλ᾽ ἐκ τῆς ἰδίας καρδίας ἀναπλάσας τὸν λόγον.

Ἀχὰζ δὲ οὕτως ἐδέξατο τὴν περὶ τῶν ἐσομένων προφητείαν, ὡς Λάβαν, ὡς Ἀβιμέλεχ, ὡς Ναβουχοδονόσορ, ὡς Φαραὼ, ὡς Καϊάφας τὸ τελευταῖον, οὐ διὰ τὴν τοῦ βίου ἀξίαν, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσοῦσαν αὐτῷ ἀξιοπιστίαν. —Οὐ γὰρ δὴ εὐλαβείᾳ τινὶ παρῃτεῖτο τὴν αἴτησιν τοῦ σημείου ὁ Ἀχάζ· εἰ γὰρ οὐκ ἦν αὐτῷ συμφέρον, οὐδ᾽ ἂν ἐπέταξε τὴν ἀρχὴν ὁ Θεός. Διὰ τοῦτο καὶ τὰ ἐπιφερόμενα μέμψιν περιέχει, τὴν εἰς τὸν Ἀχάζ· ἀποστρέψας γὰρ τὸν λόγον ἐπὶ τὸν Δαβίδ, Ἀκούσατε δὴ (φησὶν) οἶκος Δαβίδ· μὴ μικρὸν ὑμῖν παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς Κυρίῳ παρέχετε; Διὰ γὰρ τούτων πρὸς τὸ ἀπειθὲς ἔοικε δυσχεραίνειν τοῦ Ἀχάζ. —Τρανότερον δέ πως ἐμφαίνει τὴν διάνοιαν ταύτην ἑτέρα ἔκδοσις, εἰποῦσα· Μὴ ὀλίγον ἀφ᾽ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν; Πῶς δὲ Θεῷ ἀγῶνα παρέχει ἄνθρωπος, εἴπερ ἡ ἀγωνία φόβος ἐστὶ διαπτώσεως; Ἀλλὰ τοῦτο οὐχὶ πάθος περὶ τὸν Θεὸν λέγει, ἀλλὰ τὴν ἀντιδιάθεσιν τῶν ἀνθισταμένων αὐτοῦ τοῖς προστάγμασι, διὰ τῆς τοῦ ἀγῶνος προσηγορίας, παρίστησιν.

Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Καὶ μὴ αἰτουμένοις (φησὶ) δώσει. Κἂν μὴ εὑρίσκῃ τὸν τῆς ὑποδοχῆς ἄξιον, ἀλλ᾽ ὅμως, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Κυρίου, αὐτὸς (φησὶ) δώσει Κύριος ὁ Θεὸς σημεῖον. Ἔδει μὲν γὰρ συνεῖναι τὸν Ἀχὰζ, ὅτι ἄλλην τὰ ἀνθρώπινα διόρθωσιν οὐκ ἐπιδέχεται, εἰ μὴ διὰ μόνης τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιδημίας, καὶ αἰτῆσαι τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον. Ἐπειδὴ δὲ αἰνάξιον ἔκρινεν ἑαυτὸν (ἀπαιδεύτως ἔχων τῆς τῶν μεγάλων καὶ οὐρανίων σημείων αἰτήσεως) διὰ τοῦτό φησι· Δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον, οὐ διά τινος ὑπηρέτου καὶ διακόνου καὶ λειτουργοῦ δίδωσιν, ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ· ἵν᾽ ἐκ τούτου δηλωθῇ τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι᾽ Ἀγγέλων, ἐν χειρὶ Μεσίτου, Μωϋσέως· τὸ δὲ σημεῖον αὐτὸς ἔδωκε τῷ οἴκῳ Δαβίδ. Δίδοται δὲ οὐκέτι τῷ Ἀχὰζ, ἀλλὰ παντὶ τῷ οἴκῳ Δαβίδ, διότι ἐκ σπέρματος Δαβὶδ, τὸ κατὰ σάρκα, ὁ Κύριος· καὶ διὰ τοῦτο πάσῃ διέφερε τῇ συγγενείᾳ τοῦ Δαβὶδ τὸ περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ εὐαγγέλιον.

Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἀνθίστανται οἱ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα, λέγοντες μὴ κεῖσθαι παρὰ τῷ Ἑβραίῳ τὸ Ἡ παρθένος, ἀλλ᾽ Ἡ νεᾶνις, ὡς δυναμένης νεάνιδος ὀνομάζεσθαι τῆς ἀκμαζούσης καθ᾽ ἡλικίαν, οὐχὶ δὲ τῆς ἀπειρογάμου γυναικός. Πρὸς οὓς ῥᾳδία καὶ αὐτόθεν ἡ ἀπάντησις. Εἰ γὰρ σημεῖόν ἐστι τεραστίου τινὸς καὶ παρηλλαγμένου τὴν κοινὴν συνήθειαν τῶν ἀνθρώπων ἐπίδειξις, τί θαυμαστὸν ἦν, μίαν τῶν πολλῶν γυναῖκα, ἀνδρὶ συνοικοῦσαν, μητέρα γενέσθαι παιδίου;

Πῶς δ᾽ ἂν καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμανουὴλ προσηγορεύετο; Ὥστε, εἰ μὲν σημεῖόν ἐστι τὸ διδόμενον, παράδοξος ἔστω καὶ ἡ γέννησις. Εἰ δὲ κοινὸς ὁ τρόπος τῆς γεννήσεως τοῦ παιδίου, μήτε σημεῖον λεγέσθω, μήτε Ἐμμανουὴλ προσαγορευέσθω. Ὥστε εἰ μὴ παρθένος ἡ τεκοῦσα, ποῖον τοῦτο σημεῖον; Καὶ εἰ μὴ θειοτέρα ἢ κατὰ τοὺς πολλοὺς ἡ γέννησις, πῶς ἡ τοῦ Ἐμμανουὴλ παρουσία;

Ὅτι μέντοι ἡ νεᾶνις ἐπὶ παρθένων ἰδίως ὠνομάσθη, δῆλον ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ οὕτως εἰρημένων· Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηθῇ μετ᾽ αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον, καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδὲν, ὅτι οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτόν· οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐν τῷ πεδίῳ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν. Ἡ τοίνυν βοῶσα, πρὸ τῆς φθορᾶς, παρθένος ἦν, δηλονότι. Ἴσον οὖν δύναται εἰπεῖν, ἐβόησεν ἡ παρθένος, καὶ ἐβόησεν ἡ νεᾶνις. Καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ἡ Σωμανῖτις, ἡ συνθάλπουσα τὸν Δαβὶδ, παρθένος οὖσα καὶ ἀνδρὸς ἀπείρατος, νεᾶνις προσαγορεύεται. Εὗρον γὰρ (φησὶ) τὴν Ἀβισὰκ καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα· καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἐλειτούργει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.

Ἐκ Παρθένου τοίνυν Ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἰπούσης· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν ὁ Ἄγγελος, ὅτι Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοί. Αὕτη ὑπόδικος οὐκ ἔστι τῷ περὶ καθαρισμοῦ νόμῳ. Γέγραπται γὰρ ἐν τῷ Δευτερονομίῳ, ὅτι Γυνὴ, ἥτις ἂν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Αὕτη δὲ ἐπειδὴ μὴ σπερματισθεῖσα ἐγένετο μήτηρ τοῦ Ἐμμανουὴλ, καθαρὰ καὶ ἁγία καὶ ἀμίαντός ἐστι, καὶ μετὰ τὸ γενέσθαι μητέρα, ἔτι παρθένος διαμένουσα.

