Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 9ο κεφάλαιο: Το μέγα φως και η βασιλεία της Ειρήνης

Η έλευση του αληθινού φωτός στα έθνη, η γέννηση του Παιδίου ως Άρχοντα Ειρήνης και η πνευματική συντριβή της αλαζονείας του Εφραίμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 11 από 17

ΚΕΦΑΛΑΙΟΝ θʹ Τοῦτο πρῶτον πίε· ταχὺ ποίει, χώρα Ζαβουλῶν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ, οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου· καὶ ἐυφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα· ὅτι ἀφῄρηται ὁ ζυγὸς, ὁ ἐπ᾽ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι· καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οἱ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς Ἄγγελος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.

Εὐαγγελίζεσθαι μέλλων τὰ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ὁ λόγος, ὥσπερ τινὰ πρότασιν ὀρέγων πνευματικῆς εὐφροσύνης, οὕτω δεξιοῦται τὸν εὐαγγελιζόμενον· Τοῦτο πρῶτον πίε. Ὁ πίνων πρῶτον, εἰς ἑαυτὸν καταδέχεται τὸ ποτὸν, μετ᾽ ἐπιθυμίας αὐτὸ προσιέμενος. Τότε γὰρ μάλιστα καὶ ἡ ἀπ᾽ αὐτοῦ χάρις ἀναδίδοσθαι πέφυκεν, ὅταν μὴ ναυτιῶν, μηδὲ ἀποβλύζων, ἀλλὰ δι᾽ ὑπερβολὴν ξηρότητος ἐφιέμενος τῆς ἐκ τοῦ ποτοῦ παραμυθίας, καὶ ταῖς νοτίσι τοῦ ποθέντος ἑαυτὸν διυγραίνει. —Διὰ τοῦτο καὶ νῦν ὁ εὐαγγελιζόμενος ὡς δεδιψηκότι λαῷ τὴν προσδοκωμένην χάριν, φησί· Τοῦτο πρῶτον πίε. Ὑπόδεξαι τῇ ψυχῇ τὴν εὐφροσύνην, ἔνθου τὸ δόγμα τῆς σωτηρίας. Μὴ δεύτερον ἄλλου ἡγήσῃ, μηδὲ προτιμότερόν τι τούτου νομίσῃς ἕτερον. Πρὸ πάντων ἐστίν. Οὔτε σοί τι πρότερον νοηθῆναι δύναται τοῦ Κτίσαντός σε, οὔτε τῇ φύσει τιμιώτερόν τι, τοῦ Πρωτοτόκου πάσης κτίσεως. Πρῶτον πίε.

Μάθε ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδὲν πρὸ ἀρχῆς, οὐδὲν πρὸ τοῦ ἐν ἀρχῇ. Μὴ αἰῶνα προπίῃς, μὴ διάστημα, μὴ τόπον ἔρημον τῆς Υἱοῦ ὑπάρξεως· μὴ χρόνον, μὴ καιρόν· μηδὲν τῶν κατὰ φαντασίαν ματαίων, δυναμένων τῇ ψυχῇ ἐγγίνεσθαι.

Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Μὴ χαύνως, μηδὲ καταβεβλακευμένως, μηδὲ ἀσπούδως, μηδὲ ἐκλύτως ἐπὶ τὴν τοῦ ἔργου ἔρχου παραδοχὴν, ἀλλὰ συντόνως καὶ κατεσπευσμένως. Οἷος ἦν Παῦλος· ὁμοῦ τε ἔπινε τὴν πίστιν, καὶ οὐδένα καιρὸν ἀνεβάλλετο πρὸς τὸ κήρυγμα· ὅς γε οὐδὲ προσανέθετο σαρκὶ καὶ αἵματι, ἀλλ᾽ εὐθὺς, ὥσπερ τις δρομεὺς, ὁμοῦ τε ἔλαβε τὸ τοῦ δρόμου σύνθημα, καὶ πρὸς τὸ τέλος ἐπείγετο, κατὰ σκοπὸν διώκων, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως.

Χώρα Ζαβουλών. Πρὸς τοὺς αὐτοὺς ἀποτείνεται ὁ Προφήτης, πρὸς οὓς ἐπεχωρίαζεν ὁ Κύριος, οἵτινες πρότερον ἐν τῷ σκότει τῆς ἀγνοίας πορευόμενοι, ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, εἶδον φῶς μέγα. Καὶ μηδεὶς οἰέσθω διαφωνίαν ἔχειν πρὸς τὸ προφητικὸν ῥητὸν τὰ παρὰ τοῦ Ματθαίου, εἴπερ ὁ μὲν εἶπεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ὁ δὲ Ἡσαΐας φαίνεται εἰρηκώς· Ὁ πορευόμενος ἐν σκότει. Ἴσον γὰρ δύναται καὶ τὸ ἐν σκότει πορεύεσθαι, καὶ τὸ καθέζεσθαι, διότι τοῦ ἀποκειμένου τέλους ὁμοίως ἀμφότεροι ἀπολείπονται· ὁ μὲν μὴ κινούμενος, ὁ δὲ εἰκῆ περιερχόμενος. Καὶ γὰρ ὁ ἄνευ σκοποῦ βαδίζων, οὐδαμοῦ προχωρεῖ, καὶ ὁ ἐν ἀργίᾳ πεπεδημένος οὐκ ἐφικνεῖται τοῦ τέλους.

Οὗτος τοίνυν ὁ λαὸς, ὁ ἐν τῇ ἐθνικῇ ἀγνοίᾳ ἐσκοτωμένος, εἶδε φῶς, οὐχ οἷον τὸ ἀπὸ πυρὸς, οὐδὲ οἷον τὸ ἀπὸ ἀστέρων ἢ σελήνης, οὐδὲ οἷον τὸ ἡλιακὸν ἢ ἀστραπαῖον· ἀλλὰ φῶς μέγα, ὃ καὶ νοητοῖς ἐπιλάμπει καὶ αἰσθητοῖς, ὃ καὶ Πατρὶ σύνεστι, καὶ ἀνθρώπους φωτίζει, καὶ Ἀγγέλους φαιδρύνει, καὶ πᾶσιν ἐπαρκεῖ, καὶ ἔτι ἑαυτοῦ τὰς αὐγὰς ἔχει ὑπερτεινομένας πρὸς τὸ πλεῖον. —Ὁ δὲ λαὸς ὁ τῶν ἐθνῶν ᾤκει ἐν χώρᾳ ποδαπῇ; Σκιαζομένῃ ὑπὸ τοῦ θανάτου. Οἱονεὶ γὰρ νεφέλη βαθεῖα ἐπέκειτο αὐτοῖς, διὰ τῆς εἰδωλολατρείας, ἕως ἐλθὸν τὸ φῶς διέκοψε μὲν τὴν ἀχλὺν, ἐφήπλωσε δὲ αὐτοῖς τῆς ἀληθείας τὸ φέγγος.

Εἶτα πρὸς αὐτὸ τὸ τοῦ Κυρίου πρόσωπον μεταβαίνει ὁ λόγος. Τί λέγων; Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Οὐ γὰρ πάντες ἐδέξαντο τὸν λόγον, ἀλλ᾽ οἱ πλεῖστοι ἠκολούθησαν τῷ καλοῦντι εἰς εὐφροσύνην αἰώνιον, οἵτινες καὶ εὐφρανθήσονται ἐνώπιον τοῦ Θεοῦ, Ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ. Ὃ γὰρ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει.

Ἐν οὖν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως οἱ τὸν λόγον δεξάμενοι καὶ καρποφορήσαντες κατὰ ἀναλογίαν τῶν ἐνταῦθα αὐτοῖς προκαταβεβλημένων, κομιζόμενοι παρὰ τοῦ δικαίου Κριτοῦ τὰς ἀντιμισθίας, εὐφρανθήσονται Ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.

Οἱ μὲν εὐφραινόμενοι ἐν ἀμήτῳ, ἐκ τῶν ἰδίων πόνων τὰς ἀρχὰς τῆς εὐφροσύνης ἔχουσιν· οἱ δὲ ἀπὸ σκύλων πλουτοῦντες, ἀθρόαν ὑποδέχονται τοῦ πλούτου τὴν ἀφορμήν. Διὰ τοῦτο ἀμφότερα εἶπεν, καὶ τὰ ἐξ ἀντιδόσεως ἀγαθὰ, καὶ τὰ ἐκ χάριτος ὑπὸ τοῦ Μεγαλοδώρου δίδοσθαι μέλλοντα. — Ἀφῄρηται γὰρ ὁ ζυγὸς ὁ ἐπὶ τῶν ἐθνῶν κείμενος, ἀπεσείσαντο τὸν βαρὺν ζυγὸν τοῦ τῇ δουλείᾳ τῆς ἁμαρτίας αὐτοὺς ὑποζεύξαντος, καὶ ῥάβδῳ τὸν τράχηλον αὐτῶν κατακάμποντος, ἵνα τὸ ἀποστολικὸν κήρυγμα τῆς ψυχῆς καταβαλόντες, μὴ ὑποκύψωσι τῇ δουλείᾳ τῆς ἁμαρτίας.

Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Δεινὸς ἀπαιτητὴς ἐφέστηκε τῇ ἀνθρωπίνῃ ζωῇ, ῥαβδίζων καὶ ἀπαιτῶν τὰ ἑαυτοῦ θελήματα, ὁ κοινὸς ἡμῶν ἐχθρός. Βούλει μαθεῖν τῆς ῥάβδου ταύτης τὰς πληγάς; Ἄκουε τοῦ λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Δυσώδεις μώλωπας ἐμποιεῖ τῷ πληγέντι ἡ πονηρὰ ῥάβδος. Ἐννόησόν μοί τινα συνεχόμενον ἐν ἐπιθυμίαις ποικίλαις καὶ σφοδρῶς ἐγκείμενον τῇ ἀπολαύσει τῶν ἡδονῶν· πῶς ῥαβδιζομένῳ ἔοικε καὶ ἀπαγομένῳ πρὸς τὴν ἁμαρτίαν. Οὐκ ἀνίησιν ἡ ἐπιθυμία κέντρα καὶ ὀδύνας ἐμποιοῦσα τῷ ἀκολάστῳ, ἕως ἂν τὸν ἐκ τῆς ἁμαρτίας μώλωπα τῇ ψυχῇ ἐμποιήσῃ, δυσωδίαν ἐναφιέντα ἐν τῇ τῶν αἰσχρῶν ἀναμνήσει. —Ταύτην τοίνυν τὴν ῥάβδον διασκεδάσει, ὡς διεσκέδασε τὴν ἀρχὴν καὶ τὴν δυναστείαν τῶν Μαδιηναίων· ὧν (οἶμαι) τῆς ἱστορίας μέμνησθε, ἢ τῆς κατὰ τοὺς Ἀριθμοὺς, ἢ τῆς ἐν τοῖς Κριταῖς. Ἐν μὲν γὰρ τοῖς Ἀριθμοῖς φησι· Παρετάξαντο ἐπὶ Μαδιὰμ, καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Μωϋσεῖ· καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιὰμ ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν. Ἐν δὲ τοῖς Κριταῖς· Ὁ Γεδεὼν ἀπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν· Ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χερσὶν ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ.

Τί δέ ἐστι τὸ Πᾶσαν στολὴν συνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσειν; Οἶμαι λέγεσθαι, ὅτι οἱ τὸν βαρὺν ἐπιτιθέντες τῆς ἁμαρτίας ζυγὸν καὶ ῥάβδῳ συντρίβοντες, συναναγκάζουσι πρὸς ἁμαρτίαν, οὗτοι τὴν μετὰ δόλου ἐπισυνηγμένην στολὴν καὶ τὸ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν.

Οἱ λωποδυτήσαντες τοὺς ἀνθρώπους καὶ δόλῳ αὐτοὺς γυμνοὺς τῶν σκεπασμάτων ἀποδείξαντες, μετὰ καταλλαγῆς ἀποτίσουσιν. Ὅταν γὰρ λάβῃ ἡμᾶς ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν ὁ κοινὸς ἐχθρὸς, ἀφαιρεῖ ἡμῶν τὰ ἱμάτια, τὰ τοῖς ἀσχήμοσιν ἡμῶν εὐσχημοσύνην περιτιθέντα. Ἱμάτιον δὲ Χριστιανῶν, σκέπον τὸ ἄσχημον ἡμῶν τῆς ἁμαρτίας, ἡ εἰς Χριστὸν πίστις· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. —Ἦν δὲ καὶ πρὸ τῆς εἰς Χριστὸν πίστεως γυμνῶν τὴν ἀνθρωπείαν ἀσχημοσύνην ὁ ἐχθρὸς ἡμῶν τὰς ἐννοίας ἡμῶν, αἷς ἡ ζωὴ ἡμῶν κατεκοσμεῖτο, περιαιρῶν, καὶ τὴν γύμνωσιν ἡμῶν δημοσιεύων.

Ἐπεὶ οὖν δολεραῖς ἐπινοίαις ἀπημφίασε, πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ πᾶν ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσει. Οὐ γὰρ μόνον ἀπολαμβάνομεν, ἃ ἀφῃρήμεθα, ἀλλὰ καὶ τῇ προσθήκῃ τῆς εἰς Χριστὸν ἐπιγνώσεως βελτιούμεθα. Ἐνέδυσε γάρ με (φησὶν) ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.

Πᾶσαν οὖν στολὴν ἐπισυνηγμένην δόλῳ, τουτέστι λαθραίως ὑφαιρεθεῖσαν, μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ Θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν. —Αἱ πονηραὶ δυνάμεις μετὰ τὴν τοῦ Κυρίου ἐπιδημίαν ἔκραζον· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τότε αἱροῦνται γενέσθαι πυρίκαυστοι μᾶλλον, ἢ ὑπὸ τῆς ἐν σαρκὶ Χριστοῦ ἐπιφανείας κατακρίνεσθαι.

Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ ὤμου αὐτοῦ. Καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος. Πόσα ἤδη ὀνόματα ἐδιδάχθημεν τοῦ Κυρίου, ἀνώτερον ἠκούομεν. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἐνταῦθα καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος. Οὗτος, ὁ τὴν μεγάλην βουλὴν τὴν ἀποκεκρυμμένην ἀπὸ τῶν αἰώνων γνωρίσας, τὴν ἑτέραις γενεαῖς μὴ φανερωθεῖσαν. Οὗτος, ὁ ἀναγγείλας καὶ φανερώσας τὸν ἀνεξιχνίαστον ἑαυτοῦ πλοῦτον ἐν τοῖς ἔθνεσιν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα, αὐτοῦ γὰρ τούτου, οὗ ἡ ἀρχή ἐστιν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν, ἡ βασιλεία καὶ ἡ δύναμις ἐν τῷ σταυρῷ. Ἐπὶ τοῦ σταυροῦ γὰρ ὑψωθεὶς, πάντας εἴλκυσε πρὸς Ἑαυτόν.

Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐκ τούτου παρίσταται, ὅτι ἐκ τοῦ Πατρικοῦ Προσώπου ἐστὶ τὰ λεγόμενα. Διὰ τὸ εἰρηνοποιῆσαι αὐτὸν διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴρηται τὸ Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Οἶμαι τὸ τῆς ἀναστάσεως δείκνυσθαι διὰ τούτου μυστήριον. Ἐπειδὴ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ· διὰ τοῦτο ὑγεία ἄγεσθαι αὐτῷ λέγεται, ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφε.

Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Εἰρήνην (φησὶ) δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Διὰ τοῦτο οὐκ ἔστιν ὅριον τῆς εἰρήνης αὐτοῦ, ἐπειδὴ ὑπερκόσμιόν ἐστι τὸ δῶρον· εἰ γὰρ ἐκ τοῦ κόσμου ἦν, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. —Νῦν δὲ ὁ δεξάμενος αὐτοῦ τὴν εἰρήνην καὶ φυλάξας εἰς τὸν αἰῶνα χρόνον, τοῖς ἐκ τῆς εἰρήνης καλοῖς συμβιώσεται. Ἡ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιωρίζετο· ἡ δὲ παρὰ τοῦ Κυρίου εἰρήνῃ τῷ αἰῶνι παντὶ συμπαρεκτείνεται, ἀπεριόριστος οὖσα καὶ ἀτερμάτιστος.

Πάντα γὰρ ὑποταγήσεται αὐτῷ, καὶ πάντα ἐπιγνώσεται τὴν αὐτοῦ δεσποτείαν· καὶ ἐπειδὰν γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, καθησυχασθέντων τῶν θορυβούντων ταῖς ἀποστασίαις, ἐν εἰρηνικῇ συμφωνίᾳ τὸν Θεὸν ὑμνήσουσιν.

Ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ ἐπὶ βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν. Διὰ τὸ εἰρῆσθαι, ὅτι Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, πάντες σχεδὸν ὁμοφώνως ἐκ σπέρματος Δαβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν Κύριον, καταγγέλλουσιν. Ἐπὶ οὖν τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ καθήσεται, ὥστε κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. —Τὰ κρίματά σου (φησὶν) ἄβυσσος πολλή· καὶ Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Οὔτε οὖν τὰ κρίματα καταληπτὰ, οὔτε ἡ δικαιοσύνη κατ᾽ ἀξίαν τοῦ ὕψους θεωρητή.

Καὶ ταῦτα ποιήσει ὁ ζῆλος Κυρίου Σαβαώθ. Ζηλώσας ἡμᾶς, τοὺς ἀπολλυμένους τῇ ἀγνοίᾳ, δέξεται, ὑπὲρ τοῦ περιποιήσασθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν, τὴν ἐν ἀνθρώποις οἰκονομίαν. Ὁ οὖν ζῆλος Κυρίου Σαβαὼθ, τοῦ Θεοῦ τῶν στρατιῶν, ᾧ πᾶσα δύναμις ὑποτέτακται, οὗτος ταῦτα ποιήσει.

Λόγον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

Ἐν τῇ προσηγορίᾳ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ δύο πραγμάτων ἔννοιαν ὑποβάλλειν ἡμῖν ὁ λόγος ἔοικε· τήν τε εἰσαγωγὴν τῶν ἀτελεστέρων, καὶ τὴν ἐπὶ τὸ ἀκρότατον τῆς ἀρετῆς τελείωσιν. Τοῦτον δὲ ἡμῖν ὑποβάλλει τὸν νοῦν ὁ τρόπος τῆς μετωνομασίας τοῦ πατριάρχου· ἐπὶ μὲν γὰρ τῇ γενέσει, διὰ τὸ ἐπειλῆφθαι τῆς πτέρνης τοῦ ἀδελφοῦ, Ἰακὼβ εἴρηται· μετὰ δὲ τὴν πάλην, ἀντὶ ἄθλου δίδοται αὐτῷ ἡ προσηγορία ὡς νενικηκότι· Οὐ γὰρ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. —Ἀπεστάλη τοίνυν Λόγος πρὸς Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ. Διὰ μὲν γὰρ ἐλεημοσύνην τοῖς ἀσθενεστέροις πρώτοις συγκαταβαίνει ὁ Λόγος· οἱ δὲ διορατικώτεροι, αἰσθανόμενοι τῆς ἀπ᾽ αὐτοῦ ὠφελείας, οἱονεὶ διαρπάζουσιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη, νωθρότητα προλαμβάνοντες.

Λόγον οὖν ἀπέστειλε Κύριος ἐπὶ Ἰακώβ. Οἶδας τὸν Λόγον, τὸν ἐν ἀρχῇ ὄντα, τὸν πρὸς τὸν Θεὸν ὄντα; Τοῦτον ἀπέστειλεν ὁ Πατὴρ ἐπὶ Ἰακώβ. Ἐγνώρισε δὲ αὐτὸν ὁ ἀληθινὸς Ἰσραὴλ, αἱ ψυχαὶ αἱ διορατικώτεραι. Καὶ ἐπέγνω πᾶς ὁ λαὸς Ἐφραῒμ, οἱ πρότερον καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ. Οὗτός ἐστιν Ἐφραῒμ, ἐξ οὗ βλαστήσας ὁ ἀποστάτης Ἱεροβοὰμ, τὰς δέκα φυλὰς ἑαυτῷ συναπέσχισε καὶ χρυσᾶς δαμάλεις ἀναπλάσας, ἀναχωρῆσαι τὸν λαὸν ἔπεισε τῆς λατρείας τοῦ Θεοῦ καὶ λατρεύειν εἰδώλοις Αἰγυπτίων. Οἱ οὖν καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, οὗτοι τῆς ἀληθείας ἐν συναισθήσει γενόμενοι, ἐδέξαντο τὸν λόγον, καθὼς καὶ αἱ Πράξεις διηγοῦνται, ὅτι ἤκουσαν οἱ Ἀπόστολοι, ὅτι ἡ Σαμάρεια δέδεκται τὸν λόγον.

Εἶτα διαγράφει αὐτῶν ὁ Προφήτης τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ὅση ἦν· καταφρονοῦντες γὰρ τῆς μερίδος τοῦ Δαβὶδ, ὡς εὐκαθαίρετον ἐχούσης τὴν βασιλείαν, ἔλεγον ἐπὶ χλεύει τὸ Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους.

Πλίνθους μὲν ὠνόμαζον τὴν οἰκοδομὴν τῆς βασιλείας τῶν υἱῶν Ἰεσσαί· λίθων δὲ στεῤῥότητα συνηρμοσμένων ἀλλήλοις, τὴν ἑαυτῶν δύναμιν, καὶ τὴν πρὸς τὰ τοῦ βίου πράγματα σύμπνοιαν προσηγόρευον. Καὶ κόψωμεν (φησὶ) συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον, ἀντὶ τοῦ ναοῦ, ὃν κατεσκεύασε τῷ Ἰούδᾳ ὁ Σολομῶν.

Ὅμοια διενοοῦντο τοῖς δι᾽ ὑψηλῆς πύργου κατασκευῆς, ἐπιχειροῦσιν ἑαυτοῖς βάσιμον ποιῆσαι τὸν οὐρανόν. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Δεῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί· καὶ πάλιν· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. —Ἡ δὲ συκάμινος δένδρον ἐστὶ πολυφορώτατον καρπῶν, οὐδεμίαν ποιότητα ἐχόντων, εἰ μή τις ἐξ ἐπιμελείας ἀμύξας, ὀπόν τινα αὐτοῖς ἐπισπάσαιτο, ἡδονὴν ἐμποιοῦντα τῇ γεύσει.

Ὅθεν ἡγούμεθα σύμβολον εἶναι τῆς ἐθνικῆς συναγωγῆς, πληθυνούσης μὲν, οἱονεὶ δὲ μεμωραμμένης, διὰ τὴν ἐν τοῖς ἐθνικοῖς ἐπιτηδεύμασι συνήθειαν, ἣν ἐὰν καταμύξαι τις διὰ τοῦ Λόγου δυνηθῇ, γλυκανθεῖσα τῇ μεταβολῇ, εἰς εὐχρηστίαν μεταβάλλεται.

Καὶ αἱ κέδροι λαμβάνονται μέν ποτε καὶ εἰς εἰκόνα ψυχῶν μεγάλων καὶ ἀξιόλογον ἐχουσῶν δίαρμα, ἐκ τοῦ διανεστηκέναι τῷ φρονήματι καὶ τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς· καθὼς ἐδιδάχθημεν ἐν ψαλμοῖς, νῦν μὲν εἰς τὸν αἶνον τοῦ Θεοῦ παραλαμβάνοντος αὐτὰς τοῦ Δαβὶδ, καὶ λέγοντος· Ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· πάλιν δέ· Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν. —Ἤδη δὲ καὶ τὰ σκληρὰ καὶ δύσκαμπτα ἤθη, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, κέδρους ἔγνωμεν λεγόμενα· Διὰ τοῦτο Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. —Καὶ οἱ ἐπαιρόμενοι ἐπὶ τῇ ψευδωνύμῳ γνώσει καὶ φαντασιούμενοι ὡς τὰ μυστήρια τοῦ ὑπεράνω Θεοῦ κατειληφότες, κέδροι λέγονται· Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· ὧν ἡ ἐξολόθρευσις ταχεῖα· Παρῆλθον γὰρ καὶ ἰδοὺ οὐκ ἦν.

Ταύτας οὖν τὰς κέδρους παρελάμβανον εἰς τὴν τοῦ πύργου κατασκευὴν οἱ, πρὸ τῆς ἐπιδημίας τοῦ Λόγου, καθήμενοι ἐν Σαμαρείᾳ ἐφ᾽ ὕβρει, καὶ χλευάζοντες τὴν κατὰ τὸν Ἰούδαν θεοσέβειαν καὶ πλίνθους πεπτωκυίας λέγοντες τὰ ἐν δόγμασιν ἐκείνων οἰκοδομήματα.

Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ᾽ αὐτὸν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει, Συρίαν ἀφ᾽ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ᾽ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι.

Ῥάξειν οὖν αὐτοὺς ἐπαγγέλλεται καὶ καταβαλεῖν πάντας τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ διασκεδάσειν αὐτῶν τὴν κατὰ τῆς ἀληθείας ἀσεβῆ συμφωνίαν. Εἰσὶ δὲ οἱ ἐχθροὶ Σύροι καὶ Ἕλληνες· οἱ μὲν τὰ πρὸς ἀνατολὰς τοῦ ἡλίου κατέχοντες, οἱ δὲ τὰ πρὸς ταῖς δυσμαῖς. Διὰ τοῦτο δὲ διασκεδασθήσονται, ἐπειδὴ κατήσθιον ὅλῳ τῷ στόματι τὸν Ἰσραήλ.

Στόμα δὲ λέγει νῦν τὴν σοφιστικὴν τοῦ λόγου δύναμιν, ᾗ πάσῃ κατεκέχρηντο εἰς τὴν ἐπιβουλὴν τῶν ἐν ἁπλότητι πεπιστευκότων τῷ Θεῷ. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη· καὶ τὸν Κύριον τῶν δυνάμεων οὐκ ἐζήτησαν. Ἐπὶ τούτοις πᾶσι, διὰ τὸ μήπω κατανυγῆναι μαστιζομένους τοὺς ἐχθροὺς τοῦ Θεοῦ, οὔπω ὁ θυμὸς ἀπεστράφη, ἀλλ᾽ ἔτι ἡ χεὶρ ἡ κολαστικὴ δύναμις ἐπηρμένη ἐστὶν ἐπὶ τῶν μὴ μετανοούντων ἐπὶ τῇ κακίᾳ καὶ πονηρίᾳ ᾗ ἔπραξαν. —Ἐπειδὴ οὖν ὁ λαὸς οὗτος οὐ διὰ λόγου, ἀλλὰ διὰ πληγῆς θεραπεύεται, γέγραπται· Καὶ πᾶς ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη.

Διόπερ ἀναγκαῖαι τοῖς τοιοῖσδε αἱ πληγαί. Μηδεὶς οὖν πολυπραγμονείτω τὰς αἰτίας τῶν σκυθρωποτέρων· διὰ τί αὐχμοὶ, διὰ τί ἐπομβρίαι, διὰ τί σκηπτοὶ, διὰ τί χάλαζαι. Δι᾽ ἡμᾶς, τοὺς τὴν ἀμετανόητον καρδίαν ἔχοντας καὶ μὴ πρότερον ἐπιστρέφοντας, ἐὰν μὴ πληγῶμεν.

Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ. Μετὰ τὸ φθάσαι ἐπ᾽ αὐτοὺς τὸν Λόγον τὸν ἀπεσταλμένον, πᾶσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει, καὶ περιαιρεθήσεσθαι μὲν ἄρχοντας καὶ τοὺς ἑπομένους, τούς τε ἐν δυναστείᾳ μέγα φυσῶντας καὶ τοὺς ὑποβεβηκότας. Ἀτιμασθήσεται πρεσβυτέρων προεδρία, καὶ τῶν κατὰ προσωποληψίαν κρινόντων. Οἱ δὲ μηδεμίαν τάξιν ἔχοντες ἐν τῷ λαῷ, αὐτοχειροτόνητοι δὲ καὶ προφητικὸν ἑαυτοῖς ἐπιψευδόμενοι χάρισμα (ὃ μὴ ἔλαβον παρὰ τοῦ Πνεύματος) καὶ διδάσκοντες τὰ ἄνομα, οἷος ἦν ἐπὶ Ἱερεμίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου οἱ ψευδοπροφῆται, ἐν οἷς ἐγένετο πνεῦμα ψευδὲς, ὃ ἐξηπάτα τὸν Ἀχαὰμ, προτρεπόμενον ἐπὶ τὸν κατὰ τῶν Σύρων πόλεμον· ἀφαιρεθήσονται καὶ οὗτοι, οἱονεὶ τὴν οὐραγίαν τοῦ λαοῦ κατέχοντες.

Ἀλλὰ καὶ μακαρίζοντες τὸν λαὸν τοῦτον, καὶ πλανῶντες αὐτὸν καὶ διὰ τῆς ἀπάτης ἐκκαρπούμενοι. Διὰ τοῦτο οὔτε ἐπὶ τοῖς νεανίσκοις καὶ ἀκμάζουσιν ἐν αὐτοῖς εὐφρανθήσεται ὁ Κύριος. Οὔτε εἴ τις ὀρφανὸς ἐν τῷ τοιούτῳ λαῷ, οὔτε εἴ τις χήρα ἐλεηθήσεται.

Τὸ μὲν γὰρ ἀσθενὲς καὶ ἀβοήθητον, ἐλέους ἄξιον· τὸ δὲ δυνατὸν ἐν κακίᾳ καὶ πονηρίᾳ, ἀποστροφῆς καὶ μίσους. — Εἶτα ἐπάγει, ὅτι οὐδέπω ὁ θυμὸς αὐτοῦ ἀποστρέφεται, ἀλλ᾽ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ ἐπίκειται, διὰ τοὺς πλανῶντας ἐν τῷ λαῷ καὶ πλανωμένους, παρ᾽ οἷς πάντες ἄνομοι καὶ πονηροὶ καὶ ἄδικα λαλοῦντες. —Ἔχει δέ τινα ἡ ἀπειλὴ εὐεργεσίας ἔμφασιν, ὅτι Καυθήσεται ἡ ἀνομία, ὡς πῦρ.

Τὴν γὰρ παρασκευασθεῖσαν ὕλην ἐκ τῆς ἀνομίας ἀφανισμῷ παραδοθῆναι ἐπ᾽ εὐεργεσίᾳ τῶν ἀνθρώπων παρὰ τοῦ ἀγαθοῦ Δεσπότου ᾠκονόμηται. Καὶ ὡς ἄγρωστις (φησὶ) ξηρὰ βρωθήσεται ὑπὸ πυρὸς, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ.

Ἕως μὲν ἐγκέχωσται τοῖς γηΐνοις πάθεσιν ἡ ψυχὴ, ὡς ἄγρωστις τὰ πάθη αὐτῆς, ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐκφυόμενα, διέρπει, δι᾽ ἀλλήλων τὴν γένεσιν ἔχοντα, καὶ ἄλλα ἐπ᾽ ἄλλοις γεννώμενα. Ὡς γὰρ ἡ ἄγρωστις πολυγονώτατόν ἐστιν ἐν βοτάναις καὶ οὐδαμοῦ καταλήγει αὐτῆς ἡ γέννησις, ἀλλ᾽ ἀεὶ τὸ πέρας τῆς πρώτης γενέσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται, τοιαύτη καὶ ἡ τῶν ἁμαρτημάτων ἐστὶ φύσις· αὐτὴ ἑαυτὴν διαδέχεται. Καὶ γεννᾷ μὲν ἡ πορνεία πορνείαν· ἡ δὲ ἐν τῷ ψεύδει συνήθεια ψεύδους γίνεται μήτηρ, καὶ ὁ ἐν κλοπαῖς μελετήσας, κατατολμᾷ ῥᾳδίως τοῦ ἀδικήματος. Ἡ γὰρ προλαβοῦσα ἁμαρτία ἀφορμὴ ἁμαρτίας γίνεται. —Ἐὰν οὖν γυμνώσωμεν τὴν ἁμαρτίαν διὰ τῆς ἐξομολογήσεως, ἐποιήσαμεν αὐτὴν ξηρὰν ἄγρωστιν, ἀξίαν τοῦ ὑπὸ τοῦ καθαρτικοῦ πυρὸς καταβρωθῆναι.

Αὕτη δὲ καίεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Τήρησον ὅσα περὶ δρυμῶν εἴρηται ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· πολεμούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Ἀλλὰ καὶ Ἀβεσσαλὼμ πολεμούμενος εἰς δρυμὸν εἰσέρχεται. Ἐὰν οὖν μὴ γένηται ὡς ἄγρωστις ξηρὰ, ἡ ἁμαρτία ἡμῶν, οὐ βρωθήσεται ὑπὸ πυρὸς, οὔτε κατακαυθήσεται. —Καὶ τὰ Δάση τοῦ δρυμοῦ τοὺς ὑπούλους λέγει καὶ συνεσκιασμένους τῇ διανοίᾳ, τοὺς ἐν τῷ κρυπτῷ τῆς καρδίας ἑαυτῶν πολλὰ τῶν κακῶν συντηροῦντας.

Εἶτα ἐπάγει, ὅτι Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη. Δείκνυσιν ὅτι τὰ γήϊνα τῷ πυρὶ τῷ κολαστικῷ παραδίδοται, ἐπὶ εὐεργεσίᾳ τῆς ψυχῆς, καθ᾽ ἃ καὶ ὁ Κύριος ὑποφαίνει, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον ἰδεῖν εἰ ἤδη ἀνήφθη. —Καὶ ἔσται ὁ λαὸς, ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος. Οὐκ ἀφανισμὸν ἀπειλεῖ, ἀλλὰ τὴν κάθαρσιν ὑποφαίνει, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. —Εἶτα τὴν κακίαν τὴν ἐν τῷ λαῷ καὶ τὴν στάσιν τὴν ἐν αὐτοῖς ἀκατάπαυστον ἤδη, καὶ παντελῶς εἰς τὸ ἀνίατον προχωρήσασαν διαγράφει.

Ἄνθρωπος γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ (φησὶν) οὐκ ἐλεήσει ἕκαστος, ἀλλὰ προσιόντα ἐπὶ τὸ τινὸς τυχεῖν ἀντιλήψεως, ἐκκλινεῖ εἰς τὰ δεξιὰ, τουτέστιν ἀδέξιος γίνεται, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ· ὁ γὰρ μὴ ἐργαζόμενος δεξιὰ καὶ ἀποδοχῆς ἄξια, οὗτος ἐμπλησθήσεται ἐκ τῶν σκαιοτέρων καὶ ἀπηγορευμένων. Τί οὖν ἐστι τὸ Φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ, ἑρμηνεύει.

Καὶ οὐ μὴ ἐμπλησθῇ (φησὶν) ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Θηριώδη τινὰ κατάστασιν τῆς ψυχῆς ὑποφαίνει, ἀλληλοφαγίαν τῶν ἀδελφῶν διηγούμενος, ὠμῶς ἐπιβαινόντων ἀλλήλοις. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῇ. Ἐξαγριοῖ γὰρ αὐτοὺς ἡ κακία καὶ θηρίοις ὠμοβόροις ποιεῖ παρεικάζεσθαι, οὐκ ἐμπιπλαμένους τοῦ ἐσθίειν ἀπὸ τῶν σαρκῶν τοῦ βραχίονος τοῦ ἑτέρου, ὧν τὸ τέλος ἐστὶ παντελὴς ἀπώλεια, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου, ὅτι Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε. —Οὕτω δὲ πρὸς ἀλλήλους ἐχθρῶς διακείμενοι, ὅμως ἐν τῇ κατὰ τοῦ πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσι τὸν Ἰούδαν (φησὶ) τουτέστι τοὺς ἐξομολογουμένους τῷ Θεῷ καὶ παραμένοντας αὐτοῦ τῇ λατρείᾳ. Ἰούδας γὰρ ἡ ἐξομολόγησις ἑρμηνεύεται.

Πλὴν ἡ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ πρὸς τὴν ἀρετὴν μάχῃ ἐπιδείκνυταί τινα συμφωνίαν· οἷον θρασύτης καὶ δειλία ἀλλήλαις ἀντίκεινται, ἡ μὲν ὑπερβολὴ τυγχάνουσα, ἡ δὲ ἔλλειψις· ἀλλὰ τῇ ἀνδρείᾳ, ἐν μέσῳ κειμένῃ, ὁμοίως μάχονται, οἱονεὶ πολιορκοῦσαι αὐτὴν ἑκατέρωθεν.

Διὰ τοῦτο Ἐφραῒμ καὶ Μανασσῆς ἐσθίειν μὲν ἀλλήλων τὰς σάρκας λέγονται, πολιορκεῖν δὲ ὁμοῦ γενόμενοι τὸν Ἰούδαν.