Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 11ο κεφάλαιο: Η ρίζα του Ιεσσαί και η αρμονία της πίστεως

Η ενανθρώπηση του Χριστού, τα χαρίσματα του Αγίου Πνεύματος, η πνευματική ειρήνη της κτίσεως και η σύναξη των εθνών υπό το σημείο του Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 13 από 17

ΚΕΦΑΛΑΙΟΝ ιαʹ Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Τὸν ἐκ σπέρματος Δαβὶδ Χριστὸν εὐαγγελίζεται ἡμῖν ὁ λόγος. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστιν ἐπὶ τῶν πάλαι προωρισμένων καιρῶν καὶ ἐν τῷ προδιατεταγμένῳ χρόνῳ, ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἀλλαχοῦ μὲν ῥάβδον λέγει ἐκ τῆς ῥίζης ἀνατελεῖν καὶ ἄνθος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἀναβήσεσθαι, τὴν ῥάβδον ἐπὶ τῆς ἀρχῆς λαμβάνων, τὸ δὲ ἄνθος, ἐπὶ τῆς ἐπεράστου καὶ πᾶσι κεχαρισμένης ἐπιδημίας. Καὶ ὅτι ἐν βραχεῖ τὴν χάριν παρασχόμενος τῆς ἐνανθρωπήσεως, ταχεῖαν καὶ οἱονεὶ παροδικὴν ποιεῖται τὴν ἐπιδημίαν· ἐνταῦθα δὲ ῥίζαν λέγει τοῦ Ἰεσσαὶ ἔσεσθαι. —Πρόσχες τῷ Ἔσται· οὐχί φησι δόξει· οὐδὲ δόξει εἶναι, ἀλλὰ κατὰ ἀλήθειαν. Ἔσται. Οὐ γὰρ φαντασίᾳ, οὐδὲ οἰήσει τὴν σάρκα, ἀλλ᾽ αὐτῇ ἀληθείᾳ ἀνέλαβεν.

Ἔσται οὖν ἡ ῥίζα τοῦ Ἰεσσαί, τουτέστι τὸ φύραμα τῆς σαρκὸς τὸ ἀπὸ Ἰεσσαὶ, ἔσται κατὰ ἀλήθειαν καὶ ὑποστήσεται. Καὶ ὁ ἀνιστάμενος αὐτὸς καὶ ῥίζα καὶ ἀνιστάμενος. Ῥίζα τοῦ Ἰεσσαί, ὅτι ἐκ βασιλικῆς διαδοχῆς ἡ θεοφόρος σὰρξ προσελήφθη.

Ὁ δὲ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Διὰ τοῦτο τὰ ἔθνη ἐπ᾽ αὐτὸν ἤλπισεν, ὡς δῆλον ἀπὸ τῆς ἐν τοῖς ἔθνεσι τοῦ Χριστοῦ Ἐκκλησίας. Ἀναστὰς γὰρ ἐκ νεκρῶν, ἦρξε τῶν ἐθνῶν, καταλιπὼν τὸν φονέα λαόν· ἐκείνοις μὲν γὰρ τὸν θάνατον περιαφῆκε, τοῖς δὲ ἔθνεσι τὴν ἀνάστασιν ἐχαρίσατο· διότι οἱ μὲν ἔκραζον Σταυρωθήτω, καὶ Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οἱ δὲ ἐδέξαντο τὸν Ἐσταυρωμένον καὶ τῷ αἵματι αὐτοῦ ἐλυτρώθησαν ἀπὸ τοῦ θανάτου.