Ἐπειδὴ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐ τῇ ἐξ ἀνδρὸς καὶ γυναικὸς συνόδῳ παρῆλθεν εἰς γένεσιν, ἀλλ᾽ ἐκ τῆς γῆς ἀνεπλάσθη, καὶ ὁ ἔσχατος Ἀδὰμ τὴν ἐκείνου φθορὰν ἀνακαινίζων, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα ἔλαβεν, ἵνα ἐν τῷ ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός. —Ὑπὲρ δὲ τοῦ τὴν παράδοξον ταύτην γέννησιν μὴ πάντη ἄπιστον ἔχειν τοῖς δυσπαραδέκτως περὶ τὴν θείαν οἰκονομίαν διακειμένοις, ἔκτισέ τινα τῶν ζώων ὁ δημιουργὸς δυνάμενα ἀπὸ μόνου τοῦ θήλεος, χωρὶς τῆς τῶν ἀῤῥένων ἐπιπλοκῆς, ἀποτίκτειν.

Τοιαῦτα γὰρ ἱστοροῦσι περὶ γυπῶν οἱ τὰ περὶ ζώων πραγματευσάμενοι. Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Παιδικῇ τροφῇ χρῆται ὁ Ἐμμανουὴλ διὰ τὴν σάρκα, βουτύρῳ καὶ μέλιτι. Καὶ ὅμως ἐν τῇ τοῦ νηπίου καταστάσει ὑπάρχων, διὰ τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν τῆς ἀγαθότητος, πρὸ τῆς κατὰ τὴν ἡλικίαν τελειώσεως, ἀπειθήσει μὲν πονηρίᾳ, ἐκλέξεται δὲ τὸ ἀγαθόν. Διότι ἡ μὲν ἡμετέρα φύσις ἴσην ἔχει τὴν ἐφ᾽ ἑκάτερα ῥοπὴν, καὶ πολλάκις μὲν πρὸς τὸ πονηρὸν, πολλάκις δὲ καὶ πρὸς τὸ ἀγαθὸν ἀποκλίνει, ὡς ἐπὶ ζυγοῦ, νῦν μὲν ἐπὶ τὰ πάθη τῆς ψυχῆς καταῤῥεπούσης, νῦν δὲ πάλιν ὑπὸ τοῦ λόγου ἀνελκομένης ἐπὶ τὸ βέλτιον. Ἀλλ᾽ οὐχὶ καὶ ὁ Κύριος οὕτως· ἀλλ᾽ ἡ πρὸς τὸ ἀγαθὸν αὐτοῦ οἰκείωσις, εὐθὺς ἐκ πρώτης γενέσεως διεφαίνετο. Τί γὰρ γέγραπται;

Ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. —Ἀναδραμῶν δὲ ἐπὶ τὰ ἐν Γενέσει γεγραμμένα περὶ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, εὑρήσεις ἐκεῖ τὴν πρὸ τῆς ἁμαρτίας κατάστασιν τοῦ Ἀδὰμ παραπλησίαν οὖσαν τῇ νῦν ἀναγεγραμμένῃ· ὅτι ἐν ἀγνοίᾳ ἦν τοῦ πονηροῦ κατὰ πεῖραν. Διὸ καὶ ὁ Κύριος ἐν μὲν τῇ παιδικῇ διαθέσει τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο· ἐν δὲ τῷ ἀθετεῖν τὴν πονηρίαν, τὴν ἐκ τῆς παρακοῆς παρανομίαν ἐπηνωρθώσατο.

