Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν

Μέγας Βασίλειος

Ερμηνεία στο 13ο κεφάλαιο: Η προφητεία κατά της Βαβυλώνας

Η θεία κρίση κατά της Βαβυλώνας, η κάθοδος των Μήδων, ο κλονισμός των εθνών κατά την ημέρα του Κυρίου και η πλήρης ερήμωση της πλάνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 15 από 17

ΚΕΦΑΛΑΙΟΝ ιγʹ Ὅρασις κατὰ Βαβυλῶνος, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Οὐκ αἰσθητή τίς ἐστιν, οὐδὲ διὰ σωματικῶν ὀφθαλμῶν θεωρουμένη αὕτη ἡ ὅρασις, ἀλλ᾽ ὑπὸ τοῦ νοῦ κατανοουμένη, τοῦ Θεοῦ φωτίζοντος αὐτὸν καὶ χαριζομένου ὁρᾷν αὐτόν. Τίς ἡ Βαβυλὼν καὶ τίνα τὰ ἀπαντησόμενα αὐτῇ; —Δῆλον δὲ, ὅτι οὐ κατ᾽ ἔκστασιν ἐλάλουν οἱ Προφῆται. Οἱ μὲν γὰρ πονηροῖς πνεύμασι κάτοχοι, παραφερόμενοι τὸν νοῦν, τὰς ἐκ τῶν δαιμόνων αὐτοῖς ἐγγινομένας φαντασίας οὐχ ὁρῶσιν, ἀλλὰ παρορῶσιν. Ὥσπερ οἱ δαιμονῶντες ποταμοὺς βλέπουσι καὶ ὄρη καὶ θηρία τὰ μὴ παρόντα· καὶ χρώματα δοκεῖ τινα αὐτοῖς παρεῖναι, καὶ ὄψεις ἀνθρώπων, φίλων ἢ ἀγνοουμένων, ἐμφαντάζεσθαι, ὧν οὐδέν ἐστιν ὅρασις, ἀλλὰ παραφορὰ καὶ ἔκστασις τοῦ νοῦ τεθολωμένου, καὶ τὴν ἰδίαν ἐνέργειαν ἀπολωλεκότος.

Ἐπὶ μέντοι τῶν Ἁγίων οὐχ οὕτως. Αὐτὸς γάρ φησιν ὁ Θεός· Ἐγὼ ὁράσεις ἐπλήθυνα. Ὅρασιν δὲ χαριζόμενος ὁ Κύριος, οὐκ ἀποτυφλοῖ τὸν νοῦν, ὃν αὐτὸς κατεσκεύασεν, ἀλλὰ φωτίζει αὐτὸν καὶ διαυγέστερον ποιεῖ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Διὰ τοῦτο γὰρ καὶ οἱ Προφῆται ἐχρημάτιζον ὁρῶντες, διὰ τὸ οἱονεὶ ἐπιτετάσθαι αὐτοῖς τὴν τοῦ νοῦ διάβλεψιν ἐκ τῆς τοῦ φωτίζοντος αὐτοὺς Πνεύματος παρουσίας.

Τίς οὖν ἐποίησε βλέποντα καὶ τυφλόν; βλέποντα δηλονότι τὸν Προφήτην, διὰ τὸ δύνασθαι αὐτὸν τῇ ὀξυωπίᾳ τῆς διανοίας προενατενίζειν τῷ μέλλοντι· τυφλὸν δὲ (τὸν διὰ τὴν κακίαν ἀποτυφλωθέντα) ἵνα μὴ ὀφθαλμοὶ βέβηλοι τὰ τῶν μακαρίων ἴδωσι θεάματα. Διὰ τοῦτο καὶ ὁ Κύριος, Εἰς κρίμα ἐγὼ (φησὶν) εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.

Τίς οὖν ἡ Βαβυλὼν, καθ᾽ ἧς ἡ ὅρασις ἑώραται; Κατὰ μὲν οὖν τὴν ἱστορίαν δοκεῖ Βαβυλὼν κεκλῆσθαι ὁ τόπος, ἔνθα συνεχύθη ἡ διάλεκτος τῶν εἰπόντων· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Ἐκεῖ τοίνυν κατελθὼν ὁ Θεὸς, συνέχεε τὰς γλώσσας· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, σύγχυσις. Χωρίον οὖν συγχύσεώς ἐστιν ὁ Βαβυλῶνος τόπος, οὐ διαλέκτου μόνον, ἀλλὰ καὶ δογμάτων καὶ νοημάτων καὶ τοῦ δοκοῦντος ταῦτα βλέπειν νοῦ.

Ἡ μὲν οὖν ὅρασις κατὰ Βαβυλῶνος, οἱονεὶ παραμυθίαν φέρουσα τῷ Ἰσραὴλ, τῷ κακωθέντι ὑπὸ τῶν Βαβυλωνίων. Ὥστε γὰρ μὴ ὀλιγοψυχῆσαι αὐτοὺς, μήτε ἀπογνῶναι τῆς τοῦ Θεοῦ προνοίας, ὡς ἐγκαταλιπούσης αὐτοὺς, προλαβὼν τῇ προφητείᾳ ὁ Ἡσαΐας τὰ μέλλοντα, ἀπαντήσεσθαι σκυθρωπὰ τῇ Βαβυλῶνι διηγεῖται, ἵνα μὴ καταποθῶσιν ὑπὸ τῆς λύπης τῶν παρόντων, ἀλλὰ ῥᾴους γένωνται τῇ προσδοκίᾳ τῶν ἐπερχομένων.

Καὶ γὰρ οὐ μικρὰν φέρει ῥᾳστώνην τοῖς θλιβομένοις ἡ μετ᾽ ὀλίγον προσδοκωμένη ἐκδίκησις. —Πρόσκειται δὲ τὸ ὄνομα τοῦ πατρὸς τῇ προφητείᾳ, οὐχ ἵνα αὐτὸ τοῦτο γνῶμεν τὸν τῇ γενέσει τοῦ μακαρίου ὑπηρετησάμενον πατέρα, ἀλλ᾽ ὅτι καὶ προφητείας αὐτῷ διδάσκαλος γέγονε, φροντίσας αὐτὸν ἁγιωτέρας καὶ καθαρωτέρας καὶ ἐξαιρέτου παρὰ τοὺς ἄλλους ἀνατροφῆς καὶ παιδεύσεως τυχεῖν. Διὰ τοῦτο ὥσπερ κοινωνὸς τῆς προφητείας συμπαραγράφεται ὁ Ἀμώς.

Ἐπ᾽ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Δείκνυσι πῶς Βαβυλὼν ἀναιρεῖται καὶ καταστρέφεται καὶ αἰχμάλωτος γίνεται ἡ δυναστεία τῶν τὴν σύγχυσιν ἐργαζομένων.

Ἐπειδὰν ἐπ᾽ ὄρος τις ἀνέλθῃ μὴ ἀπόκρημνον, μηδὲ ὀχθῶδες, ἀλλὰ πεδινὸν καὶ ὕπτιον, ὥστε ὕψος μὲν ἔχειν διὰ τὸ ἀνάστημα καὶ τὸ ἀπὸ τῆς γῆς ἐπὶ τὸν ἀέρα δίαρμα, ἀσφάλειαν δὲ παρέχειν τοῖς ἐφισταμένοις, διὰ τὴν ὑπτιότητα. Τὸ γὰρ πανταχόθεν περιεῤῥωγὸς καὶ ἀποτετμημένον ἀκροσφαλεῖς ποιεῖται τὰς στάσεις τῶν ἐπιβαινόντων. Ἵνα οὖν καὶ τὰ ὑψηλὰ περὶ Θεοῦ νοῆτε, καὶ ἀσφαλῶς ταῦτα διηγῆσθε, διὰ μὲν τὸ ὕψος, ἐπ᾽ ὄρους τις ᾖ βεβηκώς, διὰ δὲ τὴν ἀσφάλειαν, ἀπερίτρεπτος διαμένει.

Ἐπὶ δὲ τοῦ ὄρους τοῦ πεδινοῦ ἄρατε σημεῖον καὶ ὑψώσατε τὴν φωνὴν, παρακαλεῖτε τῇ χειρί. Ὁ τὰ περὶ τοῦ σταυροῦ κηρύσσων μεγαλοφώνως, αὐτός ἐστιν ὁ ἐπὶ τοῦ ὄρους τοῦ πεδινοῦ αἴρων τὸ σημεῖον. Ὁ τὸν περὶ τοῦ Πάθους λόγον μεγαλῦναι δυνάμενος, οὗτος πληροῖ τὸ πρόσταγμα τὸ προφητικόν, οὐκ ἐν κοιλάσι καὶ φάραγξι διατρίβων, ἀλλ᾽ ἀναβαίνων ἐπὶ τὸ τοῦ λόγου ὕψος, καὶ ἐπ᾽ αὐτὴν τὴν σοφίαν μετὰ ἐξομαλισμοῦ καὶ σαφηνείας τῶν ἀπαγγελλομένων τὸ κήρυγμα παραδιδούς. —Ἐπειδὴ δὲ καθ᾽ ἑτέραν ἔκδοσιν ἀναγινώσκομεν Ἐπ᾽ ὄρους νεφώδους, δηλονότι τὸ ὕψος ἑτέρῳ λόγῳ παρίστησι. Νεφῶδες γὰρ τὸ τὴν κορυφὴν ἔχον νέφεσιν ἀεὶ κεκαλυμμένην. Τὸ δὲ τοιοῦτον ὑψηλὸν καὶ ὑπὲρ πάντα ἀνεστηκός.

Ὑψώσατε (φησὶ) τὴν φωνὴν ἑαυτοῖς, τουτέστιν ἐξ ἑαυτῶν λάβετε τὸ ὕψος τῆς φωνῆς· τὰς ἐνυπαρχούσας ὑμῖν ἀφορμὰς πρὸς Θεοῦ δοξολογίαν ἐκ τῶν κοινῶν ἐννοιῶν, ταύτας ἀνακινήσατε. Μὴ κάτω βλέπετε, μηδὲ τὰ γήϊνα σκοπεῖτε. Οὕτω γὰρ ταπεινὴ γίνεται ἡ φωνὴ τῶν ἐκ τῆς γῆς φωνούντων, τῶν κενολογούντων. Ὁ ἀπὸ τῆς ταπεινοποιοῦ λύπης καὶ ὁ ἀπὸ τοῦ ἀπηγορευμένου φόβου φθεγγόμενος, οὐχ ὑψοῖ τὴν ἑαυτοῦ φωνήν. Καὶ ὁ ἐπιθυμίαις σαρκὸς ἐν τῷ ἀπαγγέλλειν τὸν λόγον κεκρατημένος, ταπεινὴν ἔχει καὶ μὴ δυναμένην ἐπὶ τὸ ἄνω διακύπτειν τὴν ἑαυτοῦ φωνήν. —Πῶς οὖν ὑψοῦται φωνή; Ἐὰν μεγαλοπρεπὴς ᾖς κατεξανιστάμενος τῶν παθῶν, καὶ κατ᾽ αὐτοὺς τοὺς καιροὺς τῶν πειρασμῶν μὴ ὑποκύπτων τοῖς πειρασμοῖς, ἀλλὰ τὸ γαῦρον φρόνημα τῆς ψυχῆς διασώζῃς, τότε ὑψοῖς τὴν φωνήν. —Παρακαλεῖ δὲ τῇ χειρὶ ὁ τὴν παράκλησιν τοῖς θλιβομένοις δι᾽ ἔργων ἀγαθῶν προφέρων, καὶ ἐν ἱλαρότητι τὴν ἐλεημοσύνην ἀποπληρῶν. Ἐὰν ἴδῃς τινὰ ἐπὶ πενίᾳ καταπονούμενον, τῇ μεταδοτικῇ χειρὶ παρακάλει τὸν πένητα. Πλεῖον γὰρ παρὰ ἀσθενεῖ τῇ ψυχῇ ἡ δι᾽ ἔργων μετάδοσις παρακαλεῖν δύναται, ἢ ἡ διὰ λόγων προτροπὴ τοῦ φέρειν πενίαν εὐγενῶς καὶ ἀταπεινώτως.

Καὶ ἀνοίξατε (φησὶν) οἱ ἄρχοντες. Ἕπεται τῷ παρακαλεῖν τῇ χειρὶ τὸ ἀνοίγειν τὴν χεῖρα, ὅπερ ἐπὶ τῆς μεταδοτικῆς ἐνεργείας ἔθος ἐστὶ τῇ Γραφῇ λαμβάνειν, ὅταν λέγῃ· Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ἀνοίξατε οὖν τοὺς οἴκους ὑμῶν, καὶ τοὺς θησαυροὺς τῆς κτήσεως ἀνοίξατε ξένοις καὶ πένησι· μὴ συνέχετε τὰ προσόντα ὑμῖν εἰς παραμυθίαν τῶν καταπονουμένων. Καὶ τοῦτο ποιεῖτε πρῶτον, οἱ ἄρχοντες, ἵνα διὰ τοῦ ὑποδείγματος καὶ τὸν λαὸν ἐναγάγητε.

Δύναται δὲ νοηθῆναι καὶ ἐπὶ τοῦ διανοίγειν τὰς Γραφὰς καὶ τὰ κεκλεισμένα ὑποδεικνύναι, ἵνα μή τις γένηται τῷ κρίματι τῶν Φαρισαίων καὶ Γραμματέων ὑπόδικος, οἵτινες ἔχοντες τὰς κλεῖς τῆς βασιλείας, οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύουσι. Πρὸς οὖν τοὺς ἄρχοντας διαλέγεται, τοὺς ἔχοντας τὰς κλεῖς τῆς γνώσεως. Τούτου κατακούσας τοῦ ῥητοῦ ὁ Παῦλος ἔλεγε· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι.

Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Ἡμᾶς χρὴ ἐνεργεῖν τὸ ἡμῖν δυνατόν. Ὁ δὲ ἄγων αὐτοὺς Κύριός ἐστι, καὶ ὁ κατατάσσων ἕκαστον ἐν τῷ σώματι τῆς Ἐκκλησίας πρὸς τὴν ἰδίαν ἀξίαν. —Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Ἀπειλεῖ ὁ λόγος πονηρῶν τινων καὶ θεομάχων ἐπιδημίαν εἰς ἐκδίκησιν ἀποστελλομένων κατὰ τῶν ἡμαρτηκότων. Διὰ τοῦτο, προνοούμενος τῶν φοβουμένων αὐτὸν, ἀνάγει μὲν αὐτοὺς ἐπὶ τὸ καρτερὸν ὕψος τοῦ ὄρους, ἐνασφαλίζεται δὲ αὐτοὺς τῇ ὁμαλότητι τῆς κορυφῆς. Δίδωσι δὲ αὐτοῖς φυλακτήριον τὸ σημεῖον, ὑποτιθεὶς αὐτοῖς τὴν διὰ τῶν ἀγαθῶν ἔργων παρακαλεῖν τῇ χειρὶ τοὺς θλιβομένους, ἀνοίγειν τὸ στόμα πρὸς διδασκαλίαν τῶν μαθητευομένων, ἵνα φύγωσι τὴν ἐπιδρομὴν τῶν γιγάντων.

Γίγαντες γὰρ, ὡς ἐπὶ τὸ πολὺ, ἐπὶ τοῦ χείρονός εἰσι τεταγμένοι. Τάχα δὲ τοὺς ἐνταῦθα γίγαντας ὠνόμασε σαφέστερον ὁ Ψαλμὸς ἀγγέλους πονηροὺς, λέγων· Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν. Διὰ τοῦτο δὲ τοιοῦτοι διάκονοι τοῖς ἄξια κολάσεως πεποιηκόσιν ἐπινενόηνται, ἐπείπερ ἀπὸ πολλῆς ὠμότητος μηδεμίαν ἔχοντες πρὸς τοὺς κολαζομένους συμπάθειαν, μηδὲ οἰκτιρμοῦ σπλάγχνα ἀναλαβεῖν δυνάμενοι, ἐπιχαίρουσι τοῖς ἀνθρώποις μαστιζομένοις καὶ καθυβρίζουσιν αὐτοὺς, οἰκείαν ἀπόλαυσιν ποιούμενοι τὸν πόνον καὶ τὴν ὀδύνην καὶ τὴν λύπην τῶν μαστιγουμένων.

Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Τάχα τῶν ἐθνῶν τῶν πολλῶν τῶν ἐπὶ τῶν ὀρέων φωνή ἐστιν Ἐκκλησίας. Διὰ τοῦτο καὶ πεδινὸν ὄρος αὐτὴ ἐξελέχθη, ἵνα εὐρυχωρίαν ἔχῃ πρὸς τὴν συλλογὴν τοῦ πλήθους τῶν ἀναβαινόντων ἐπὶ τὸ ὕψος τῆς γνώσεως τοῦ Θεοῦ. Εἶδεν οὖν ἐν τῷ ὄρει τῷ πεδινῷ πολὺ τὸ πλῆθος πολλαχόθεν συνειλεγμένων, καὶ φωνὴν μίαν ἀφιέντων τῆς πίστεως. Καί φησι τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Προφήτου· Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων (ἐφ᾽ ὧν ἤρθη τὸ σημεῖον) ὁμοία ἐθνῶν πολλῶν. Καὶ μία ἐστὶν ἡ φωνὴ, καὶ ἔοικε φωναῖς πολλαῖς ἐθνῶν. Μία μὲν, κατὰ τὴν συμφωνίαν τῆς πίστεως, πολλαῖς δὲ φωναῖς ἔοικε διὰ τὸ μερισθῆναι γλώσσαις πυρὸς παρὰ τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ἕκαστον τῶν Ἀποστόλων τῶν μελλόντων τοῖς ἐν τῇ οἰκουμένῃ ἔθνεσιν ἐπισπείρειν τὸ Εὐαγγέλιον.

Φωνὴ βασιλέων (φησὶ) καὶ ἐθνῶν συνηγμένων. Τάχα δεῖ τὰ μὲν ἔθνη νοῆσαι ἡμᾶς τοὺς πανταχόθεν συνδραμόντας ἐπὶ τὴν κλῆσιν· βασιλεῖς δὲ, τοὺς ἐκλεκτοὺς ἐν τῇ Ἐκκλησίᾳ, οὓς καὶ υἱοὺς βασιλείας ὠνόμασεν ὁ Κύριος. —Ἢ τάχα τὸ πλῆθος ἐμφαίνει τῶν γιγάντων, ὅτι φωνή ἐστι πολλῶν ἐθνῶν καὶ φωνὴ βασιλέων. Διὰ γὰρ τὸ χαίροντας αὐτοὺς καὶ ὑβρίζοντας τρέχειν ἐπὶ τὴν ἐκπλήρωσιν τοῦ θυμοῦ Κυρίου, τεταγμένοι εἰς τὴν διακονίαν, μιμοῦνται πολλῶν ἐθνῶν ἦχον, καὶ βασιλέων τινῶν ἐπηρμένων τῷ φρονήματι, ἀγνοοῦντες ὅτι ὑπηρέται κολάσεώς εἰσι, βασανισταὶ τῶν ἁμαρτανόντων· οὐχὶ δὲ οἰκείᾳ ἐξουσίᾳ, οὐδὲ τῷ προσόντι αὐτοῖς ἀξιώματι ταῦτα ἐπάγουσι τοῖς ἀξίοις.

Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν· ἀπ᾽ ἄκρου θεμελίου τοῦ οὐρανοῦ Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ.

Μὴ φοβηθῇς τὸν τύπτοντα, ἀλλὰ παρακάλει τὸν ἐπιτάσσοντα. Διδασκέσθωσαν οἱ εἰδωλολάτραι, οἱ λέγοντες θυσίας προσάγειν δαίμοσι πονηροῖς ἐκμειλισσόμενοι αὑτῶν τὴν κακίαν. Κύριος αὐτοῖς ἐντέταλται. Κἂν θεραπεύσῃς, κἂν μὴ, τὸ προστεταγμένον ποιήσει· ὑπερβαίνειν τὰς ὁροθεσίας οὐχ οἷόν τε. Οὔτε ὑφαιρεῖ τῆς πικρίας, οὔτε προστίθησί τι παρ᾽ ἑαυτοῦ, ἀλλὰ τῷ ἐνδιδομένῳ μέτρῳ κέχρηται ἀπαραιτήτως.

Κύριος οὖν ἐντέταλται ἔθνει ὁπλομάχῳ. Ὅπλα ἔχουσιν οἱ πονηροὶ δαίμονες, ἀπεναντίως διακείμενα τῇ κατασκευῇ τῶν ὅπλων τοῦ δικαίου. Ὁ μὲν γὰρ δίκαιος θυρεὸν ἔχει πίστεως, τοῦ δὲ πονηροῦ ὁ θυρεὸς, θυρεός ἐστιν ἀπιστίας· οὗτος μάχαιραν λόγου, ἐκεῖνος μάχαιραν ἀλογίας· οὗτος θώρακι δικαιοσύνης ἠσφάλισται, ἐκεῖνος θώρακι ἀδικίας ἠμφίεσται· τούτου τὴν κεφαλὴν περισφίγγει περικεφαλαία σωτηρίας, ἐκείνῳ περίκειται περικεφαλαία ἀπωλείας· οὗτος τοὺς πόδας ἑτοίμους ἔχει πρὸς τὸ Εὐαγγέλιον τῆς εἰρήνης, ἐκείνου οἱ πόδες τρέχουσι πρὸς τὴν ἀπαγγελίαν τῶν κακῶν. —Ὁπλομάχῳ οὖν ἔθνει, τούτοις τοῖς ὅπλοις ὡπλισμένῳ, ἐντέταλται Κύριος.

Οὗτοι δὲ καὶ ἀπὸ γῆς εἰσι πόῤῥωθεν, ἵνα εἰδῇς ὅτι ἀλλότριοί εἰσι τοῦ βίου τούτου. Οἱ μὲν γὰρ συμπονοῦντες ἡμῖν τὰ πρὸς σωτηρίαν, σύνοικοι καὶ γείτονες, ἐγγύθεν παρεχόμενοι τὴν βοήθειαν, Ἄγγελοι εἰρηνικοί. Οἱ δὲ πρὸς κόλασιν παραλαμβανόμενοι, πόῤῥωθεν ἄγονται, κατακεχρημένου τῇ ὠμότητι αὐτῶν εἰς θεραπείαν ἡμετέραν τοῦ φιλανθρώπου Θεοῦ, ὡς κατακέχρηται ὁ σοφὸς ἰατρὸς τῷ ἰῷ τῆς ἐχίδνης εἰς τὴν τῶν ἀσθενούντων ἴασιν. Τοῖς μὲν τοιούτοις παραδίδοται οὐ τὸ πνεῦμα, ἀλλ᾽ ἡ σὰρξ εἰς ὄλεθρον, ἵνα τὸ πνεῦμα σωθῇ. Ἀλλὰ καὶ Φύγελλος καὶ Ἑρμογένης ὑπὸ τοῦ Παύλου παρεδόθησαν τῷ Σατανᾷ, οὐκ εἰς ἀπώλειαν, ἀλλ᾽ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. —Πῶς οὖν ἀπὸ γῆς πόῤῥωθεν καὶ ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ τὸ ὁπλομάχον τοῦτο ἔθνος ἔρχεται; Ἀπὸ γῆς μὲν, ὅτι εἵλετο τὸν περίγειον τόπον καὶ τοῖς γηΐνοις πάθεσι συναναφύρεται· ἀπ᾽ ἄκρου δὲ τοῦ οὐρανοῦ, ὅτι ἐκεῖθεν αὐτῷ ἡ ἐξ ἀρχῆς πτῶσις γέγονεν.

Ὀλολύζατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Κυρίου ἥξει· διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ἐπειδὴ ἀπειλὴ πρόκειται, αὐτὸν τὸν Κύριον ἥξειν μετὰ τῶν ὁπλομάχων αὐτοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην, διὰ τοῦτο προστέτακται ὀλολυγμὸς καὶ θρῆνος, ἵνα διὰ τούτων δυσωπηθῇ ὁ Κύριος ἀποστρέψαι τὴν ἐπαγομένην ὀργήν.

Ἀμφότερα γὰρ ποιεῖ ὁ φιλάνθρωπος Κύριος, καὶ τὰ φοβερὰ ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν οὐκ ἐπάγει τὰ ἠπειλημένα. Κλαύσατε καὶ θρηνήσατε ἕκαστος τὰ ἴδια ἁμαρτήματα, μή ποτε πάθητε τὰ κεκηρυγμένα. Εἰ μὴ ἐβούλετο ὁ Θεὸς τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, διὰ τί ἐκηρύσσετο ἐν Νινευῇ ἡ μετὰ τρεῖς ἡμέρας ἀπώλεια; Ἀλλ᾽ ἐπειδὴ εἶδεν αὐτῶν τὸν συντριμμὸν ὁ ἐλεήμων, παρήγαγε τὴν ὀργὴν, καὶ διεσκέδασεν ὥσπερ νέφος.

Παρ᾽ αὐτοῦ οὖν τοῦ Κυρίου ἥξει ἡ συντριβὴ, χρησίμως συντρίβοντος τὰ ἀφανισμοῦ ἄξια, ὡς συντρίβει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δικαίου, καὶ συντρίβει πολέμους. Κύριος γὰρ συντρίβων πολέμους· Κύριος ὄνομα αὐτῷ· καὶ Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, τοὺς μεγαλαυχοῦντας καὶ ἀλαζονευομένους καὶ ὑπεραιρομένους κατὰ τῆς ἀληθείας, Λιβάνου κέδρους προσαγορεύων. —Ἐπειδὴ οὖν ἔρχεται συντριβὴ παρὰ Κυρίου, προλαμβάνοντας ἑαυτῶν τὴν μεγαλόφρονα καρδίαν δεῖ συντρίβειν, ἵνα γένηται θυσία τῷ Θεῷ ἡ ταπείνωσις αὐτῆς. —Πᾶσα οὖν χεὶρ, καὶ ἡ πρακτικωτάτη καὶ ἡ δραστικωτάτη, ὡς πρὸς Θεὸν καὶ τὰ ἔργα αὐτοῦ, ἐκλυθήσεται· διὸ λέγει· Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Μηδεὶς πεποιθέτω δυνάμει πρὸς τὸ ἀμύνεσθαι τοὺς ἐπερχομένους ὁπλομάχους· μηδεὶς ἐπελπιζέτω ταχύτητι ποδῶν, ὡς ἀποδρᾶναι δυνάμενος τὴν ἡμέραν τῆς συντριβῆς, ἐν ᾗ ἔρχονται καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.

Πᾶσα γὰρ ψυχὴ ἀνθρώπου δειλιάσει. Καλῶς πρόσκειται τὸ Ἀνθρώπου· οὔτε γὰρ Ἀγγέλων ψυχὴ δειλίᾳ ὑπόκειται (διὰ τὸ ἀνωτέραν εἶναι τοῦ πάθους τούτου) οὔτε δὲ ἡ τῶν ἀλόγων. Οὐ γὰρ ἅπτεται ἡ δειλία τῶν ἀλόγων, πάθος οὖσα τοῦ λογιστικοῦ, καὶ ἔλλειψις τῶν τῆς ἀνδρείας δογμάτων. Πτοήσει μὲν γὰρ ὑπόκειται τὰ ἄλογα· οἱ δὲ λογικοὶ, ἐπειδὰν τὰ μὴ ἄξια φόβου καταπλαγῶσι, τῷ ἐκλείπειν ἐν αὐτοῖς τὸν λόγον (τὸν τὴν εὐτονίαν τῇ ψυχῇ ἐμποιοῦντα πρὸς τὰ δεινὰ) τῷ πάθει τῆς δειλίας ἁλίσκονται.

Πολὺς δὲ ὁ χρόνος, ἀφ᾽ οὗ ἡ ἡμέρα Κυρίου ἐγγίζειν λέγεται, πάντων τῶν Προφητῶν διαμαρτυρουμένων αὐτῆς τὴν ἐγγύτητα, ἵνα μηδεὶς ἀναπεπτωκὼς, ὡς χρονιζούσης αὐτῆς, ἀνέτοιμος καταληφθῇ. Ταῦτα καὶ ὁ Σοφονίας διαμαρτύρεται, Εὐλαβεῖσθε (λέγων) ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Καὶ μετ᾽ ὀλίγα· Ἐγγὺς ἡ ἡμέρα Κυρίου, ἡ μεγάλη· ἐγγὺς καὶ καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρά· ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς. —Κἂν ἡ κοινὴ δὲ ἡμέρα τῆς τοῦ παντὸς κόσμου συντελείας μακρὰν ᾖ, ἀλλ᾽ ἡ ἰδία ἑκάστου τῆς ἐξόδου (ἥτις ἐστὶ τοῦ καθ᾽ ἕνα ἀνθρώπου συντέλεια) ἐγγὺς πάρεστιν· ἣν χρὴ πρὸ ὀφθαλμῶν ἔχοντας, τηρεῖν τὸ παρὰ τοῦ Ἡσαΐου λεγόμενον· Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου· καὶ πείθεσθε τῷ λέγοντι· Μακάριοι οἱ πενθοῦντες καὶ Μακάριοι οἱ κλαίοντες.

Πολλοὶ πρὸς τὰ τοῦ βίου δυσχεραίνοντες πράγματα, ἐπείγουσιν ἑαυτῶν τὴν ἔξοδον καὶ ἐπικαλοῦνται τὸν θάνατον· πρὸς οὓς καλῶς ἔχει τὸ τοῦ Ἀμὼς λέγειν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ὃν τρόπον ἄν τις ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκτος· καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. —Οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος; Εἴ τις οὖν μὴ ἐπῳκοδόμησε τῇ οἰκοδομῇ τοῦ ἑαυτοῦ βίου ξύλα, ἢ χόρτον, ἢ καλάμην, ἐπιθυμείτω τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἰ δὲ οὐδεὶς καθαρὸς ἀπὸ ἔργων τῶν ἀπηγορευμένων, φοβείσθω τὴν ἡμέραν ἐκείνην.

Εἴ τινος γὰρ (φησὶ) τὸ ἔργον μένει, ὃ ἐποικοδόμησεν, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης. Καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται· καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι.

Τίνες οἱ πρέσβεις ταρασσόμενοι, ἡνίκα ἂν συνεπιστῇ ἡ τοῦ Κυρίου ἡμέρα; Ἢ δηλονότι ἐκεῖνοι, οὓς ὁ Κύριος διὰ παραβολῶν αἰνίσσεται, ἣν εἶπεν ἐγγὺς γενόμενος τῆς Ἱερουσαλὴμ πρὸς τοὺς δοκοῦντας, ὅτι μέλλει ἡ βασιλεία τοῦ Κυρίου ἀναφαίνεσθαι. Ἄνθρωπος γὰρ (φησὶν) εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.

Εἶτα εἰπὼν περὶ τῶν δέκα μνῶν, ἃς ἔδωκε τοῖς δέκα δούλοις εἰς τὸ πραγματεύσεσθαι, ἐπήγαγεν· Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν, καὶ ἔπεμψαν ὀπίσω αὐτοῦ πρέσβεις, λέγοντες, ὅτι Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. —Εὐγενὴς μὲν οὖν ἄνθρωπος, ὁ πρὸς οὐδένα ἄλλον τὴν κοινωνίαν τοῦ γένους, ἢ πρὸς τὸν ἐπὶ πάντων Θεὸν κεκτημένος. Ὡς γὰρ εὐγενεῖς λέγομεν τοὺς ἀπὸ αἵματος βασιλικοῦ, οὕτως ἀληθινῶς εὐγενὴς, ὁ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχων. Καὶ ὁ κατὰ τὸν Σωτῆρα ἄνθρωπος εὐγενὴς ἂν λέγοιτο. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα νοούμενος ὁ Κύριος εὐγενὴς, τὸ καθαρὸν καὶ εἰλικρινὲς καὶ ἀμιγὲς τῇ φύσει ἐν ἑαυτῷ κεκτημένος· ἀλλὰ καὶ κατὰ τὸ ἀνθρώπινον πάντως, γένος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.

Πορεύεται οὖν εἰς χώραν μακρὰν, οὐ τοσοῦτον τῷ τόπῳ διεστῶσαν, ὅσον τῇ καταστάσει τῶν πραγμάτων. Καὶ γὰρ ὁ αὐτὸς Θεὸς καὶ ἐγγύς ἐστιν ἑκάστῳ ἡμῶν, ὅταν αἱ ἀγαθαὶ πράξεις τὴν πρὸς αὐτὸν οἰκείωσιν ἡμῖν προξενῶσι· καὶ μακρὰν γίνεται, ὅταν ἡμεῖς ἑαυτοὺς διὰ τὸ προσεγγίζειν τῇ ἀπωλείᾳ μακρύνωμεν ἀπ᾽ αὐτοῦ. —Οὗτος ὁ Εὐγενὴς, θεασάμενος τὸν κόσμον ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενον καὶ τῇ πικρᾷ τυραννίδι τοῦ ἐχθροῦ ὑποκείμενον, ἐλεήσας τὴν ἀναρχίαν, κατεδέξατο αὐτῶν βασιλεῦσαι. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. —Ἐπεὶ οὖν ἦλθεν εἰς τὸν περίγειον τόπον τοῦτον, (τὴν χώραν, τὴν μακρὰν οὖσαν τοῦ Θεοῦ) ὥστε λαβεῖν τὴν ἐπὶ τὰ ἔθνη βασιλείαν, κατὰ τὸ εἰρημένον ἐν ψαλμῷ· Αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, οἱ ὑπὸ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τεταγμένοι (οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ δυνάμεις αἱ ὑπ᾽ αὐτοῦ στρατευόμεναι) οὐ κατεδέξαντο αὐτοῦ τὴν βασιλείαν· ἀλλὰ (δόντος αὐτοῦ τὰς ἐντολὰς καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ μὴ ἀργὰς ταύτας κελεύσαντος ἐπ᾽ αὐτοῖς κατακεῖσθαι, ἀλλὰ τὴν ἐργασίαν αὐτῶν ἐπιζητοῦντος) ἔπεμψαν πρέσβεις ὀπίσω αὐτοῦ, ἀρνούμενοι αὐτοῦ τὴν βασιλείαν.

Τίνες οὖν πρέσβεις, ἀλλ᾽ ἢ οἱ τὸν θάνατον ἐνεργήσαντες τοῦ Σωτῆρος; Οἱ νομίσαντες διὰ τοῦ σταυροῦ διακόπτειν αὐτοῦ τὴν ἐπὶ τὸν κόσμον βασιλείαν, οἱ λέγοντες τῷ Πιλάτῳ· Μὴ γράφε, ὅτι «ὁ βασιλεὺς τῶν Ἰουδαίων» ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπε «βασιλεύς εἰμι τῶν Ἰουδαίων».

Ἀλλ᾽ ὅμως ἡ πονηρία τῶν κωλυόντων, αὐτοὺς μὲν κατέκρινε, τῇ δὲ οἰκονομίᾳ οὐκ ἐνεπόδισε. Κρατήσας γὰρ τῆς βασιλείας καὶ διανείμας τοῖς δούλοις κατὰ τὴν ἀξίαν τῆς ἑκάστου αὐτῶν ἐργασίας, ἐκέλευσεν αὐτοὺς φωνηθῆναι, ἵνα γνῷ τί ἐπραγματεύσαντο. Καὶ τῷ μὲν πρώτῳ, δέκα μνᾶς προσεργαμένῳ, ἔδωκεν ἐξουσίαν ἐπάνω δέκα πόλεων· τῷ δὲ δευτέρῳ, πέντε μνᾶς προσπορίσαντι, λέγει· Γίνου ἐπάνω πέντε πόλεων. Τὸν δὲ ἐν σουδαρίῳ ἄπρακτον αὐτὴν ἀποδήσαντα, ἀφαιρεθῆναι προσέταξεν.

Ὅτε δὲ τὰ περὶ τοὺς Ἰουδαίους διετάξατο (Καιρὸς γὰρ, φησὶ, τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ) τότε καὶ τοὺς ἐχθροὺς, τοὺς ἀρνησαμένους αὐτοῦ τὴν βασιλείαν, ἐκέλευσεν ἀχθέντας εἰς τὸ μέσον κατασφαγῆναι. —Πολλοὶ γοῦν εἰσιν, οἱ ἐν τῷ βίῳ τούτῳ μὴ θέλοντες βασιλεύειν ἐφ᾽ ἑαυτῶν τὸν Χριστόν. Οἱ γὰρ ὑπὸ τὴν πορνείαν τεταγμένοι καὶ οἱ ὑπὸ τοῦ θυμοῦ κατακρατούμενοι καὶ ὑπὸ τῆς πλεονεξίας δεδουλωμένοι, οὐ θέλουσιν ἐφ᾽ ἑαυτοὺς βασιλεύειν τὸν Κύριον, καὶ ὅσον ἐπὶ τῇ ἑαυτῶν προαιρέσει, παραιτοῦνται αὐτοῦ τὴν βασιλείαν. Περὶ τούτων ὁ Ἡσαΐας λέγει, ὅτι Ταραχθήσονται. —Ἐπειδὰν γὰρ ἴδωσιν ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ τὸν Κύριον οἱ ἐν ἁμαρτίαις ζήσαντες καὶ τὸν εὐαγγελικὸν τρόπον τῆς βασιλείας ἐξουδενώσαντες, Ταραχθήσονται δηλονότι, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης. Τὸ ὀξὺ τῆς ἀλγηδόνος, νυσσούσης αὐτῶν τὴν καρδίαν καὶ κατατιτρωσκούσης ὑπὸ τοῦ συνειδότος τῶν ἁμαρτημάτων, διὰ τῆς ὠδῖνος παρέστησε. Καὶ γὰρ ἡ ὠδὶς δριμεῖά τίς ἐστιν ἀλγηδὼν τοῖς καιριωτάτοις μέρεσιν, ἐν τῷ καιρῷ τῆς κυνήσεως ταῖς τικτούσαις ἐγγινομένη. —Καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Ἴδιον τῶν διατρεπομένων καὶ ἀπροσδοκήτῳ δεινῷ περιπεσόντων, τὸ μεταβαλεῖν τὸ χρῶμα τοῦ προσώπου, ἐρυθραινόμενοι κατὰ τὴν ἐπιφάνειαν καὶ τὸ τῆς ψυχῆς πάθος διὰ τῆς ἐπιφαινομένης μεταβολῆς ἐπισημαίνοντες.

Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Ἄνω μὲν εἶπεν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου· ἐνταῦθα δέ· Ἡμέρα Κυρίου ἔρχεται, θεῖναι τὴν οἰκουμένην ἔρημον. Ὁ ἀκριβῶς τηρῶν τὰ ἀποδεδομένα, εὑρήσει ὅτι οὐ περὶ τῆς αὐτῆς ἡμέρας ἀμφότεραι αἱ τῆς προφητείας περικοπαὶ διηγοῦνται· ἡ μὲν γὰρ προτέρα περὶ τῆς ἰδίας ἑκάστου συντελείας, ἥτις ἐγγὺς πάρεστιν· ἡ δὲ ἐν χερσὶ, περὶ τῆς καθολικῆς. Θήσει γὰρ αὕτη τὴν οἰκουμένην ἔρημον, διὰ τὸ ἐπάγεσθαι, ὅτι Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων οὐ δώσουσι φῶς. —Τάχα δὲ ἡμέρα λέγεται κυρίως ἐκείνη, διὰ τὸ ἡνωμένον τῆς καταστάσεως· οὐ γὰρ διακόπτεται νυκτὶ, οὐδὲ περιγράφει αὐτὴν ἑσπέρα. Καὶ διὰ τὸ φανεροῦσθαι ἐν αὐτῇ τὰ κρυπτὰ τοῦ σκότους, ἡμέρα μὲν ἐκείνη κυρίως προσαγορεύεται.

Νὺξ δὲ ὁ βίος οὗτος, ἐν ᾧ συγκεκάλυπται τὰ τῆς αἰσχύνης ἔργα, ὅθεν καὶ Ἡ νὺξ (φησὶ) προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἐκείνη δὲ ἡ ἡμέρα καὶ ἀνίατος λέγεται, θυμοῦ οὖσα καὶ ὀργῆς, ἐν ᾗ οὐκ ἔστιν ἐξιλάσασθαι, οὐδὲ οἷον ἰάσασθαι τοὺς προσαγομένους ἐπ᾽ αὐτῇ πόνους. Μὴ οὖν ταμιευώμεθα εἰς ἐκείνην τὴν ἡμέραν τὰς ἐξομολογήσεις, ἀλλὰ νοήσωμεν τὸ οἰκονομικὸν τῆς Γραφῆς, φόβον Θεοῦ γεννῆσαι βουλομένης καὶ παιδαγωγῆσαι τοὺς ἐντευξομένους ἐργάζεσθαι, ἕως ἡμέρα ἐστίν· Ἔρχεται νὺξ, ὅτε οὐκέτι οὐδεὶς δύναται ἐργάζεσθαι. Ὁ ἐν τῷ φωτὶ τῶν Ἐντολῶν τοῦ Χριστοῦ περιπατῶν, ἐν ἡμέρᾳ ἐστίν· ὁ παραδεδομένος τῷ σκότῳ τῷ αἰωνίῳ, ἐν νυκτὶ γενήσεται. Ἐν ἐκείνῃ τῇ νυκτὶ οὐκέτι ἔργον, οὐκέτι ἐξομολόγησις· ἀλλ᾽ αἱ μὲν χεῖρες δεδεμέναι καὶ οἱ πόδες τοῖς δεσμοῖς τῶν ἰδίων ἁμαρτημάτων· Δήσαντες γὰρ αὐτὸν χειρῶν καὶ ποδῶν, ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον.

Γλῶσσα δὲ οὐκέτι ἐξομολόγησιν, οὐδὲ αἴνεσιν Θεοῦ λαλήσει, ἀσχολουμένη περὶ τὸν στεναγμὸν, τὸν ἐκ τῶν πόνων αὐτῇ ἐγγινόμενον. Διὰ τοῦτο ἔρχεται ἡ ἡμέρα ἐκείνη ἀνίατος. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν.

Φανερῶς τὴν συντέλειαν διαγράφει καὶ τὴν τοῦ παντὸς μεταποίησιν ὁ Προφήτης. Τότε γὰρ ἡλιακὸν φῶς ἐπιλείψει καὶ ἡ σελήνη σῶμα ἔσται ἀλαμπὲς, καὶ ὁ Ὠρίων, ὁ φανότατος τῶν ἀστέρων, τὸ φῶς οὐ δώσει· Οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων τὸ φῶς οὐ δώσουσιν, οὐχὶ σκοτιζόμενοι διὰ τὸ καταυγάζεσθαι ὑπὸ τῶν τοῦ ἡλίου ἀνατολῶν.

Τοῦτο γὰρ καὶ ἐν τῇ νῦν ἡμέρᾳ γίνεται, καὶ παρὰ πᾶσι τοῖς ἐξετάσασι τὰ κατ᾽ οὐρανὸν φαινόμενα ὁμολογεῖται, ὅτι οὐχὶ ἀποσβέννυνται οἱ ἀστέρες ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ κείμενοι, ἀλλὰ τῷ ὑπεραυγάζεσθαι ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐξαμαυροῦνται. Ὅπερ καὶ ἐν ταῖς νυξὶ γίνεται ταῖς πανσελήνοις, περιλαμπούσης τῆς κατὰ τὴν σελήνην λαμπρότητος τοὺς ἀστέρας, καὶ οὐκ ἐώσης αὐτῶν τὰς αὐγὰς διαφαίνεσθαι.

Οὐδὲν οὖν τούτων τῶν κατὰ φύσιν συμβαινόντων ὁ λόγος παρίστησιν, ἀλλὰ παντελῆ τῶν ἀστέρων σκότωσιν καὶ τοῦ παντὸς μετακόσμησιν. —Δῆλον δὲ ὅτι Ὠρίωνα λέγει ἡ Γραφὴ τὸ σύστημα τῶν εἴκοσι καὶ δύο ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην· οὓς οἱ περὶ ταῦτα δεινοὶ καταμερίζουσι, καί φασι τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα δὲ ἐν αὐτοῖς τετάρτου καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. Κεῖται δὲ τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς Γραφῆς, ὡς ἓν σῶμα, Ὠρίων ὠνόμασται.

Ἄστρα δὲ ταῦτα λέγουσι (καὶ οὐχὶ ἀστέρας) ὡς τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθ᾽ ἕκαστον λεγομένου. Καὶ τοῦ Ἀρκτούρου δὲ μέμνηται ἡ Γραφὴ, ὃν μεταξὺ τῶν μερῶν τοῦ Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα, ὑπόκιῤῥον.

Παραπλησίως δὲ καὶ ἡ Πλειὰς ὀνομάζεται ὑπὸ τῆς Γραφῆς, ὡς καὶ ὑπὸ τῶν ἔξωθεν, τῶν δηλονότι παρ᾽ Ἑβραίων πολυπραγμονησάντων τὰ ἀπόῤῥητα. Φαίνονται δὲ καὶ ἐν Πλειάδι ἑπτὰ ἀστέρες συνεχεῖς καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους (οὐχὶ δὲ ἓξ, ὅπερ τινὲς οἴονται)· κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι.

Ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα τοῦ Ὠρίωνος, οὕτω τὸ ὄνομα τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς Πλειάδος ἐν τῷ Ἰὼβ, ὅς φησιν· Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. Ὁ οὖν ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ τὸν ἀριθμὸν ἔχει πάντων αὐτῶν καὶ τὰς προσηγορίας. —Ὀλίγαι δέ εἰσιν αἱ ἐκφωνηθεῖσαι, αἷς οἱ Ἕλληνες συγχρησάμενοι καὶ τὰ λοιπὰ προσύφηναν παρ᾽ ἑαυτῶν, καὶ μυρίαις ὀνομασίαις προσαγορεύουσι τούς τε ἀπλανεῖς ἀστέρας καὶ τοὺς πλανωμένους.

Καὶ τοὺς μὲν διαιροῦσιν εἰς δώδεκα μέρη, τοὺς δὲ κατὰ τὸν ζωοφόρον κύκλον, δι᾽ οὗ ὁ ἥλιος τὴν πορείαν ποιεῖται, τοὺς δὲ κατὰ τὸ βόρειον καὶ νότιον μέρος παραπεπηγότας κατωνόμασαν, ὡς ἠβουλήθησαν. Καὶ ἀπολῶ (φησὶν) ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.

Ἀγαθοῦ ἔργον ἐστὶ Θεοῦ τὰ φαῦλα ἐξαφανίζειν, ἵνα καθαρὸν ἀπὸ πάσης κακίας τὸ ἑαυτοῦ δημιούργημα ἀποκαταστήσῃ καὶ, ἀπαλλαγὲν ἀπὸ παντὸς ἀῤῥωστήματος, εἰς τὸ κατὰ φύσιν ἐπαναγάγῃ. Ἀλλαχοῦ μὲν γὰρ λέγεται· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, καὶ ὅτι ἡ τοῦ κόσμου σοφία, ἀπατῶσα τοὺς παραδεξαμένους αὐτὴν καὶ νομισθεῖσα εἶναι ἀληθινὴ, ἄγνοιαν ἐμποιεῖ τῶν πρὸς σωτηρίαν δογμάτων. Ἀφανίζεται οὖν ἡ σοφία ἀνατρεπομένη ὑπὸ τῆς ἀληθείας, λυομένων τῶν σοφισμάτων καὶ τῶν πιθανοτήτων αὐτῆς, ἵνα ῥυσθῇ ἀπὸ ἀπάτης καὶ ψευδοδοξίας ὁ ὑπ᾽ αὐτῆς προειλημμένος. Ὡς οὖν ἀπόλλυται νόσος ὑπὸ ἰατροῦ καὶ ἀπόλλυται σκότος ὑπὸ ἡλίου, οὕτως ἀπόλλυται ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ ὕβρις ἀνόμων καὶ ὕβρις ὑπερηφάνων ταπεινοῦται.

Διὸ καὶ ὁ Ἰακὼβ, εὐλογῶν τοὺς υἱοὺς Συμεὼν καὶ Λευί· Ἐπικατάρατος (φησὶν) ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τὴν πονηρὰν ἕξιν τῆς κατάρας ἐξαναλίσκει, ἵνα τὸ καταλειπόμενον ἐν αὐτοῖς ἄξιον τῆς εὐλογίας τοῦ πατριάρχου γένηται. —Οὕτω δὲ καὶ Νῶε, γνοὺς ὃ ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, εἶπεν· Ἐπικατάρατος Χαναάν. Καίτοι Χὰμ ἦν ὁ λελυπηκώς· ἀλλ᾽ ὅμως οὐκ αὐτῷ καταρᾶται, ἀλλὰ τῷ γεννήματι αὐτοῦ καὶ τῷ ἔργῳ αὐτοῦ, ὅπερ συμβολικῶς ὀνομάζεται Χαναάν, διότι ἑρμηνεύεται Χαναὰν ὡς σάλος. Διὰ τὸ οὖν ἐν κινήσει τὴν ἕξιν γινομένην τὸ πάθος ἐπιτελεῖν, οὐ τῇ διαθέσει καταρᾶται, ἀλλὰ τῷ ἔργῳ, τῷ ἀπ᾽ αὐτῆς. Δύσκολον γὰρ τὸ ἐν καρδίᾳ καθαρὸν ἐν ἀνθρώπου φύσει διασωθῆναι.

Δῆλον δὲ, ὅτι ἀφανίζων τὴν ὕβριν τῶν ὑπερηφάνων, οὐχ ἓν μόνον τῶν κακῶν ἐξαναλίσκει, ἀλλ᾽ ἀπὸ ἑνὸς ἁμαρτήματος διατατικῶς, ἐφ᾽ ὅλα τὰ εἴδη τῆς κακίας ἐξακούειν προσήκει τῆς ὕβρεως. Οἱ γὰρ ἄνομοι ἐξυβρίζουσι μὲν εἰς τὸν ναὸν, ἐξυβρίζουσι δὲ εἰς τὸν πλησίον, ἐξυβρίζουσι δὲ εἰς τὸ κατ᾽ εἰκόνα τοῦ Κτίσαντος, καὶ διὰ τῆς εἰκόνος ἡ ὕβρις ἀναβαίνει ἐπὶ τὸν Κτίσαντα. Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται, οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ᾽ εἰκόνα γεγενημένον καθυβρίζων. Ὑβρίζει δὲ πρὸ πάντων καὶ ἑαυτὸν ὁ πόρνος, διὰ τῆς φθορᾶς· ὁ μοιχὸς, διὰ τοῦ ἔργου τῆς αἰσχύνης· ὁ κλέπτης, διὰ τῆς ταπεινῆς καὶ αἰσχρᾶς καὶ ἀνελευθέρου πράξεως· ὁ ψεύστης, διὰ τοῦ ἀρνήσασθαι τὴν ἀλήθειαν· ὁ ἐπίορκος, διὰ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως.

Ὥστε πᾶσα ἁμαρτία ὕβρις ἐστὶ καὶ ὕβρεώς ἐστι βλάστημα, πρώτου ἁπτομένη τοῦ ὑβριστοῦ. Ταπεινώσει δὲ καὶ τὴν ὕβριν τῶν ὑπερηφάνων, διότι καὶ ἡ ὑπερηφανία ἀδελφὴ τῆς ἀνομίας ἐστίν. Ὁ γὰρ ἄδικος ὑπερηφανεῖ τὴν δικαιοσύνην καὶ κατεπαίρεται αὐτῆς· καὶ ὁ ἀκόλαστος κατὰ τῆς σωφροσύνης λαλεῖ, ὅταν διαπτύῃ τὸν ἀκριβῆ ἐν πᾶσι παρατετηρημένον καὶ τὴν μέχρις ὀφθαλμῶν κίνησιν παιδαγωγοῦντα. Ὁ ἄσωτος τὸν ἐν διαίτῃ μέτριον, ὁ ἄφρων καταχλευάζει τοὺς περιττοὺς ἐν σοφίᾳ καὶ φιλοπόνως πανταχόθεν ἑαυτοῖς συλλέγοντας τὰ μαθήματα. —Ὁ οὖν ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅστις ἐστὶ πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος, ὁ ἐκ Σουφείρ. Μετὰ τὸ ἐπαχθῆναι τοὺς μεγάλους πειρασμοὺς καὶ ἐλθεῖν τοὺς ὁπλομάχους τοὺς ἐξαφανίζοντας τὴν οἰκουμένην καὶ μετὰ τὸ ταπεινωθῆναι πᾶσαν ὑπερηφανίαν, τότε οἱ εὑρισκόμενοι ἄνθρωποι ἐκ πολλῶν, μηδὲν βλαβέντες τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τοὺς ἀνόμους κοινωνίας, ἀλλὰ διὰ μυρίων πειρασμῶν καὶ δοκιμαστηρίων ἐξετασθέντες, βάσανον τῆς ἑαυτῶν προαιρέσεως ἀκριβῆ δεδωκότες, παντὸς ἀπύρου χρυσίου ἔσονται τιμιώτεροι καὶ παντὸς λίθου τιμιωτάτου, ὃς δοκεῖ ἐν τῇ Σουφεὶρ εὑρίσκεσθαι. —Ἔοικε δὲ χώραν τινὰ λέγειν ἐν τῷ ἔθνει τῷ Ἰνδικῷ τὴν Σουφεὶρ, περὶ ἣν οἱ πολυτίμητοι τῶν λίθων πεφύκασι γίνεσθαι.

Ἄπυρον δὲ χρυσίον, τὸ μηδεμίαν ἀμφιβολίαν ὕλης ἀλλοτρίας ἔχον ἐν ἑαυτῷ, ἀλλ᾽ ὁμοῦ τῷ φανῆναι, πεῖθον τὴν ὄψιν τῶν ὁρώντων, ὅτι δόκιμόν ἐστι καὶ ἀμιγὲς χαλκοῦ, ἤ τινος ἄλλης ἐπιπλοκῆς. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

Πᾶσα ἡ κτίσις συγκινεῖται τῷ Δεσπότῃ ἐπὶ τὴν ἐκδίκησιν τῶν εἰς αὐτὸν ἡμαρτηκότων. Ὥσπερ γὰρ ἐξίσταται ὁ οὐρανὸς καὶ φρίσσει ἐπὶ ταῖς ἀπροσδοκήτοις παρανομίαις τοῦ λαοῦ, ὅταν ἐγκαταλείπωσι τὸν Κύριον, οὕτως, ἐπειδὰν συμπληρωθῶσιν αἱ ἁμαρτίαι τῶν ἀποστατησάντων καὶ ἔλθῃ ὁ καιρὸς τῆς ἀνταποδόσεως, θυμοῦσθαι λέγεται καὶ συνδιανίστασθαι τῇ ὀργῇ τοῦ Θεοῦ.

Θυμὸν δὲ οὐρανοῦ νοεῖν χρὴ τὰ ἀπ᾽ αὐτοῦ φοβερὰ ἐπιπίπτοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται τῶν ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος καὶ ἡ σελήνη οὐκέτι πεφωτισμένη· ὅταν σκηπτοὶ διατρέχοντες καὶ βρονταὶ φοβερῶς καταῤῥηγνύμεναι· ὅταν ὁ ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ Ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ᾽ αὐτῷ πεποιθότων.

Ταῦτα δὲ γίνεται διὰ θυμὸν ὀργῆς Κυρίου. —Θυμὸν δὲ ὀργῆς λέγειν τῇ Γραφῇ σύνηθες τὴν ἀναθυμίασιν καὶ οἱονεὶ ἔξαψιν τῆς ἐπὶ τῇ ἀνταποδόσει τῶν πονηρῶν ἔργων γινομένης κολάσεως. Ἡ δὲ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς.

Δείκνυσιν ὅτι οὐκ ἐπιπόλαιος, οὐδὲ συνήθης ὁ σεισμὸς ἔσται, περὶ τὴν ἐπιφάνειαν τοῦ βρασμοῦ γινομένου, ἀλλ᾽ αὐτὴν τὴν ἕδραν αὐτῆς ἀναστρέφει, καὶ ὁ κλόνος αὐτῆς δι᾽ ὅλου ἅψεται. Θεμέλια δὲ γῆς ἄγνωστα ἀνθρώπου φύσει, ὡς μεμαθήκαμεν ἐν τῷ Ἰὼβ, τοῦ Κυρίου λέγοντος· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; Ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς; Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾽ αὐτῆς; —Ἤπου κατὰ τὴν τῶν ἔξωθεν ὑπόληψιν ἐθεμελίωσεν ὁ Κύριος τὴν γῆν, ἐν τῷ κέντρῳ τῆς περιεχούσης τὸν κόσμον σφαίρας, ὡς διὰ τὴν ἰσοῤῥοπίαν αὐτῆς ἴσον ἀπεχούσης πανταχόθεν τοῦ οὐρανοῦ, βεβηκέναι ἀσφαλῶς καὶ ἐρηρεῖσθαι ἀκλινῶς. Εἰ δὲ οὕτως ἐστήρικται βεβαίως ἡ γῆ, δηλονότι ἐκ θεμελίων κινουμένη, ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ βάσεως μετατεθήσεται.

Ἐπειδὴ δὲ τὸ θυμοῦσθαι ἴδιόν ἐστι τῶν λογικῶν καὶ ἐμψύχων, ἤδη τινὲς ἐφαντάσθησαν καὶ τὸν οὐρανὸν ἔμψυχον εἶναι καὶ λόγῳ κεχρῆσθαι, ὡς δύνασθαι καὶ εἰς ἀγανάκτησιν τῷ Δεσπότῃ συνδιαναστῆναι. Ἔστι δὲ μυθικὸν ἀνάπλασμα τὸ τοιοῦτον· Πολλάκις γὰρ ἡ Γραφὴ μετωνυμικῶς οὐρανὸν ὀνομάζει τὰ ἐπουράνια ζῶα, ὡς ἔθος καὶ παρ᾽ ἡμῖν λέγειν· ἡ πόλις ἐκβέβηκε πᾶσα· καὶ ἡ πόλις ᾔτησε παρὰ τοῦ ἄρχοντος τόδε· ἀντὶ γὰρ τῶν ἐνοικούντων τὴν πόλιν λέγομεν. —Οὕτως οὖν καὶ ὁ οὐρανὸς θυμοῦται, τῶν οὐρανίων δυνάμεων συντιθεμένων τῇ δικαία ὀργῇ τοῦ Θεοῦ. Ὡς γὰρ χαρὰ γίνεται ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς ἁμαρτίας τοῦ κτίσαντος.

Καὶ ἔσονται οἱ καταλελειμμένοι, ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται· καὶ οἵτινες συνηγμένοι εἰσὶ, μαχαίρᾳ πεσοῦνται. Καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.

Ἐν τῇ ἐφόδῳ τῶν πολεμίων, οἱ μὲν εἰς χεῖρας ἐλθόντες, ἐπ᾽ αὐτῆς τῆς παρατάξεως ἔπεσον· οἱ δὲ διαφυγόντες, ὡς δορκάδιόν εἰσι φεύγοντες. Εὐπτόητον δὲ τὸ ζῶόν ἐστι καὶ δειλὸν, καὶ δι᾽ ὀξύτητα τῶν ποδῶν ἐπὶ πολὺ φεῦγον, καὶ οὐχ ἱστάμενον. Ἔσονται οὖν ὡς δορκάδιον καὶ ὡς πρόβατον πλανώμενον. Καὶ γὰρ οὐδεμίαν οἰκείαν σύνεσιν ἔχει τὸ πρόβατον πρὸς τὸ ὁρμῆσαι μὲν ἐπὶ τὰς τροφίμους νομὰς, αὐλισθῆναι δὲ ἐν τόποις ἀσφαλεστέροις, ἢ ποτὸν ἑαυτοῖς ἐκζητῆσαι, ἐὰν μή τις ᾖ ὁ ποιμαίνων καὶ ἐπὶ ταῦτα καθηγούμενος.

Ἔσονται οὖν οἱ τότε, διαφεύγοντες μὲν ὡς δορκάδες, ἀβοήθητοι δὲ ὡς τὰ πρόβατα τὰ πλανώμενα, τῷ μὴ εἶναι αὐτῶν ἄρχοντα. —Καὶ οὐκ ἔσται ὁ συνάγων, ἀλλ᾽ οἱ μὲν δειλοὶ σπαρήσονται ὑπὸ τῶν διωκόντων, οἱ δὲ καταλειφθέντες ἡττηθήσονται ὑπὸ τῶν πολεμίων· κἂν δυνηθῶσι συστῆναι καὶ κοινωνίαν τινὰ βοηθείας ποιήσασθαι, ἀλλ᾽ οὖν μαχαίρᾳ πεσοῦνται. —Εἶτα λέγει τὰ ἐλεεινὰ πάθη τῶν ἐξανδραποδιζομένων. Τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐν τοῖς ὀφθαλμοῖς τῶν γονέων καὶ τὰς οἰκίας αὐτῶν διαρπάσονται καὶ τὰς γυναῖκας ἐφ᾽ ὕβρει πρὸς ἑαυτοὺς μεταστήσουσιν.

Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσουσιν· οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. [Πολλοῖς ὕστερον χρόνοις, ὡς ἡ ἱστορία παραδέδωκεν, οἱ Μῆδοι τῇ ἀρχῇ τῇ τῶν Ἀσσυρίων ἐπέθεντο καὶ κατεστρέψαντο Βαβυλῶνα· ἔστι μὲν οὖν ἡ προφητεία τοῦ Ἡσαΐου πρὸ πολλῶν γενεῶν τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας· πάλιν δὲ μετὰ τὸν Ἰσραὴλ πολλοῖς ὕστερον ἔτεσι φαίνονται οἱ Μῆδοι, ἐπιστρατεύσαντες τοῖς Ἀσσυρίοις]. Παραμυθία οὖν τῶν αἰχμαλωτιζομένων ἡ προσδοκία τῆς ἐκδικήσεως μετ᾽ οὐ πολὺ καταληψομένης τὸν λαὸν τὸν κακώσαντα τὸν Ἰσραήλ.

Ἐπεγερῶ (φησὶν) ὑμῖν τοὺς Μήδους, οἵτινες οὔτε ἀργυρίῳ παραπεισθήσονται, οὔτε χρυσίῳ. Οὐδὲ δυνήσεσθε ὑμεῖς, οἱ Βαβυλώνιοι, τῇ περιουσίᾳ τοῦ πλούτου ἐξωνήσασθαι παρ᾽ αὐτῶν τὸ μηδὲν παθεῖν. Οὐδὲ γάρ εἰσιν ἐπτοημένοι περὶ χρήματα, τῷ καὶ αὐτοὶ ὑπερπλουτεῖν. Διόπερ οὐδὲ ἐν τοῖς πολέμοις περισπῶνται ὑπὸ τῆς νεκροσυλίας, οὐδὲ ἀσχολοῦνται περὶ τὴν λείαν καὶ τὸ λαμβάνειν παρὰ τῶν ἑαλωκότων ἀγενὲς οἴονται. Ἀλλὰ τὴν τοξείαν τῶν παρ᾽ ὑμῖν νεανίσκων συντρίψουσι καὶ οὐδένα οἶκτον, οὐδὲ φειδῶ ποιήσονται τῶν νηπίων.

Τὸ δὲ Μήδων ὄνομα μεταλαμβανόμενον σημαίνει ἀπὸ ἱκανοῦ. Οὐκοῦν ὁ Ἱκανὸς ἐν πᾶσι καὶ δυνατὸς ἐπάγειν τὰ πρὸς ἀξίαν, οὗτος κινεῖ τοὺς Μήδους. Ἢ τάχα, ἐπειδὴ ὁ Μαδαεὶ κτίστης ἐστὶ τῆς Μηδείας, ἑρμηνεύεται δὲ οὗτος ἐκμέτρησις, λέγοιντο ἂν οἱ Μῆδοι ἐπάγεσθαι εἰς τὸ κολάζειν ἐμμέτρως τοὺς κακῶς βεβιωκότας, διότι ᾧ μέτρῳ ἕκαστος ἡμῶν μεμέτρηκεν, ἤτοι ἐν τῷ κατορθοῦν, ἢ ἐν τῷ ἁμαρτάνειν, ἐν τούτῳ ἢ τὰ τῆς ἀμοιβῆς, ἢ τὰ τῆς κολάσεως ἀπολήψεται.

Τοιοῦτοι δὲ οἱ Μῆδοι· οὐκ ἐλεήσουσι τὰ τέκνα τῶν Βαβυλωνίων, οὐδὲ περιποιήσασθαι καταδέξονται. Τάχα δὲ τέκνα τοὺς καρποὺς καὶ τὰ γεννήματα τῆς Βαβυλωνίων ψυχῆς νῦν φησιν ἡ Γραφή. Τοιαῦτα νομίζω εἶναι καὶ τὰ τοῦ μακαριζομένου παρὰ τῷ Ψαλμῷ τέκνα, ἐν ᾧ ἡ μὲν γυνὴ ἡ σοφία ἐστὶν, ἥντινα ἐκζητήσας νύμφην ἠγάγετο καὶ σύνοικον ἑαυτῷ ὁ Κύριος, γενόμενος ἐραστὴς τοῦ κάλλους αὐτῆς· οἱ δὲ υἱοὶ, τὰ γεννήματα τοῦ νοῦ καὶ τῆς σοφίας ἅμα συνελθόντα. Περὶ τούτων οἶμαι τῶν τέκνων εἰρῆσθαι ἐν τῷ ρλϛʹ Ψαλμῷ· Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος· μακάριος, ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Μακάριος, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Ταύτην γὰρ προβλέπει τὴν ἡμέραν τῆς ἀνταποδόσεως, καθ᾽ ἣν οἱ Μῆδοι, κρατήσαντες τῶν Βαβυλωνίων, οὐκ ἐλεήσουσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις αὐτῶν φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

Σκόπει δὲ ὅτι ὁ Ψαλμὸς μακαρίζει, οὐ τὸν ὁπωσδήποτε τέκνον Βαβυλώνιον ἀνελόντα, ἀλλ᾽ ὅτι πρῶτον μὲν θέλει τὰ νήπια αὐτῶν ἀφανίζεσθαι τὰ ἀρτιγενῆ, μὴ ἐπιτραπέντα ἐλθεῖν εἰς αὔξησιν, ἵνα μὴ ἐπὶ πλεῖον χωρήσῃ τῆς πονηρίας· δεύτερον δὲ, ὅτι οὐχ οἵῳ δήποτε τρόπῳ ἀναιρεθῆναι. Μακαρίζει γὰρ τὸν κρατήσαντα καὶ περιγενόμενον τῇ ἑαυτοῦ σοφίᾳ τῆς τεκνογονίας τοῦ συγκεχυμένου νοῦ, ὅστις ὀνομάζεται Βαβυλώνιος, ἔπειτα δὲ προσαράσσων αὐτὰ τῇ πέτρᾳ. Ἡ πέτρα δὲ καὶ ἐν τούτῳ ὁ Χριστός ἐστιν· ὁ γὰρ συγκρούων τὰ φαῦλα δόγματα τῷ λόγῳ τῆς ἀληθείας, οὗτός ἐστιν ὁ τὰ Βαβυλώνια νήπια τῇ πέτρᾳ προσεδαφίζων. —Εἰ οὖν τέκνα Βαβυλῶνος, τὰ τῶν ἑτεροδόξων δόγματα (συγχέοντα τὴν ψυχὴν τοῦ παραδεχομένου) καλῶς τὸ Βαβυλώνιον τέκνον κρατηθὲν ἐδαφίζοιτο πρὸς τὴν πέτραν.

Καὶ ἔσται Βαβυλὼν, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται· καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ, καὶ αἱ ἡμέραι αὐτῆς οὐ μὴ ἐφελκυσθῶσιν.

Ἐπὶ τούτοις διηγεῖται τὴν ταπείνωσιν τῆς Βαβυλῶνος. Καὶ ἐπειδὴ σφοδροτέραν ποιεῖται τὴν ἐνέργειαν ἡ ὑπόμνησις τῆς πρὸ τούτου δόξης, δείκνυσιν ἀπὸ οἵας καταστάσεως εἰς οἵαν ἦλθε μεταβολήν. Καὶ ἔσται (φησὶ) Βαβυλὼν, ἣ καλεῖται ἔνδοξος. Ὥσπερ ἴδιον ἐπώνυμον ἐγένετο τοῦτο, καὶ πάντες αὐτὴν μετὰ προσθήκης ὠνόμαζον· Βαβυλὼν ἡ ἔνδοξος. Ἐποίει δὲ αὐτὴν περιβόητον ὁ βασιλεὺς τῶν Χαλδαίων, τῷ πολλοὺς καταστρεψάμενος εἰς αὐτὴν μεταθεῖναι τῶν ἑαλωκότων τὴν δύναμιν, καὶ μεγάλα μὲν αὐτῇ περιβαλεῖν τείχη, πολλὴν δὲ στρατιωτικὴν δύναμιν ἐξαρτύσασθαι, λαμπροῖς δὲ οἰκοδομήμασιν αὐτὴν ἐξᾶραι. —Αὕτη τοίνυν καταστραφήσεται Ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. Τάχα δὲ περιορίζει τὴν καταστροφὴν αὐτῆς καὶ τὴν ἐρήμωσιν χρόνῳ τινί, διὸ οὐκ εἶπεν ἀπολύτως «καὶ καταστραφήσεται εἰς τὸν αἰῶνα», ἀλλὰ προσέθηκεν· Εἰς τὸν αἰῶνα χρόνον. —Δηλοῖ δὲ καὶ τὰ ἐφεξῆς, ὅτι οὐ παντελῆ αὐτῆς προαγορεύει τὴν ἐρήμωσιν· Οὐ γὰρ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, ὡς ἐν πολλαῖς γενεαῖς τῆς ἐρημώσεως γενησομένης, μετὰ δὲ ταῦτα πάλιν οἰκιζομένης.

Οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. Σκυθρωπὴν ἐρήμωσιν ὑπογράφει ὁ λόγος, ὅτι οὕτως ἔσται ἔρημος, ὥστε μηδὲ ποιμέσι σκέπην ἐν αὐτῇ εὑρίσκεσθαι, μηδὲ Ἄραβας, τοὺς τὴν ἔρημον οἰκοῦντας. Οἳ πάντα λεηλατοῦντες καὶ λῃστεύοντες διερευνῶνται πόλεις καὶ κώμας, οὗτοι οὐκ εἰσέρχονται, διὰ τὴν ἀπόγνωσιν αὐτῆς τῷ μήτε οἰκοῦντας εἶναι, μήτε εὑρίσκεσθαί τι τῶν πρὸς βίον. Ἀλλ᾽ ἔσται (φησὶ) καταγώγιον θηρίων, ἐμπλησθήσονται δὲ αἱ οἰκίαι ἤχου.

Ὑπερβολὴν τῆς ἐρημώσεως ὁ ἦχος σημαίνει· φωνὴ γάρ ἐστιν ἀνακλωμένη ὁ ἦχος, ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων ἐπὶ τὸν προέμενον πάλιν ἐπανιοῦσα· Ἥτις ἐν μὲν ταῖς ἐρημίαις εὐήχως ἐπανακάμπτει· ἐν δὲ ταῖς οἰκουμέναις πόλεσιν ἢ κώμαις, ὑπό τε τῶν παραφερομένων σκευῶν τοῦ ἀέρος διακοπτομένου καὶ ὑπὸ τῆς ἐκ πλαγίου παρεμπιπτούσης φωνῆς καταθραυομένη, ἀποτελεῖσθαι οὐ συγχωρεῖται. Ἐκεῖ τοίνυν αἱ οἰκίαι ἤχου ἐμπλησθήσονται. Ἐρημώσεως σύμβολον ὁ ἦχος.

Ἀναπαύσονται δὲ ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται· καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. —Σειρῆνας ὁ μὲν ἔξωθεν λόγος παραδέδωκε γυναῖκάς τινας μελῳδούσας· ἐνταῦθα δὲ δαιμόνων ἔοικεν ὄνομα εἶναι· διὸ Ἀκύλας τὰς σειρῆνας στρουθοκαμήλους εἶπε. Φιλέρημον δὲ τὸ ζῶον καὶ ταῖς ἀγονωτάταις ψάμμοις, ὡς τὰ πολλὰ, ἐμφωλεῦον. Τὴν οὖν ὑπερβολὴν τῆς ἐρημίας ὁ λόγος διὰ τῆς τῶν στρουθοκαμήλων σκηνώσεως παραδίδωσι. —Τοὺς δὲ ὀνοκενταύρους, οὓς εἶπον οἱ Ἑβδομήκοντα, τριχιῶντας ὠνόμασεν ὁ Ἀκύλας. Δαιμόνων τι γένος ἔοικε παριστᾷν, κάθυλον καὶ ἐσκοτισμένον τῇ ἐπιφανείᾳ, ὧν ἔργον ἐστὶ τὸ ἄστατον καὶ τὸ μηδέποτε ἑστῶσι τοῖς ποσὶ, μήτε τῇ διανοίᾳ κεχρῆσθαι.

Καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι. Καὶ τοῦτο ἕτερον εἶδος δαιμόνων ἔοικεν ἡ Γραφὴ παριστᾷν, ὅπερ Σίειν ὠνόμασαν, αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν μεταθέντες οἱ λοιποί. — Ἐκεῖ δὲ καὶ ἐχῖνοι (φησὶ) τοὺς οἴκους αὐτῷ ποιήσουσι. — Πάντα φιλέρημα ζῶα διηγεῖται ὁ τόπος, ὡς οἰκειωθησόμενα τῇ Βαβυλῶνι μετὰ τὴν ἐρήμωσιν.

Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ, καὶ αἱ ἡμέραι αὐτῆς οὐ μὴ ἐφελκυσθῶσιν. Ἠπειγμένην λέγει τὴν καταστροφὴν τῆς Βαβυλῶνος, καὶ οὐδεμίαν παράτασιν τῶν ἠπειλημένων. Ἐπειδὴ δὲ ἠπείληται καταστρέφεσθαι Βαβυλὼν ὡς Σώδομα, εἰδέναι ἡμᾶς δεῖ, ὅτι πολλαὶ αἱ ἑρμηνεῖαι τοῦ ὀνόματος Σοδόμων.

Ἑρμηνεύεται γὰρ τὸ αὐτὸ ὄνομα καὶ τύφλωσις καὶ στείρωσις, καὶ ἑστῶσα σιωπὴ καὶ ὁμοίωμα, καὶ ἔκκλησις καὶ θεμέλιος αὐτῶν. Γόμοῤῥα δὲ μεταλαμβάνεται εἰς μέτρον καὶ εἰς στάσιν. Πάντων δὲ οὐχ ἡγοῦμαι χρῄζειν τὸν βουλόμενον ἑρμηνεῦσαι, πῶς ἡ Βαβυλὼν ὁμοίως Σοδόμοις καταστραφήσεται.

Ἔοικε γὰρ ὁ Θεὸς, εὐεργετῶν τοὺς καταστρεφομένους, καταστρέφειν ὡς ἰατρὸς τυφλότητα· καταστροφὴ δὲ τυφλότητος, ὁράσεως ἀρχή. Καὶ καταστρέφει στείρωσιν, ἵνα, τὴν ἀγονίαν ἐξελάσας, χαρίσηται αὐτοῖς γεννήματα ἔργων δικαιοσύνης. Καὶ τὴν σιωπὴν τὴν ἑστῶσαν καταστρέφει, ἵνα λόγον ἐμβάλῃ καρδίαις πρὸς τὸ δοξάζειν τὸν Θεόν.

Καὶ Γόμοῤῥα οὖν καταστρέφων (ἐπειδὴ ἀμφότερα ἑρμηνεύεται καὶ μέτρον καὶ στάσις τὰ Γόμοῤῥα) τὴν στάσιν τὴν ἐν αὐτῇ καὶ τὴν ταραχὴν καθαιρεῖ, ἵνα οἱ στασιάζοντες, καὶ ἐν τῇ καταστάσει τῇ ἐναντίᾳ (τῆς εἰρήνης) ὄντες, βελτιωθῶσι. —Πᾶς δὲ ὁ τὰ τῆς γενέσεως πράγματα ἀποδεχόμενος καὶ ἀνάγκην καὶ εἱμαρμένην καὶ πεπρωμένην πρεσβεύων καὶ (τὸ ὅσον ἐφ᾽ ἑαυτῷ) διὰ τῆς τούτων συστάσεως ἀφιστὰς τῆς εἰς τὸν Θεὸν πίστεως καὶ τῆς εὐσεβείας τοὺς ἀνθρώπους, οὗτος τὰ Βαβυλωνίων πράγματα ἔνδοξα ὀνομάζει. Χαλδαίων γὰρ εὕρημά ἐστιν ἡ ἀστρολογία· οἵ φασι τὰ ὄντα ἑαυτῶν ἠρτῆσθαι, καὶ οὐ τοῦ Θεοῦ· καὶ, τῇ τῶν ἄστρων φορᾷ ὑποτιθέντες τὰ πράγματα, ἐκβάλλουσι πρόνοιαν τὴν οἰκονομοῦσαν τὰ τῶν ἀνθρώπων· ὡς μήτε εὐχὴν, μήτε εὐσέβειαν δύνασθαί τι, ἀλλὰ κἂν εἰ δοκῇ ταῦτα γίνεσθαι, τῷ λόγῳ τῆς εἱμαρμένης καὶ αὐτὰ ὑποκεῖσθαι.

Καλεῖ δὲ ἔνδοξόν τινα Βαβυλῶνα, καὶ πλούτους κοσμικοὺς καὶ δόξας καὶ τὰς κατὰ σάρκα εὐγενείας καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια, δοξάζων. Πάντα γὰρ ταῦτα συγχυτικὰ διανοίας καὶ ἄξια εἶναι ὁμώνυμα τῇ Βαβυλῶνι.

Ταύτην καταστρέφει ὁ Κύριος, καὶ γίνεται οἰκητήριον δαιμόνων ἐξηγριωμένων, εἴτε τὴν πόλιν βούλει λαμβάνειν, εἴτε ψυχὴν συγκεχυμένην. Ἀνάγκη γὰρ τὴν ἐρημωθεῖσαν ἀπὸ τῆς οἰκήσεως τοῦ Θεοῦ, οἰκητήριον γενέσθαι πονηρῶν πνευμάτων. Ἐκεῖ μὲν οὖν ποιμὴν οὐ καταλύει. Οὐ γάρ ἐστιν ἀγαθοῦ ποιμένος τὴν πεπιστευμένην ποίμνην κατεστραμμένην ἐναυλίζειν. Ἀλλὰ σειρῆνες (φησὶ) καὶ δαιμόνια καὶ ὀνοκένταυροι καὶ ἐχῖνοι. —Ὅταν οὖν ἴδῃς ψυχὴν συγκεχυμένην, γίνωσκε ὅτι ἐνεπλήσθη ἐκείνη ἤχου, διὰ τὸ μηδὲν τετρανωμένον, μηδὲ διηρθρωμένον ἐν αὐτῇ εἶναι ῥῆμα, ἀλλὰ θόρυβον ἄσημον, τὸν ὑπὸ τῶν παθῶν ἐπανιστάμενον, κατέχειν τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐκείνης.

Ἐοίκασιν οὖν πονηραί τινες δυνάμεις διὰ τῆς κατὰ τὴν φωνὴν ἐκκλήσεως, ἡδονὴν ἐμποιοῦσαι ταῖς ψυχαῖς, ὧν καταμελῳδοῦσιν ἐπ᾽ ὀλέθρῳ, θηρεύειν τοὺς διερχομένους. —Εἴτε διὰ φωνῆς ἡ ἡδονὴ, εἴτε δι᾽ ἄλλου τινὸς τρόπου ἐρεθισμοὶ καὶ προκλήσεις πρὸς ἁμαρτίαν διὰ τῶν δαιμόνων ἐκείνων γίνονται, ἄδηλον· πλὴν ὅτι οἱ ὑπὸ τρυφῆς κατακηλούμενοι τῆς πρὸς τὴν ἀληθινὴν πατρίδα ἐπανόδου ἐπιλανθάνονται. —Ἐὰν δέ τινα ἴδῃς κνηθόμενον τὴν ἀκοὴν καὶ ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφοντα αὐτὴν, ἐπὶ δὲ τοὺς μύθους ἐκτρεπόμενον καὶ εὐτόνου μὲν λόγου μὴ ἀνεχόμενον, μηδὲ ἔλεγχον, μηδὲ ἐπιτίμησιν αὐστηρὰν (εἰς ἐπιστρέφειαν ἄγουσαν τὸν ἀκροατὴν) ὑπομένοντα, φίλον δὲ ὄντα τοῦ πρὸς χάριν καὶ ἡδονὴν ἀπαγγέλλοντος λόγου, —νόμισον ὑπὸ σειρήνων κατέχεσθαι τὸν τοιοῦτον, ὑπὸ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατώμενον.

Καὶ δαιμόνια δὲ, τὰ ποικίλας ἐν ἡμῖν ἐνεργοῦντα ἁμαρτίας, ὀρχεῖσθαι λέγεται, διὰ τὸ τὴν ὄρχησιν παντοδαπὴν εἶναι μελῶν κίνησιν. Καὶ ἐπειδὴ οἱ ὀρχησταὶ, ἄλλοτε ἄλλα πρόσωπα ἔχοντες, τὴν σκηνὴν καταλαμβάνουσιν, οὕτως οἱ δαίμονες, ὡς προσωπείοις ἡμῖν κεχρημένοι, νῦν μὲν ὀρχοῦνται τὸν θυμούμενον, νῦν δὲ τὸν ἐπιθυμοῦντα καὶ περὶ τὴν τῶν σαρκῶν ἀπόλαυσιν ἐπτοημένον, ἄλλοτε τὸν ψευδόμενον· καὶ οὕτω γινόμεθα ποικίλα ἐνεργήματα δαιμόνων ὑποδεχόμενοι, κατὰ τὸ βούλημα ἐκείνων καὶ τὴν καρδίαν ἑαυτῶν καὶ τὰ τοῦ σώματος μέλη μετατιθέντες. —Ὅταν οὖν ἴδῃς νῦν μὲν ἀκράτῳ γέλωτι κατεχόμενόν τινα, νῦν δὲ ὑπὸ λύπης τεταπεινωμένον, σπαρασσόμενον ἐν κοπετοῖς καὶ κλαυθμοῖς καὶ οἰμωγαῖς, ἐνθυμήθητι, ὅτι ἐν αὐτῷ ὀρχεῖταί τις, ἄλλα καὶ ἄλλα μεταλαμβάνων σχήματα· καὶ νῦν μὲν τὸ τῆς φιλαργυρίας εἰσέρχεται δρᾶμα, νῦν δὲ τὸ τῆς κενοδοξίας, ἄλλοτε τὸ τῆς ὑπερηφανίας. Ὅλως δὲ κατασκιρτᾷ τοῦ γένους τῶν ἀνθρώπων, ἐγχορεύων τε καὶ ὀρχούμενος ταῖς εὐκόλοις ψυχαῖς καὶ πρὸς ἁμαρτίαν εὐμεταβλήτοις.

Τὸ δὲ τῶν ὀνοκενταύρων ὄνομα σύνθετον ἐμφαίνει τινὰ καὶ ἀλλόκοτον ζώου σύστασιν, πλὴν ὅτι καὶ αὐτὸ δαίμονός ἐστιν εἶδος, νῦν μὲν ἡμᾶς πρὸς τὰ ἀνθρώπινα ἀποβλέπειν ποιοῦντος, νῦν δὲ πρὸς τὰ κτηνώδη κατασύροντος πάθη. —Ὁ δὲ ἐχῖνος ζῶόν ἐστιν ἀντὶ τριχῶν ἀκάνθας ἠμφιεσμένον, δύσληπτον καὶ πανοῦργον. —Ταῦτα πάντα ταχὺ ἥξει ἐπὶ τὴν συγκεχυμένην ψυχὴν, καὶ οὐδεμία παράτασις ἔσται τῶν ἡμερῶν.

ΚΕΦΑΛΑΙΟΝ ιδʹ Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ καὶ ἐκλέξεται τὸν Ἰσραήλ. Νομίζω λόγον ἔχειν τὸ μὲν Ἐλεήσει, τετάχθαι ἐπὶ τοῦ Ἰακὼβ, ὅπερ ἐχρημάτιζεν ὄνομα μέχρι τῆς πάλης τῆς ἐπὶ τοῦ Ἰακώβ, τὸ δὲ Ἐκλέξεται ἐπὶ τοῦ Ἰσραὴλ, ὅπερ ἆθλον ἐπὶ τῇ πάλῃ δέδοται τῷ πατριάρχῃ. Ἐμφαίνει δὲ τὸ μὲν ταπεινότερον ὁ ἐλεούμενος, τὸ δὲ διαφορώτερον ὁ ἐκλεγόμενος. Διόπερ Ὁ Κύριος ἐλεήσει μὲν τὸν Ἰακὼβ, ἐκλέξεται δὲ τὸν Ἰσραὴλ, ὅμοιόν ἐστι τούτῳ· Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Τὸ μὲν γὰρ Ἰακὼβ ἐπὶ τοῦ ἔτι στοιχειουμένου καὶ σωματικοῦ λαμβάνεται, τὸ δὲ Ἰσραὴλ ἐπὶ τοῦ κρείττονος καὶ πνευματικοῦ. —Ὅλως δὲ ὁ Ἰακὼβ καὶ ὁ Ἰσραὴλ Ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, γῆς ἐκείνης, περὶ ἧς εἴρηται· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς, τῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν. —Προστεθήσεται δὲ καὶ ὁ γειώρας τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ, ἀναπαυομένῳ ἐπὶ τῆς γῆς αὐτοῦ. Ὁ περὶ τὴν γῆν διαπονούμενος, ὁ προσήλυτος, οὗτός ἐστιν ὁ γειώρας. Τάχα οὗτός ἐστιν ὁ ἐξ ἐθνῶν λαὸς, ὁ προστιθέμενος τῷ Ἰακὼβ, ὃν γειώραν ἡ Γραφὴ προσαγορεύει, οἷον πάροικον καὶ προσήλυτον ὄντα.

Εὐεργεσία δὲ τοῖς ὑποδεεστέροις καὶ ἄρχειν ἑαυτῶν μὴ ἐπισταμένοις, τὸ δουλεύειν τοῖς κατ᾽ ἐπιστήμην ἄρχουσι. Διόπερ ἐν εὐλογίαις εἴρηται τῷ Ἡσαῦ· Καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Τοῦτο οὖν ἐστι τὸ Καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλας. Ἀντ᾽ εὐεργεσίας πρόσκειται αὐτοῖς τὸ δουλεύειν. —Καὶ ἔσονται οἱ αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ μὲν τυραννικῶς ἦγον εἰς αἰχμαλωσίαν, τῇ δουλείᾳ τοῦ διαβόλου ὑποβάλλοντες τοὺς κρατουμένους· οἱ δὲ φιλανθρώπως ἀνθυπάγονται τῇ αἰχμαλωσίᾳ, ἐκ τῆς τυραννίδος τοῦ διαβόλου τῇ δουλείᾳ τοῦ Χριστοῦ προσαγόμενοι.

Ἐπαγγελία δὲ τῷ Ἰσραὴλ, ἀπαλλαγὴ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσε τοῖς Βαβυλωνίοις, καὶ προτροπὴ εἰς εὐσπλαγχνίαν, ὥστε λαβεῖν τὸν θρῆνον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ μὴ ἐπιχαίρειν αὐτοῦ τῷ πτώματι, ἀλλὰ θρηνεῖν αὐτὸν, ὡς οἴκτου καὶ ἐλέου ἄξια πεπονθότα.