Καὶ ἔσται (φησὶν) ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Αὕτη ἡ Χριστοῦ ἀνάπαυσις, ἡ τιμὴ τῶν τιμώντων αὐτὸν ὡς Λόγον Θεοῦ καὶ σοφίαν Θεοῦ καὶ δύναμιν. Ὁ ἀναπαύων τὸν Χριστὸν ὁμολογεῖ αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα αὐτὸν ὁμοτιμίαν, τῆς ἀξίας τὴν κοινωνίαν· τῆς φύσεως τὴν ἐξ ἀϊδίου ὕπαρξιν. Οἱ δὲ μεριμνῶντες τί τῶν πρὸς ἀτιμίαν ῥημάτων ἐξεύρωσιν, οὐ τὰ πρὸς ἀνάπαυσιν τοῦ Χριστοῦ φθέγγονται. —Δύναται μέντοιγε ἡ ἀνάπαυσις λαμβάνεσθαι, μὴ μόνον ἣν αὐτὸς ἀναπαύεται παρὰ τῶν δοξαζόντων αὐτὸν ὁ Κύριος, ἀλλὰ καὶ ἣν ἀναπαύσει τοὺς ἀγαπῶντας αὐτὸν, κατὰ τὸ γεγραμμένον, ὅτι ἐγὼ τοὺς ἐμὲ ἀγαπῶντας δοξάζω. Ἔστι γὰρ ἡ ἀνάπαυσις, ἣν ἀναπαύσει ὁ Κύριος, τιμὴ, ἥτις μετὰ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ πρὸς τὴν τῶν πεπραγμένων ἀξίαν διανεμηθήσεται. Τιμήσει γὰρ τοὺς μὲν μείζοσι τιμαῖς, τοὺς δὲ ὑποδεεστέραις, ἐπειδὴ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Καὶ ἐπειδὴ πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τοὺς μὲν ἐν ὑπερεχούσαις καὶ ὑψηλοτέραις καταστάσεσι, τοὺς δὲ ἐν ὑποδεεστέραις ἀναπαύσει. Πάντες μέντοι διὰ τιμῆς τὴν ἀνάπαυσιν ἕξουσιν.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ. Χεὶρ Κυρίου διαφόρως ἐδείχθη καθ᾽ ἑκάστην γενεὰν, διὰ τῶν δυναμένων χωρῆσαι τὴν ἐνέργειαν τῶν θαυμασίων. Πρότερον μὲν γὰρ τὰ τεράστια ἔδειξεν ἐν Αἰγύπτῳ, εἶτα ἐν τῇ ἐρήμῳ· εἶτα κατὰ τοὺς τοῦ Ἰησοῦ τοῦ Ναυῆ χρόνους, εἶτα κατὰ τοὺς Κριτὰς, καὶ τὰ μεγάλα διακονησαμένους Προφήτας. Νῦν δὲ χεὶρ Κυρίου δείκνυσθαι λέγεται κατὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἡμῶν, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύοντος ἐν τῷ λαῷ, καὶ ποιοῦντος τὰ ἐν τῷ Εὐαγγελίῳ κεκηρυγμένα. Ταύτην γὰρ τὴν δύναμιν προσέθηκεν ὁ Κύριος δεῖξαι, ἐπειδὴ τὰ προλαβόντα οὐκ ἐφάνη αὐτάρκη πρὸς τὸ ἐναγαγεῖν εἰς τὴν θεογνωσίαν τὸν ἀπειθοῦντα λαόν.

Τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. Διὰ τοῦτο προσθήσει τὴν χεῖρα δεῖξαι, ἵνα εἰς ζῆλον ἀγάγῃ τὸ ὑπόλοιπον τοῦ λαοῦ, ὅπερ λείψανον λέγει εἶναι ἀπὸ τῶν πολεμίων περισωθέν. Καὶ ἀπαριθμεῖται τὸ πλῆθος τῶν πολεμησάντων, Ἀσσυρίαν καὶ Αἴγυπτον, καὶ Βαβυλωνίαν, Αἰθίοπας καὶ Ἐλαμίτας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν, καὶ Ἄραβας.

Πλήρης ἡ ἱστορία· περὶ μὲν Αἰθιόπων λέγουσα, ὅτι Ἐξῆλθε Ζαραὶ, ὁ Αἰθίοψ, ἐν δυνάμει καὶ χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις. Καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν καὶ ἐβόησε πρὸς Κύριον καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις. Κατίσχυσον ἡμᾶς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο. Κύριε, ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. —Ἀσσύριοι δὲ ἦσαν οἱ αἰχμαλωτεύσαντες, καὶ Αἰγύπτιοι οἱ ἐξ ἀρχῆς καταδουλωσάμενοι, καὶ Ναβουχοδονόσορ ἀπὸ τῆς Βαβυλωνίας. —Ἐλαμῖται δέ εἰσι τὸ γένος τῶν Παρθυναίων, ὃ, μετὰ τῶν ἀπὸ τῆς Μεσοποταμίας Συρίας, πολλάκις ἐπέθετο τῷ Ἰσραήλ. Ἄραβες δὲ, ἔθνος πολέμιον, πάντα τὸν χρόνον ἐκπολεμώμενον τῷ Ἰσραήλ.

Πάντων οὖν τούτων πολεμούντων τῷ εὐγενεῖ σπέρματι, οἱ μὲν ἡττῶνται, οἱ δὲ περιγίνονται· Καὶ διὰ τὸ περιγενέσθαι καὶ ἐν πολλοῖς πόνοις γεγυμνάσθαι, οἷόν τι ἆθλον λαμβάνουσι τὴν προσθήκην θεωρῆσαι τῆς δεικνυμένης χειρὸς τοῦ Θεοῦ.

Διὸ καὶ ζηλωτοὶ ἔσονται μετὰ τὰς ἀριστείας καὶ τοὺς πόνους. Καὶ ἀρεῖ (φησὶ) σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.

Ἡ οὖν ῥίζα τοῦ Ἰεσσαὶ, ὁ Ἀναστὰς ἐπὶ τῷ ἄρχειν τῶν ἐθνῶν, οὗτος ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, ἵνα συναχθῶσιν οἱ ἀπολλύμενοι τοῦ Ἰσραήλ. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Τοῦτο δέ ἐστι τὸ σημεῖον, ὃ ἦρεν εἰς τὰ ἔθνη, τὸ ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· Ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ὅπερ φήσεις εἶναι τὸν Σταυρὸν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ τοῖς Ἁγίοις ὁ κόσμος ἐσταύρωται, καὶ αὐτοὶ τῷ κόσμῳ· ἐν ᾧ καὶ λέγει τοῦ σημείου τὴν δύναμιν.

Διὰ τί διὰ σταυροῦ ἡ οἰκονομία τῆς ἐνανθρωπήσεως ἐτελέσθη; Ἵνα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς συναχθῶσιν οἱ σωζόμενοι. Τετραχῆ γὰρ διαιρεῖται τοῦ σταυροῦ τὰ μέρη, ὥστε ἕκαστον ἀπονεύειν πρὸς τὰ τέσσαρα μέρη τοῦ κόσμου.

Εἴτε οὖν ἵνα πάντα τὰ μέρη διὰ τῶν μερῶν τοῦ σταυροῦ οἰκονομηθῇ πρὸς σωτηρίαν, διὰ τοῦτο προετιμήθη ὁ διὰ τοῦ σταυροῦ θάνατος· ἢ ὅτι, πρὸ τοῦ ξυλίνου σταυροῦ νοητός τις τῷ κόσμῳ παντὶ συνεσταύρωται, τῶν τεσσάρων μερῶν τοῦ παντὸς εἰς τὸ μέσον συναπτομένων, καὶ τῆς ἐν τῷ μέσῳ δυνάμεως πρὸς τὰ τέσσαρα μέρη περατουμένης.

Ἀρθέντος οὖν τοῦ σημείου τούτου, συναχθήσονται οἱ ἀπολόμενοι τοῦ Ἰσραὴλ, καὶ οἱ διεσκορπισμένοι τοῦ Ἰούδα συναχθήσονται ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Τούτου ἀρθέντος τοῦ σημείου (ἔχοντος δύναμιν καθαιρετικὴν ἀρχῶν καὶ ἐξουσιῶν, ἅστινας ἐθριάμβευσεν ἐν τῷ ξύλῳ, ἀπεκδυσάμενος αὐτὰς καὶ οἱονεὶ ἀποῤῥίψας ὃ εἴχομεν ἀπ᾽ αὐτῶν ὑφασμένον ἡμῖν ἔνδυμα) ἐξεδύσατο τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ. Διὰ τοῦτο Παῦλος, ἐκ τῶν ἀπολωλότων τοῦ Ἰσραὴλ καὶ διεσκορπισμένων τοῦ Ἰούδα ὑπάρχων, νοήσας τὸ ἀρθὲν ὑπὸ τοῦ Ἰησοῦ εἰς τὰ ἔθνη σημεῖον, προσέδραμε τῷ σταυρῷ, καὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. —Ἀκολουθεῖ δὲ τῷ συναχθῆναι τοὺς ἀπολομένους τοῦ Ἰσραὴλ (οἵτινες ἐβασιλεύοντο ὑπὸ τοῦ Ἐφραῒμ) καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα (οἵτινες ὑπὸ τῶν ἐκ σπέρματος Δαβὶδ ἐπολιτεύοντο) τὸ μηκέτι εἶναι ζῆλον τοῦ Ἐφραῒμ κατὰ τοῦ Ἰούδα, μηδὲ ἀνύειν ἔτι τοὺς τοῦ Ἰούδα ἐχθρούς· μετὰ γὰρ τὸ ἀρθῆναι τὸ σημεῖον, καὶ συναχθῆναι τοὺς ἀπολομένους τοῦ Ἰσραὴλ (ὅστις λέγεται Ἐφραῒμ) συναχθῆναι δὲ καὶ τοὺς διεσκορπισμένους τοῦ Ἰούδα, Ἀφαιρεθήσεται ὁ ζῆλος τοῦ Ἐφραῒμ, καὶ οἱ ἐχθροὶ τοῦ Ἰούδα ἀπολοῦνται.

Κατάμαθε δὲ, ὅτι ὁ μὲν Ἰσραὴλ ἀπολωλέναι λέγεται, ὁ δὲ Ἰούδας διεσπάρθαι. Πλὴν ἀλλὰ τῇ κατὰ Χριστὸν συμφωνίᾳ, τοῦ εἰρηνοποιοῦντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν οὐρανῷ καὶ ἐν αὐτῷ τὰ πάντα ἀποκαταλλάσσοντος, ἀναιρεῖται τὰ πάθη, τὰ πρότερον ἐκ φιλονεικίας καὶ διαστάσεως ἐνδυναστεύοντα τῷ βίῳ. Διὰ τοῦτο οὖν Ἐφραῒμ οὐ ζηλώσει τὸν Ἰούδαν, καὶ ὁ Ἰούδας οὐκέτι θλίψει Ἐφραΐμ, ἐπεὶ ἡ ἐν αὐτοῖς πρὸς ἀλλήλους ἔχθρα ἀπολεῖται. Ἔοικε γὰρ μάλιστα ὁ ζῆλος γίνεσθαι τοῦ ἐχθραίνειν ἀφορμὴ τοῖς πολλοῖς. Ζῆλος δὲ νῦν, οὐχ ἡ τῶν καλῶν μίμησις, ἀλλ᾽ ἡ ἐπὶ ταῖς εὐπραγίαις βασκανία παρὰ τῆς Γραφῆς εἴρηται. Τότε οὖν, ἐν συμφωνίᾳ γενόμενοι, Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσι. Διὰ τῆς θαλάσσης καλῶς παρέστησε τοὺς ταχυναυτοῦντας, πτερῷ παρεικάσας τὴν κίνησιν· ὅταν πλήρει τῷ ἱστίῳ, συμμέτρως τοῦ πνεύματος κατὰ πρύμναν ἱσταμένου, ὑπὲρ θαλάσσης φέρωνται.

Προνομεύουσι δὲ θάλασσαν, τοῦ δράκοντος περιγινόμενοι καὶ τῶν ὑπ᾽ αὐτῷ τελουμένων, οὓς οἱ Ἀπόστολοι τοῦ Χριστοῦ εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας μετατιθέντες, δικαίως ἂν λέγοιντο προνομεύειν, οἱονεὶ σκῦλα ἑαυτῶν ποιούμενοι τὰ προκατεχόμενα ὑπὸ τοῦ αἰχμάλωτον ἀπαγαγόντος τὸν ἄνθρωπον. —Θάλασσαν δὲ ἀκουστέον νῦν τὸν τῆς κακώσεως τόπον, ὃν καὶ κοιλάδα τοῦ κλαυθμῶνος ἀλλαχοῦ μεμαθήκαμεν. —Πλοῖα δὲ ἀλλοφύλων λέγεται τάχα τὰ σώματα ἡμῶν, διὰ τὸ μὴ ἔχειν οἰκείως πρὸς τὴν ψυχῆς κατασκευήν. Ἡ γὰρ σὰρξ τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, ἀλλ᾽ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. —Οὗτοι δὲ καὶ τὴν Ἰδουμαίαν προνομεύειν λέγονται, τουτέστι τῶν γηΐνων πραγμάτων ἐπικρατεῖν, καὶ ἐπὶ Μωὰβ ἐπιβάλλειν τὰς χεῖρας. Μωὰβ ἑρμηνεύεται ἐκ πατρός. Πρὸς οὖν αὐτοὺς εἴρηκεν ὁ Κύριος, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Τούτοις τὰς ἑαυτῶν χεῖρας ἐπιβάλλουσιν, ἵνα διὰ τῆς ἑαυτῶν ἀγαθῆς πράξεως ὑποχειρίους αὐτοὺς λάβωσιν. Εἶτα Υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.

Ἀμμὼν ἑρμηνεύεται, λαὸς μεθ᾽ ἡμῶν. Τάχα πρῶτοι ὑπακούσονται τῷ λόγῳ, οἱ ἐλάττονα τὴν κακίαν ἔχοντες, παρὰ τοὺς πλείονα αὐτὴν καὶ ἐπὶ πλεῖον κεχυμένην ἔχοντας. Εἶτα ἐπιφέρει· Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου.

Ὥσπερ ὁ Ἰεζεκιὴλ Αἰγύπτου ποταμοὺς εἶναι λέγει, οὓς Φαραὼ πεποιηκέναι ἀλαζονεύεται, οὕτως ὁ Ἡσαΐας θάλασσαν Αἰγύπτου ὀνομάζει, ἥντινα ὁ ἀγαθὸς Θεὸς ἐρημώσει. Εὐεργεσία γὰρ ἡ ἀπὸ μοχθηρῶν πραγμάτων ἐν καιρῷ δεκτῷ ἐπαγομένη ἐρήμωσις. Ὥσπερ δὲ Ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, οὕτω Καὶ πατάξει τὰς ἑπτὰ τῆς Αἰγύπτου φάραγγας. —Καὶ τότε διαπορεύσεταί τις τὸν Αἰγύπτου ποταμὸν ὑποδεδεμένος. Τὸ πενιχρὸν σημαίνει τοῦ ὕδατος τοῦ ὑπολειφθέντος τῷ ὕδατι τῷ ποταμίῳ· οὕτω γὰρ ὀλίγον ἔσται (ἢ καὶ παντελῶς ἀποξηρανθήσεται) ὡς μηδὲ ἰκμάδα ὑπολειφθῆναι, δι᾽ ἣν ἀναγκασθήσεταί τις ὑπολυσάμενος ἐμβῆναι τὸν ποταμόν. Ἢ τάχα δὲ, ἐπειδὴ Μωϋσεῖ καὶ Ἰησοῦ ἐλέχθη λῦσαι τὸ ὑπόδημα τοῦ ποδὸς, διὰ τὸ τὴν γῆν, ἐφ᾽ ᾗ εἱστήκεισαν, ἁγίαν εἶναι, μήτοι αὐτὴν δὲ εἶναι τὴν Αἴγυπτον, ἀλλὰ βέβηλον, κελεύονται ὑποδεδεμένοι καταπατεῖν τὸν ποταμὸν, καὶ μὴ ἀποτίθεσθαι τὰ ὑποδήματα.

Ξηραίνεται δὲ βιαίῳ Θεοῦ κεκρατημένος πνεύματι. Διὰ τοῦτο ἀνάξιόν ἐστι τὸ ἔδαφος Αἰγύπτου γυμνὸν δέξασθαι τὸ ἴχνος τῶν διαπορευομένων ἁγίων. Ὅθεν καὶ οἱ τὸ πάσχα ἐσθίοντες, τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἔχειν ἐκελεύοντο.