Ἀλλ᾽ ἐπάξει (φησὶν) ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ᾽ ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ἔοικε τὰς τελευταίας ἡμέρας, μετὰ τὸ Πάθος τοῦ Κυρίου, ἐκ τῆς τῶν Ῥωμαίων πολιορκίας ἐπελθούσης τῇ Ἱερουσαλὴμ, ὁ λόγος αἰνίσσεσθαι. Μετὰ γὰρ τὴν ἐπιδημίαν τοῦ Ἐμμανουὴλ, ἐπάξει Κύριος ἐπὶ τὸν Ἀχὰζ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ᾽ οὗ ἀπεμερίσθη τοῦ Ἰούδα, αἰχμάλωτος ἀπαχθεὶς ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων. Ἀπέστη δὲ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ὃς πρῶτος κατῆρξε τῆς ἀποστασίας, εἰπών· Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. Διὰ τοῦτο ὁ Ἐφραῒμ ἀφεῖλε τὸν βασιλέα τῶν Ἀσσυρίων ἀπὸ τοῦ Ἰούδα ἐφ᾽ ἑαυτὸν, περιπατήσας καὶ μὴ ἐάσας ἐπικεῖσθαι σφοδρῶς τῇ πολιορκίᾳ τῆς Ἱερουσαλήμ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰς Αἴγυπτον (φησὶ) κατέβη ὁ λαός μου, παροικῆσαι ἐκεῖ· καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Διὰ τοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη, τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν τοῖς Ἀσσυρίοις, ἐξελεύσεσθαι αὐτοὺς καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους ἀναπαύσασθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσι.

Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ μελίσσας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησί, τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γάρ ἐστι ζῶον ἀπὸ κόπρου τὴν γένεσιν ἔχον, ὀχληρὸν τοῖς ἀνθρώποις γένος καὶ μυσαρὸν, ὧν καὶ ἡ ζωὴ ὀχληρὰ καὶ ὁ θάνατος βδελυκτός.

Τότε μέρους κυριεύουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ἀρχόμενος ὁ Νεῖλος, περὶ βραχὺ ἑαυτοῦ μέρος, τὸ πρὸς ταῖς ἐκβολαῖς τῆς θαλάσσης, κατοικοῦσαν ἔχει τὴν Αἴγυπτον. Ἐν ᾧ τόπῳ πάντα τὰ τετράποδα καὶ θηρία καὶ ἑρπετὰ καὶ πτηνὰ θεοποιούμενα προσκυνεῖται.

Ταύτας οὖν τὰς μυίας, τὸ ἀσθενὲς τῆς ἀντικειμένης δυνάμεως, τῷ συριγμῷ ἑαυτοῦ ἀφανίσει Κύριος, τουτέστι τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ἀφανίσει. —Καὶ ἐν χώρᾳ τῶν Ἀσσυρίων τῇ μελίσσῃ. Ἔστι δὲ καὶ ἡ μέλισσα μικρὸν ζῶον καὶ ἀσθενὲς, ἀποθνῆσκον ἐν ᾧ ἀμύνεται. Ὁμοῦ τε γὰρ ἐνῆκε τὸ κέντρον, καὶ συναπέθανε τῇ πληγῇ· καὶ τὸν μὲν τρωθέντα μικρὸν ἔβλαψεν, ἑαυτὴν δὲ τῆς ζωῆς ἀπεστέρησε.

Τοιαύτη τῶν πικρῶν ἀνθρώπων καὶ πνευματομάχων ἡ φύσις, μείζονα κακούντων ἑαυτοὺς διὰ τῆς πονηρίας, ἢ ὅσοι ἂν αὐτῶν τῇ ὀργῇ περιτύχωσιν. Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.

Μετὰ τὴν γένεσιν τοῦ Χριστοῦ, πάσης τῆς ἀντικειμένης δυνάμεως, ὡς μυίας καὶ μελίσσης, τῷ πνεύματι τοῦ στόματος τοῦ Κυρίου διασκεδασθείσης, ἐπισυναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐναναπαύσονται ταῖς αὐτοφυέσιν ὑποδοχαῖς, φάραγξι καὶ χώραις καὶ ταῖς ῥαγάσι καὶ τοῖς τοιούτοις. Τὸ δὲ Ξυρήσει Κύριος ἐν τῷ μεμισθωμένῳ ξυρῷ τοῦ βασιλέως τῶν Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα αὐτοῦ ἀφελεῖ, ἔοικεν ὁ λόγος αἰνίσσεσθαι διὰ τοῦ μεμισθωμένου ξυροῦ δύναμίν τινα μισθοφορικὴν, τὴν μέλλουσαν ψιλὴν ἀποδεικνύειν τὴν Ἀσσυρίων βασιλείαν, ἥτις καὶ τὰ ἔνδοξα αὐτῆς περιαιρήσεται, τουτέστι τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ τὸν πολὺν καὶ χυδαῖον λαὸν ἐξαφανίσει, οὓς τροπικῶς ὁ λόγος τρίχας ποδῶν παρέδωκεν. Ἔπειτα μέντοι καὶ αὐτὰ τὰ τιμιώτατα καὶ τὰ τῆς ἀνδρείας σύμβολα, ἃ πώγωνα προσηγόρευσεν, ὑπὸ τοῦ ξυροῦ τοῦ μεμισθωμένου περιαιρήσεσθαι ἀπειλεῖ. —Καὶ τάχα οἱ προσέχοντες τῇ ἱστορίᾳ εὑρήσουσι παρὰ τῆς Ῥωμαϊκῆς δυνάμεως ταῦτα περὶ τοὺς Ἀσσυρίους γεγενημένα, ἃ ἐπὶ τῆς γεννήσεως γίνεται τοῦ Ἐμμανουήλ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ἐπειδὰν ἡ ἀνάπαυσις τῷ Ἰσραὴλ ῥυσθέντι ἀπὸ τῆς αἰχμαλωσίας γένηται, ἀτιμωθῇ δὲ ὁ ἐπιβουλεύων αὐτῷ βασιλεὺς, γυμνωθεὶς ὑπὸ τοῦ μεμισθωμένου ξυροῦ, τότε (φησὶ) τοσαύτη κατὰ τὴν χώραν εὐετηρία γενήσεται, ὥστε μίαν δάμαλιν καὶ δύο πρόβατα τῷ κεκτημένῳ δαψιλὲς χορηγεῖν τὸ γάλα· ὥστε ἔχειν αὐτὸν περιουσίαν βουτύρου, διὰ τὸ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς βουτύρῳ καὶ μέλιτι τρέφεσθαι. —Τάχα δὲ εὐπρεπέστερον ὑψηλοτέραις ἐννοίαις τὰς περὶ τῶν ζώων διδασκαλίας ἐκδέχεσθαι. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, ὅτι θρέψει ἕκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς, δάμαλιν εἶπε, τὸ γεωργικὸν καὶ συνεργὸν ἡμῖν ζῶον· καὶ ἀντὶ τοῦ ἡμέρου καὶ ἐπιεικοῦς καὶ εὐμεταδότου ἤθους, πρόβατα τροπικῶς προσηγόρευσε.

Διότι, ὥσπερ ἀπὸ τοῦ ζώου τούτου ἡ ὕλη τῆς σκέπης ἡμῖν ὑπάρχει, οὕτως ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν περιβολῆς ἡ ζωὴ τῶν σπουδαίων κατακοσμεῖσθαι πέφυκεν. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς καὶ κεκόσμηται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ δύο πρόβατα.

Βούτυρον καὶ μέλι τὰ εἰσαγωγικὰ εἰς τὴν θείαν διδασκαλίαν διδάγματα λέγει· διότι πρῶτον ἀνθρώπου τροφὴ, βούτυρον καὶ μέλι ἐπινενόηται. Ὅταν δὲ τούτοις αὐτάρκως τραφῇ, μετὰ τὸ στοιχειωθῆναι, τότε ὑπερβὰς τὰ ἐπὶ τῆς γῆς, στερεωτέρας καὶ μείζονος καὶ ἀνδράσι πρεπούσης τροφῆς μεταλήψεται, τοῖς πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδούς.