Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸν προφήτην Ἠσαΐαν
Ερμηνεία στο 14ο κεφάλαιο: Η πτώση του Εωσφόρου
Η πνευματική και ιστορική πτώση του άρχοντα της Βαβυλώνας και του Εωσφόρου, η συντριβή των Ασσυρίων και η ασφάλεια της Σιών από τις επιδρομές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στο 14ο κεφάλαιο: Η πτώση του Εωσφόρου
Η πνευματική και ιστορική πτώση του άρχοντα της Βαβυλώνας και του Εωσφόρου, η συντριβή των Ασσυρίων και η ασφάλεια της Σιών από τις επιδρομές.
Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὔκ ἐστι καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Ἔτι μέρη θρήνου ἐστὶν εἰς τὸν ἄρχοντα Βαβυλῶνος καὶ τὰ ἐκείνου. Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ Ἑωσφόρος ἐν τῇ καρδίᾳ αὐτοῦ· Ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, ἵνα δειχθῇ πόσον ἀπέχει τῆς πρὸς τὸν Ἅγιον ὁμοιώσεως ὁ ἐν πάσῃ ἀκαθαρσίᾳ καὶ μιαιφονίᾳ κατεῤῥυπωμένος, ἱματίῳ παραβάλλεται· ὅσον, ἐπὶ τῇ ἑαυτοῦ φύσει, εἰς κόσμον ἀνθρώπου πεποιημένῳ, διὰ δὲ τὸ ἐμφυρῆναι αἵματι, μηκέτι δυναμένῳ εἰς χρῆσιν ἀνθρωπίνην παραδεχθῆναι. —Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀκάθαρτον ἔχει ὁ πονηρὸς, ἀλλ᾽ ἐπειδὴ ἐνεφύρη αἵματι, τὴν γῆν ἀπολέσας τοῦ Κυρίου καὶ τὸν λαὸν ἀποκτείνας διὰ τῆς ἁμαρτίας. Ἤδη καὶ ἀλλαχοῦ ἔγνωμεν ἱματίῳ τὴν ἀνθρωπίνην φύσιν παρεικαζομένην ὑπ᾽ αὐτοῦ τοῦ Προφήτου, λέγοντος πρὸς τοὺς πεπαλαιωμένους διὰ τῆς κακίας· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς.
Δεινὴ δὲ ἡ ἀπειλὴ, τὸ μηδὲ εἰς ὕστερον καθαρὸν ἔσεσθαι. Ὁ μὲν γὰρ ἐν ἁμαρτίᾳ τινὶ πεφυρμένος, τὴν μὲν εἰς τὸ παρὸν καθαρότητα ἀποβάλλει, τῆς δὲ εἰς τὸ μέλλον ἐκ μετανοίας ἐλπιζομένης καθάρσεως, οὐκ ἀποστερεῖται. Ἐνταῦθα δὲ ἀπόφασις παντελῶς, τὸ μηδὲ εἰς ὕστερον ἔσεσθαι καθαρόν, ἐπειδὴ πέφυρται ἐν τῷ αἵματι τοῦ λαοῦ τοῦ Θεοῦ, ὃν ἐνέκρωσε διὰ τῆς παρακοῆς, ὑποσύρων αὐτὸν ἐπὶ τὴν κακίαν.
Τάχα γὰρ, πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον, τόπος τις μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπετο, καὶ ἐδύνατο ὁ τῦφος (εἰ καὶ ἀρχαιότερον ἦν νόσημα) ὅμως διὰ μετανοίας ἑαυτὸν ἐξιασαμένου θεραπευθεὶς, ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξαρχῆς. Ἀφ᾽ οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ καὶ παραδείσου φυτεία καὶ ἄνθρωπος ἐν αὐτῷ καὶ ἐντολὴ Θεοῦ καὶ φθόνος τοῦ διαβόλου καὶ φόνος τοῦ τετιμημένου, —ἀπεκλείσθη αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. Εἰ γὰρ Ἡσαῦ μετανοίας τόπον οὐχ εὗρε, τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπολείπεται μετανοίας τῷ τὸν πρωτόπλαστον ἀποκτείναντι ἄνθρωπον καὶ δι᾽ ἐκείνου τὸν θάνατον εἰσενεγκόντι; —Φασὶ δὲ καὶ τὸν ἐκ τοῦ λύθρου τοῦ ἀνθρωπίνου ἐγγινόμενον σπῖλον τῷ ἱματίῳ μηδενὶ τρόπῳ δύνασθαι ἀποπλύνασθαι, ἀλλὰ συγγηρᾷν αὐτῷ τὴν ἅπαξ ἐγγενομένην ἐκ τῆς ἐν τῷ αἵματι βαφῆς ἀλλοίωσιν· οὐδὲ οὖν ἐκείνῳ δυνατὸν, ἀποθεμένῳ τὸν ἐκ τοῦ αἵματος σπῖλον, γενέσθαι καθαρόν.
Τήρησον δὲ τὴν λέξιν ἐμφαντικῶς παριστῶσαν τὸν ἐκ τῆς μιαιφονίας ῥύπον. Οὐ γὰρ εἶπεν «ἐν αἵματι βαφέν» ἀλλὰ Πεφυρμένον, ἵνα ἐνδείξηται αὐτὸν ἐγκυλιόμενον τῷ φόνῳ τῶν ἀναιρουμένων. —Οὗτος τὴν γῆς ἀπώλεσε τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ ἀνῄρηκεν. Ὁ μὲν οὖν Ναβουχοδονόσορ ἠρήμωσε τὴν γῆν, ἐκτεμὼν αὐτῆς τὰ καρποφόρα φυτὰ, κώμας τῷ ἀφανισμῷ τοῦ ἐμπρησμοῦ παραδιδούς· αὐτὸς καὶ τὸν λαὸν τοῦ Ἰσραὴλ, τὸν μὲν ἀπέκτεινεν ἐν μαχαίρᾳ, τὸν δὲ αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα. Ἤδη δὲ καὶ ὁ μυστικῶς ὀνομαζόμενος Βαβυλῶνος βασιλεὺς ὁ Κοσμοκράτωρ τοῦ κόσμου τούτου ἐστίν. Οἰκείως γὰρ καὶ τὴν σύγχυσιν τοῦ κόσμου τούτου Βαβυλῶνα ἄν τις προσείποι· αἰχμάλωτον γὰρ ἐποίησε τὸν λαὸν τοῦ Θεοῦ, ἀπὸ τῆς ζωῆς μεταστήσας εἰς θάνατον· ἠρήμωσε δὲ τὴν γῆν, τὴν ἑκάστου σάρκα διαφθείρας διὰ τῆς ἁμαρτίας, καθὼς γέγραπται, ὅτι Κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς.
Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα.
Οὐ μόνον αὐτὸς οὐκ ἔσται καθαρὸς, ἀλλὰ καὶ ἡ διαδοχὴ τοῦ πονηροῦ συναφανισθήσεται αὐτῷ δι᾽ ἀγαθότητα τοῦ φιλανθρώπου Θεοῦ, συγχωροῦντος τὸν ἀφανισμὸν τῶν τέκνων, οὐ τοσοῦτον τῆς σαρκίνης τεκνογονίας, ὅσον τῆς τῶν ἀπὸ πονηρᾶς ἕξεως ἐπιτελουμένων ἔργων. —Σπέρμα πονηρόν.
Ἐπειδὴ οὐκ ἦν πατὴρ τῆς κακίας, ἀλλ᾽ ἐξ ἑτέρου προκαταρξαμένου τῆς κακίας, τὴν γένεσιν εἴληφε, καὶ πεποίηκε κατὰ τὴν πονηρίαν τοῦ σπείραντος αὐτὸν, Σπέρμα λέγεται πονηρόν. —Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου. Λέγεται δέ ποτε σπέρμα πονηρόν τινος, οὐ πάντως ἐκ προαγούσης σπορᾶς γενόμενον, ἀλλὰ καὶ τὸ αὐτὸ κατάρχον εἰς τὴν ἑτέρου γένεσιν σπέρμα προσαγορεύεται.
Ὡς γὰρ ἐν τῇ κοσμοποιίᾳ τὰ πρώτως βλαστήσοντα, σπέρματα μὲν ἦν ἑτέρων, αὐτὰ δὲ οὐκ ἦν ἐξ ἑτέρων (πρεσβύτερα γὰρ ἦν τῶν κατὰ σπέρμα τελειουμένων) οὕτω τάχα καὶ νῦν ὁ λόγος τὸν ἄλλοις εἰς ὑπόδειγμα πονηρίας κατάρχοντα καὶ οἱονεὶ σπέρμα γινόμενον διὰ τῆς μιμήσεως, σπέρμα πονηρὸν ὀνομάζει, οὐχ ὡς ἀπὸ προαγόντων τὴν ὑπόστασιν ἔχοντα, ἀλλ᾽ ὡς τοῖς ἐπιγινομένοις τὴν ἀρχὴν παρεχόμενον. Δύναται δὲ παρ᾽ ἑαυτόν τις σπέρμα πονηρὸν εἶναι, ἀρχηγὸς τῆς κακίας ὑπάρχων· καὶ πάλιν ὁ πονηροῖς διδασκάλοις μαθητευθεὶς, ὁμοίως προσαγορεύεσθαι.
Σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, ἤκουσεν ὁ ἁμαρτωλὸς ἐκεῖνος, οὐ τῷ τὸ γένος τῆς σαρκὸς νόθον ἔχειν καὶ ἐπίμικτον ἀπὸ τοῦ Χαναάν· ἀλλὰ διὰ τὴν μίμησιν τοῦ Χαναὰν, σπέρμα Χαναὰν ὀνομάζεται. —Δύναται οὖν ἕκαστος ἐκ τῆς αὐτοῦ προαιρέσεως ἢ σπέρμα ἅγιον εἶναι, ἢ τὸ ἐναντίον.
Ἄκουε γὰρ Παύλου, λέγοντος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ τὸ Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Καὶ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γεγέννηται.
Τί δὲ βουλόμενος ὁ λόγος προστάσσει τῷ πονηρῷ σπέρματι, ἑτοιμάσαι τὰ τέκνα αὐτοῦ εἰς σφαγὴν ταῖς ἁμαρτίαις τοῦ πατρός; Πολλαχοῦ τετηρήκαμεν, τὰ ἑκάστου ἔργα καὶ τοὺς καρποὺς τῆς ψυχῆς τέκνα προσαγορεύεσθαι. Σωθήσεται γὰρ (φησὶ) διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Σώζεται γὰρ ἡ ψυχὴ, ὡς γυνὴ τοῦ μὴ ἀπατηθέντος νυμφίου, ἐπειδὰν διὰ τοῦ λόγου καρποφορεῖν ποιήσῃ τέκνα, τὰς ἀγαθὰς πράξεις, ἐὰν ἐπιμείνῃ τῇ ἕξει τῇ ἀγαθῇ καὶ μὴ ἀμαυρωθῇ ἀπό τινων ἐπιγινομένων ἁμαρτημάτων. Οὕτω καὶ ἡμεῖς (κατὰ τὸν πνευματικὸν καὶ θεῖον ἀκούοντες νόμον τῆς εὐλογίας, λεγούσης· Εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου) οὐκ ἄλλο τι νομίζομεν εἶναι, ἢ τοὺς καρποὺς τῆς ψυχῆς. Ἀπὸ γὰρ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.
Ὁ οὖν ἀφανισμὸς τῶν πονηρῶν ἔργων σφαγὴ τέκνων λέγεται, ἐπ᾽ ὠφελείᾳ γινομένη τοῦ γεννήσαντος πατρός. —Λανθάνουσαν οὖν ἔχει φιλανθρωπίαν ἡ κατὰ τὸν τόπον τροπολογία προστάσσουσα τῷ πονηρῷ σπέρματι (κατὰ τὸ ἐνδεχόμενον) κουφίσαι ἀπὸ τοῦ βάρους τῶν κακιῶν αὐτῶν. Οἱ γὰρ μεμορφωμένοι κατὰ τὸν πονηρὸν καὶ υἱοὶ τῆς κακίας γενόμενοι, πάντα τὰ ἔγγονα τῆς ἑαυτῶν ψυχῆς σφάζειν ὀφείλουσι ταῖς ἁμαρτίαις. Ἐὰν γὰρ μὴ ἀποθάνωμεν τῇ ἁμαρτίᾳ, πῶς ζήσομεν τῇ δικαιοσύνῃ; —Ἵνα γὰρ (φησὶ) μὴ ἀναστῶσι καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. Πονηρὸν γὰρ ἡ ἐπανάστασις τῆς κακίας· διὸ δεῖ αὐτὴν μένειν νεκρὰν, καὶ μὴ συγχωρεῖσθαι ἐν συστήματι καὶ πλήθει γίνεσθαι. Τοῦτο γάρ ἐστιν ἡ πόλις. Πρέπει γὰρ Κυρίῳ Σαβαὼθ ἀπολλύειν τὸ κακίας ὄνομα καὶ ἐγκατάλειμμα καὶ σπέρμα.
Μακαρία κατάστασις ψυχῆς καὶ πολιτείας ἀνθρωπίνης, ἐν ᾗ ὄνομα κακίας οὐ χρηματίζει, κατὰ τὸν Ἀπόστολον, εἰπόντα· Πορνεία δὲ καὶ ἀκαθαρσία ἢ ἀσέλγεια μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Δεύτερον δὲ, τὸ ἐγκατάλειμμα γοῦν μὴ εἶναι. Πολλοὶ γὰρ ἐπιστρέψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνήμας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι᾽ αὐτῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρτίαν. Ἵνα οὖν μηδὲ ἐγκατάλειμμα ᾖ, ἤγουν τὸ τελευταῖον σπέρμα μὴ ὑπάρχῃ πονηρᾶς διδασκαλίας τοῖς ἐφεξῆς μὴ ὑπολείπεσθαι ἐκ τῆς μιμήσεως τῶν προειληφότων, Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.
Ἔρημον θήσεσθαι τὴν Βαβυλωνίαν ὁ φιλάνθρωπος Κύριος ἀπειλεῖ. Πονηρᾶς δὲ οἰκήσεως ἐρήμωσις καὶ συγκεχυμένου βίου ἀφανισμὸς, ἀγαθὸν περισπούδαστόν ἐστι τοῖς αἰσθανομένοις. Ἐπὶ τοσοῦτον δὲ τὴν ἐρήμωσιν ἀπειλεῖ τῆς Βαβυλωνίας, ὥστε ἄνθρωπον μὲν Βαβυλώνιον μηκέτι κατοικεῖν, ἐχίνους δὲ ἀντεισάγεσθαι. Ἔστι δὲ τὸ ζῶον τοῦτο σκληραῖς καὶ ὀξυτάταις ἀκάνθαις περιπεφραγμένον, καὶ κεφαλὴν καὶ πόδας συνέλκον ὅτε βούλεται, καὶ εἰς ἀκριβὲς σχῆμα σφαίρας ἑαυτὸ σχηματίζον, ὥστε δύσληπτον εἶναι, τῆς μὲν κεφαλῆς καὶ τῶν ποδῶν συνεσπειραμένων, τῆς δὲ ἐπιφανείας πανταχόθεν ἠκανθωμένης. Μόνον γὰρ ζῶον τοῦτο ἡσυχάζον ἀμύνεται τοὺς ἐπιβουλεύοντας. Ὁ γὰρ ἐπιβαλὼν αὐτῷ τὰς χεῖρας ἀμύσσεται δεινῶς, καὶ ὅσῳπερ ἂν πλέον αὐτὸ βουληθῇ κατασφίγξαι, τοσούτῳ χαλεπώτερον ταῖς ἀκάνθαις περιπείρεται.
Τάχα οὖν ἤθη ἀνθρώπων αἰνίσσεται ἀντὶ τῶν Βαβυλωνίων ἐνοικήσαντα τῇ πόλει, ἀκοινώνητα, ἀπιδιαστικὰ, σκληροτέρᾳ τῇ ἀγωγῇ χαίροντα. Ὅτι γὰρ τὰ εἴδη τῶν ζώων πρὸς τὰ τῶν ἀνθρώπων ἤθη μεταλαμβάνεται, ἐδιδάχθημεν ἀπὸ τῆς ὀπτασίας Πέτρου, ὅτε ἐν τῷ σκεύει τῷ καθιεμένῳ ἐκ τῶν οὐρανῶν πᾶν εἶδος ἦν, ζώων, ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων. ᾘνίσσετο γὰρ ὁ λόγος τοὺς μέλλοντας ἀπὸ ποικίλων ἁμαρτημάτων τῇ πίστει προσάγεσθαι, τούτους εἶναι τοὺς ὡμοιωμένους ἢ τετραπόδοις διὰ τὸ κτηνῶδες, ἢ ἑρπετοῖς διὰ τὸ ἰοβόλον, ἢ πετεινοῖς διὰ τὸ κοῦφον καὶ ἄστατον.
Καὶ ὁ ἐχῖνος οὖν ἐστι παρὰ τῇ Γραφῇ τάχα τροπολογούμενος ἐπί τινας ἀνθρώπους, ὡς οἱ ὄφεις ἐπὶ τοὺς Σαδδουκαίους καὶ Φαρισαίους· καὶ ὁ ἀλώπηξ ἐπὶ τὸν Ἡρώδην· καὶ ἵπποι θηλυμανεῖς ἐπὶ τοὺς φιληδόνους· τὰ πρόβατα ἐπὶ τοὺς ἀκακωτέρους τῶν ἀνθρώπων· τὰ ἐρίφια ἐπὶ τοὺς ἀκοινωνήτους καὶ ἀμεταδότους. Ὥστε καὶ τοὺς ἐχίνους εὔλογον παραβαλέσθαι (ζώῳ τὴν ἐλπίδα τοῦ μὴ βλαβήσεσθαι ἐπὶ ταῖς οἰκείαις ἀκάνθαις ἔχοντι) τοὺς πλουσίους τοῦ αἰῶνος τούτου, οὓς ὑπὸ τῶν ἰδίων ἀκανθῶν συμπνίγειν τὸν λόγον καὶ ἄκαρπον ποιεῖν ὁ Κύριος εἴρηκε. —Γενήσεται δὲ ἡ Βαβυλὼν εἰς οὐδὲν, καὶ ὡς πηλοῦ βάραθρον. Ὡς πρὸς τὸ αἰσθητὸν, ἐνδείκνυται ὁ λόγος, ὅτι ὁ ποταμὸς ὁ Εὐφράτης (μέσην αὐτὴν διατέμνων) μὴ τυγχάνων τῆς κατὰ ῥεῖθρα διεξόδου, ἐλλιμνάζων αὐτῇ, παντελῶς ἀφανίσει αὐτὴν καὶ ἀποδείξει βάραθρον, οὐχ ὕδατος καθαροῦ, ἀλλὰ βορβόρου. —Τοιοῦτον γὰρ τὸ τέλος τῆς καταστροφῆς τῶν παροξυνάντων τὸν Κύριον.
Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται· καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ· τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων τῶν ἐμῶν. —Καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῶν ὁ ζυγὸς αὐτῶν καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν.
Ὁ μὲν κατὰ σάρκα Ἰσραὴλ, περὶ τῆς νενομισμένης αὐτοῖς γῆς τοῦ Θεοῦ εἶναι, καὶ ὀρέων τούτων τῶν γηΐνων τῇ αἰσθητῇ Ἰουδαίᾳ, τὸν λόγον ὑπολαμβάνει ὑπάρχειν τῷ Προφήτῃ, καὶ τὴν Ἀσσυρίαν αἰχμάλωτον ἀπάγειν τὸν Ἰσραὴλ, ζυγὸν δουλείας αὐτοῖς ἐπιθέντα. Ἡμεῖς δὲ, οἱ συνεγερθέντες Χριστῷ καὶ εὐχόμενοι τὰ ἄνω ζητεῖν, γῆν μὲν ὀνομάζομεν τὴν καρδίαν τὴν καλὴν, καθ᾽ ἃ παρ᾽ αὐτοῦ δεδιδάγμεθα τοῦ Κυρίου, λέγοντος· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτος ὁ τὸν λόγον ἀκούων καὶ συνιεὶς, καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. —Καὶ ὄρος οὖν τοῦ Θεοῦ δύναται χρηματίζειν, ἐν ᾧ εἰς καταπάτημα γενήσονται οἱ Ἀσσύριοι, ὁ αὐξήσας ἐν τοῖς ἔργοις τοῖς ἀγαθοῖς καὶ λόγῳ καὶ γνώσει ὑπὲρ τοὺς ἄλλους ἀνεστηκώς· ἐν τούτῳ καταπάτημα ἔσονται οἱ ἐχθροί.
Καὶ πᾶς ὁ ζυγὸς τῶν Ἀσσυρίων ἀφαιρεθήσεται ὑπὸ τοῦ Θεοῦ. Μέγα μὲν γὰρ ἐφρόνουν, ὡς τοῖς ὤμοις τῶν ἀπὸ τῆς μερίδος τοῦ Θεοῦ τῶν ἀνθρώπων ἐπιβαίνοντες καὶ ὑπὸ τὸν ἴδιον ζυγὸν ποιοῦντες τοὺς τῆς δουλείας τοῦ Θεοῦ διὰ τῶν ἁμαρτημάτων ἀποσπασθέντας. Ἔχοντες οὖν τὴν κατὰ τὸ εἰρημένον ἐλπίδα περὶ τοῦ ἀπολέσθαι μὲν τοὺς ἐχθροὺς ἡμῶν ἐπὶ τῆς γῆς τοῦ Θεοῦ καὶ ἐπὶ τῶν ὀρέων αὐτοῦ καταπατηθήσεσθαι καὶ τὸν ζυγὸν αὐτῶν ἀφαιρεθήσεσθαι καὶ τὸ κῦδος, ᾧ ἐπεγαυρίων (ὡς κατάρχοντες ἡμῶν καὶ ἐπιβεβηκότες ἡμῖν) συντριβήσεσθαι—πάντα πράττωμεν, ἵνα τέλεον αὐτῶν τὴν δυναστείαν ἀποσεισώμεθα. Ἐὰν γὰρ γενώμεθα ὄρη Θεοῦ, οἱ θεμέλιοι αὐτοῦ ἔσονται ἐν ἡμῖν, τοῦ λόγου τῆς ἀληθείας καταβληθέντος ἐν ταῖς καρδίαις ἡμῶν καὶ τῶν ἀγαθῶν ἔργων ἐποικοδομουμένων τῇ πίστει. —Δεῖ δὲ καθαρῶς ἀποτάξασθαι ἡμᾶς τῇ ἁμαρτίᾳ, ἵνα ἐλεύθερον τὸν αὐχένα τοῦ ζυγοῦ ἔχωμεν τῶν Ἀσσυρίων καὶ δυνηθῶμεν γενέσθαι Χριστοῦ ὑποζύγιον. Δύο γὰρ ζυγοὺς οὐ δυνατὸν ἐπικεῖσθαι ἡμῶν τῷ τραχήλῳ, τὸν τοῦ Κυρίου καὶ τὸν τοῦ Ἀσσυρίου· Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
Αὕτη ἡ βουλὴ, ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης. Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; τὴν δὲ χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;
Σαφῶς δείκνυσιν, ὅτι ταῦτα λέγεται περὶ τῶν ἐν ὅλῃ τῇ οἰκουμένῃ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν, οὐδενὸς δυναμένου διασκεδάσαι ὅπερ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, καὶ οὐδενὸς οἵου τε ὄντος τὴν ὑπέρμαχον χεῖρα τοῦ Θεοῦ τῆς γῆς αὐτοῦ, καὶ τῶν ὀρέων ἀποστρέψαι. —Ἅμα δὲ παρατήρει τὴν φωνὴν οὐ μόνον (ὡς πολλαχοῦ παρεστήσαμεν) ἐπὶ τοῦ σπανίου σημαινομένην, οἷον τὸ Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ τὸ Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; Νῦν γὰρ τὸ Τίς διασκεδάσει; ἴσον ἐστὶ τῷ οὐδείς. Οὐδὲ γὰρ θεμιτὸν, ἐννοῆσαι τὸ εἶναί τινα δυνάμενον διασκεδάσαι τὴν βουλὴν τοῦ Κυρίου.
Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Καὶ βοσκηθήσονται πτωχοὶ δι᾽ αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.
Εἴπερ πάντα Πνεύματι ἁγίῳ εἴρηται τὰ γεγραμμένα παρὰ τῶν Προφητῶν, δηλονότι καὶ ἡ ἀναγραφὴ τοῦ χρόνου τῆς προφητείας οὐ μάτην παρεμβέβληται. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι τοῦτο ἐγένετο τὸ ῥῆμα πρὸς τοὺς ἀλλοφύλους τῷ ἔτει, ᾧ ἀπέθανεν Ἀχὰζ, ὁ βασιλεὺς τῆς Ἰουδαίας; Λογιζόμεθα οὖν, ὅτι ὥσπερ ἐν τῇ Ἐξόδῳ γέγραπται, ὅτι Ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ καὶ εἰσήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν. Ζῶντος μὲν γὰρ τοῦ βασιλέως τοῦ πονηροῦ, στενάζειν πρὸς τὸν Θεὸν οὐκ ἠδύναντο· κατηνάγκαζε γὰρ αὐτοὺς ἐν ἔργοις σκληροῖς, μὴ ἐπιτρέπων ἀνανεύειν πρὸς τὸν Θεόν. Ἐπειδὴ δὲ ἐκποδὼν ἐγένετο ὁ πονηρὸς, τότε δέον κροτεῖν καὶ ἐπιχαίρειν τῇ πτώσει τοῦ ἐχθροῦ.
Οἱ δὲ ἐκ τοῦ παραδόξου ἀναγράφονται στένειν, ἐνδεικνυμένου τοῦ λόγου, ὅτι (ἕως ὁ φιλοσώματος νοῦς ἐκεκράτει) ὑπὸ τῆς ἀναισθησίας οὐδὲ ᾔδεσαν ὀδύρεσθαι τὸ ἐκ τῆς ἁμαρτίας κακόν· ἐπειδὴ δὲ ἔλαβον σχολὴν ἀπὸ τῶν παθῶν, ἄρχονται τῆς θεραπείας ἀπὸ τοῦ στένειν, ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς ἔργοις βαρυνόμενοι. Διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ φιλάνθρωπος Θεός.
Ὅμοιον οὖν τῇ διηγήσει ταύτῃ δηλοῦται καὶ ἐν τοῖς κατόπιν τοῦ Ἡσαΐου. Ἐγένετο γὰρ (φησὶ) τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Πονηρὸς βασιλεὺς Ὀζίας ὑπὸ τῆς ἱστορίας παραδέδοται, διότι Ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι καὶ ἠδίκησεν ἐν Κυρίῳ, Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον καὶ ἐλεπρώθη. Καὶ τότε τοίνυν, ἀνατραπέντος τοῦ πονηροῦ ἄρχοντος καὶ τῶν μιασμάτων ἐλευθερωθείσης τῆς κατὰ τὸν νόμον λατρείας, τὰ τῆς θεολογίας μυστήρια φανεροῦται τῷ Προφήτῃ. Καὶ ἐνταῦθα τοίνυν τὸν Ἀχὰζ, οὐ σπουδαῖον ἄρχοντα, ὁ λόγος ἀναγράφει ἀποθνήσκοντα, ἵνα δειχθῇ, ὅτι ἐν τῇ τοῦ χείρονος ὑποχωρήσει, τὸ ῥῆμα γίνεται πρὸς τοὺς ἀλλοφύλους παρὰ τοῦ εὐεργέτου Θεοῦ.
Εὕραμεν γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι οὗτος ὁ Ἀχὰζ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· καί γε υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. Οὗτος δὲ καὶ ἀπὸ τῶν θησαυρῶν τοῦ οἴκου Κυρίου χρυσίον καὶ ἀργύριον ἀπέστειλε τῷ βασιλεῖ τῶν Ἀσσυρίων, ἐν οἷς οὐ μικρὰ αὐτοῦ κατηγορεῖται ἡ ἀσέβεια περὶ τὰ ἱερὰ χρήματα. Πεσούσης οὖν τῆς πονηρᾶς δυναστείας, γίνεται τὸ κατὰ τῶν ἀλλοφύλων ῥῆμα. —Ἀλλόφυλοι δὲ ἰδίως οἱ Φυλιστιαῖοι λέγονται, οὓς Παλαιστινοὺς Ἕλληνες ὀνομάζουσιν.
Ἰστέον δὲ, ὅτι καὶ ἐν τῇ ἑκάστου ἡμῶν ζωῇ, ἐπειδὰν ἡ βασιλεύουσα ἐν τῷ θνητῷ ἡμῶν σώματι ἁμαρτία ἀποθάνῃ, τότε γίνεται ὁ λόγος τοῦ Κυρίου ἐν ἡμῖν. Τάχα γὰρ ἑκάστη ἁμαρτία πρὸς ἕκαστον τῶν ἐν ταῖς Γραφαῖς κατηγορουμένων καὶ ὅλως ψεκτῶν βασιλέων ἀναλογίαν τινὰ ἔχει, ὧν πολλαχοῦ τὰ ὀνόματα δι᾽ ὅλης τῆς Γραφῆς δηλοῦται· ὡς καὶ νῦν ἑρμηνεύεται ὁ Ἀχὰζ κατάσχεσις, σύμβολον ὢν προκαταλαβόντος καὶ κατέχοντος τὴν ψυχὴν ἡμῶν δόγματος πονηροῦ· οὗ ἀποθανόντος, ἡ ψυχὴ ἡμῶν, ἐλευθερωθεῖσα ἀπὸ τοῦ κατέχοντος, ἱκανοῦται πρὸς τὸ θεωρῆσαι τὸ κατὰ τῶν ἀλλοφύλων ῥῆμα.
Ὁ μὲν οὖν πρόχειρος νοῦς οὗτός ἐστι· Μὴ εὐφραίνεσθε, πάντες ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Μὴ νομίσητε, ὦ Φυλιστιαῖοι, ὅτι, ἀποθανόντος τοῦ Ἀχὰζ, ἐλεύθεροι γενήσεσθε τοῦ ἐπικειμένου ὑμῖν φόβου ἀπὸ τοῦ Ἰσραήλ· ὥστε μὴ εὐφραίνεσθε ἐπὶ τῷ πτώματι τοῦ βασιλέως.
Εἰ γὰρ καὶ συνετρίβη ὁ ζυγὸς, τουτέστιν ἡ δουλεία, ἡ ἐπικειμένη ὑμῖν παρὰ τῶν καταπατούντων ὑμᾶς καὶ μαστιγούντων διὰ τῆς δυναστείας, ἀλλ᾽ ὅμως ἐκ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων. (Τὴν διαδοχὴν τοῦ Ἀχὰζ σημαίνει)· ὅτι Εἰ ὄφεως οὗτος εἶχε πικρίαν καὶ διὰ τοῦτο ἐπιχαίρετε αὐτοῦ τῷ θανάτῳ, ἀναστήσεται ἐφ᾽ ὑμᾶς ἐκ τοῦ σπέρματος τοῦ ὄφεως τούτου ἔκγονα ἀσπίδων· καὶ πάλιν τὰ ἐκείνων ἔκγονα ἐξελεύσεται.
Τὸ πικρὸν τῆς διαδοχῆς τῶν ἐφεξῆς βασιλευόντων ὁ λόγος ἐκ τούτου παρίστησιν. Ἀσπίδες γὰρ ἔσονται (φησὶ) πετόμεναι, καὶ τὸ ἰοβόλον τῶν ἑρπετῶν ἔχουσαι καὶ τὸ ταχὺ τῶν πτηνῶν. —Εἶτα (ἐπειδὴ ἡ ἀκολουθία τῆς γενεαλογίας ἐπὶ τὸν Κύριον φέρει) διακόψας ὁ λόγος τὸ συνεχὲς, μεταβαίνει ἐπ᾽ ἀγαθὴν ἐπαγγελίαν. Βοσκηθήσονται γὰρ (φησὶ) πτωχοὶ δι᾽ αὐτοῦ. Τίς ἐστιν ὁ βόσκων πτωχοὺς, ἢ ὁ ποιμὴν τῶν προβάτων; Πτωχοὺς δὲ οὐ τοὺς κατὰ χρήματα ἐνδεεῖς λέγει, ἀλλὰ τοὺς τῇ διανοίᾳ ἠλαττωμένους. Οὗτοι δὲ οἱ πτωχοὶ, οἱ παρ᾽ αὐτοῦ μακαριζόμενοι (τοῦ Κυρίου Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι) Ἐπ᾽ εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου. Τῶν ἀλλοφύλων τὸ σπέρμα λιμῷ διαφθαρήσεται καὶ τὸ κατάλειμμα αὐτῶν ἀναιρεθήσεται.
Οἱ ὑπὸ πονηρῶν τρεφόμενοι λόγων (ἐπ᾽ ὠφελείᾳ τῶν ψυχῶν) λιμῷ παραδίδονται. Ἡ γὰρ ἔνδεια τοῦ πρὸς τὸ κακὸν ἐφοδιάζοντος αὐτοὺς διδασκάλου ἀφορμὴ πρὸς εὐεξίαν τῶν ψυχῶν καὶ σωτηρίαν γίνεται. Οὕτω δὲ ἐκλαβεῖν τὴν ἔννοιαν τοῦ ῥητοῦ δυνατόν· Μὴ εὐφραίνοιτο μηδεὶς ὁ συντρίβων τὸν ἐπικείμενον αὐτῷ ζυγὸν, τὸν ἐπιτεθέντα παρὰ τοῦ παίοντος αὐτόν· πολλάκις γὰρ πρόφασις γίνεταί τινι πρὸς τὸ συντρίβειν τὸν τοῦ Χριστοῦ ζυγὸν (ἤδη κληθέντι ἐπὶ τὴν σωτηρίαν τὴν ἐν Χριστῷ) ἡ ἀπὸ τοῦ λόγου πληγὴ, καὶ ὁ ἀπ᾽ αὐτοῦ ἔλεγχος, μαστίζων καὶ κολάζων ἐπὶ τοῖς ἡμαρτημένοις τὴν τοῦ ἐπταικότος συνείδησιν. Μὴ φέρων γάρ τις τὸν ἀπὸ τοῦ ἐλέγχου καὶ τῆς ἐπιπλήξεως πόνον, ἀφηνιαστὴς, τρόπον ἵππου καὶ ἡμιόνου, γενόμενος, καὶ ἐλευθερῶν μὲν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, δουλῶν δὲ τῇ ἁμαρτίᾳ, ἀνάξιός ἐστι τῆς ἐν Θεῷ εὐφροσύνης.
Πολλῷ οὖν βέλτιον, ἀνέχεσθαι λόγου παιδευτικοῦ, ἢ δυσανασχετοῦντα συντρίβειν τὸν ζυγὸν τοῦ παίοντος αὐτόν. Οἱ μέντοι μὴ συντρίψαντες, ἀλλ᾽ ὑπομείναντες τὴν παιδευτικὴν ἐπίσκεψιν, οἱ διὰ τὴν ταπείνωσιν τῆς καρδίας καὶ πτωχοὶ χρηματίζοντες, βοσκηθήσονται δι᾽ αὐτοῦ. Τέλος γὰρ ἀγαθῆς παιδεύσεως νομή ἐστιν ἐπηγγελμένη, περὶ ἧς φησιν ὁ Σωτὴρ, ὅτι Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Καὶ ὁ Προφήτης δέ φησιν, ὅτι Ἐν νομῇ πίονι βοσκήσω αὐτούς. — Ὥστε οἱ πτωχοὶ ἄνθρωποι ἐπ᾽ εἰρήνης ἀναπαύσονται, ἐπὰν μὴ ὀλιγωρήσωσι παιδείας Κυρίου, μηδὲ ἐκλύωνται ὑπ᾽ αὐτοῦ ἐλεγχόμενοι. Τὸ δὲ σπέρμα τῶν ἀλλοφύλων λιμῷ ἀναιρεθήσεται, δίκην τοῦ κατὰ τὸν ζυγὸν συντριμμοῦ ὑπέχον τὴν τῶν τροφῶν ἀπορίαν.
Ὀλολύξατε, πύλαι πόλεων· καὶ κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες· ὅτι ἀπὸ βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι᾽ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.
Αἱ πύλαι τῶν πόλεων (φησὶν) ὀλολύξατε. Ἔτι πρὸς τοὺς ἀλλοφύλους ἡ ἀπειλή. Καὶ κεκραγέτωσαν πόλεις τεταραγμέναι. Βοῆς ἐμπλησθήτωσαν (φησὶν) ἀπὸ τῆς ταραχῆς τῆς ἐκ τοῦ φόβου τοῖς οἰκοῦσιν ἐγγινομένης. Πύλαι μὲν ὀλολυζέτωσαν, διὰ τὴν προσαγομένην πολιορκίαν. Αἱ πόλεις δὲ κεκραγέτωσαν, τουτέστιν οἱ ἐν ταῖς πόλεσι κατοικοῦντες. —Μὴ μέντοι μηδὲ οἱ κατὰ τὴν χώραν ἀλλόφυλοι ἡσυχαζέτωσαν. Ὁ γὰρ ἀπὸ βοῤῥᾶ καπνὸς πάντων ὁμοίως ἅψεται πόλεών τε καὶ ἐγχωρίων. Καπνὸς γὰρ ἔρχεται ἀπὸ βοῤῥᾶ. Τὸ ἀδρανὲς τῶν ἀλλοφύλων παρίστησιν, ὅτι καπνοῦ προσβολὴν οὐ φέρουσι· τοσοῦτον ἀπέχουσι τοῦ τὸ πῦρ, τὸ ἀπὸ τῶν ἀλλοφύλων ἐκκαιόμενον, ὑπομεῖναι.
Καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Οὐκ ἔστι (φησὶν) ἐν ὑποστάσει ἰδίᾳ, οὐδὲ οὐσιώδης αὐτοῦ καὶ σεσωματωμένη ἡ φύσις ἡ τοῦ καπνοῦ· ἀτμὸς γάρ ἐστι δριμὺς, ὑπὸ τῆς τοῦ πυρὸς ἀναφορᾶς ἐκ τῶν ὑποτυφομένων ἀναπεμπόμενος. Τῶν ἀλλοφύλων ὑπὸ τοῦ καπνοῦ ταρασσομένων, ἥτις ἐστὶν ἀνυπόστατος φύσις, τί οἱ βασιλεῖς τῶν ἐθνῶν ἐροῦσιν, ἐν εἰρήνῃ τὸν τόπον Ἰσραὴλ ὁρῶντες; Τί ἄλλο γε, ἢ ὅτι Κύριος ἐθεμελίωσε τὴν Σιών; καὶ δι᾽ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ; Αὐτὸς τοὺς ἀσείστους θεμελίους τῆς Σιὼν ἐπήξατο· αὐτὸς γάρ ἐστι τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς τῆς ἄνω πόλεως. Σωθήσονται δὲ ἐν αὐτῇ οὐχ οἱ δυνατοὶ χρήμασιν, οὐδὲ οἱ ἰσχυροὶ τῷ σώματι, οὐδὲ οἱ τὰ πολεμικὰ μεμελετηκότες, ἀλλ᾽ Οἱ ταπεινοὶ τοῦ λαοῦ (φησί)· διότι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς τὸ ὑπερβάλλον τῆς δυνάμεως ἑαυτοῦ συστήσῃ.
Πλὴν ἀλλ᾽ ἵνα μήτε τῆς κατὰ θεωρίαν ἐξετάσεως τοῦ ῥητοῦ πάντη ἀπολιμπανώμεθα, φέρε, εἴ τινα δυνατὸν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας λαβεῖν ὁδηγίαν εἰς τὴν τῶν λεγομένων περίνοιαν, πειραθῶμεν. Τὸ Φυλιστιαῖον ὄνομα, μεταλαμβανόμενον εὕρομεν εἰς τὴν Ἑλλάδα γλῶσσαν, πίπτοντες ποτήματι. Ὅρα οὖν εἰ δύνασαι τροπολογῶν, τοὺς μεθύσους καὶ πορνοκόπους, τοὺς εἰς τὰς φιάλας καὶ τὰ ποτήρια διδόντας τὴν ἑαυτῶν ψυχὴν, καὶ ὕστερον γυμνοτέρους ὑπέρου περιπατοῦντας (κατὰ τὴν παροιμίαν) τούτους ὀνομάσαι τοὺς πίπτοντας τῷ ποτήματι, τουτέστι, τῇ ἀμετρίᾳ τοῦ πόματος. Πίπτουσι δὲ οὗτοι τῷ ποτήματι, διὰ τὸ μὴ δύνασθαι ἀναβῆναι εἰς τὸ ὕψος τῆς τοῦ Θεοῦ βασιλείας, διαῤῥήδην εἰπόντος Παύλου· Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.
Πολλὰ γὰρ τὰ πτώματα καὶ διάφοροι αἱ αἰτίαι τοῦ ἀπὸ τοῦ ὕψους ἡμᾶς καταπίπτειν, καὶ μὴ φθάνειν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· μία δὲ, καὶ οὐκ ἐλαχίστη, ἡ περὶ τὸ πίνειν ἐπιθυμία τε καὶ σπουδή. Τούτων οὖν τῶν μεθυόντων αἱ πύλαι ὀλολύζειν προσετάχθησαν· πύλαι δι᾽ ὧν ὁ ἄκρατος εἰσερχόμενος τῶν κακῶν τὸν ἐσμὸν ἐπισύρεται. Τὰς οὖν ὁδοὺς, δι᾽ ὧν ἡ ἁμαρτία ἐπιτελεῖται, ταύτας τρέπεσθαι εἰς ὀλολυγὴν ὁ λόγος προστάσσει, ὥστε διὰ στόματος στενάζειν τὸν τῷ στόματι ἐπιτελέσαντα τὴν ἁμαρτίαν τῆς μέθης. Πόλεις δὲ τούτων τῶν πυλῶν αὐτὰ τὰ τῆς ψυχῆς ἐστιν αἰσθητήρια, ἐν οἷς συστήματα πονηρῶν διαλογισμῶν καὶ πλῆθος ἐπιθυμιῶν καὶ κῶμοι καὶ μέθαι τὰς διατριβὰς ἔχουσιν· αἵτινες, τεταραγμέναι καὶ τεθορυβημέναι ἐκ τῆς ὑπὸ τοῦ οἴνου ἐγγινομένης αὐτοῖς φαντασίας, Τὴν μὲν εἰρήνην οὐκ ἔχουσι, τὴν ὑπερέχουσαν πάντα νοῦν· ἀεὶ δὲ ἐν σάλῳ καὶ κλόνῳ τυγχάνουσι. Διὰ τοῦτο κεκράγασι.
Ταύταις νῦν φέρει καπνὸν βορέας, περὶ οὗ εἶπεν ὁ Σολομὼν, ὅτι Βορέας σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται, τουτέστι τὸ σκληρὸν πνεῦμα. Ὁ τραχηλιάσας ἐνώπιον τοῦ Παντοκράτορος καὶ σκληρύνας ἑαυτοῦ τὴν καρδίαν, οὗτος φέρει αὐτοῖς καπνὸν, δακρύων ὑπόθεσιν· ὃν καὶ ἐπιδέξιόν τινες ὀνομάζουσι. Τίνες δὲ, ἢ οἱ διεφθαρμένον τοῦ νοῦ τὸ κριτήριον ἔχοντες, καὶ ἐνηλλαγμένως τὰς περὶ τῶν πραγμάτων δόξας ἀποφαινόμενοι; οἱ φάσκοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν; οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς; Οὗτοι, ἀπατώμενοι ὑπὸ τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτὸς, ἐπιδέξιον αὐτὸν λέγουσι τὸν σκαιὸν καὶ ἀπόπεμπτον. —Ὅτι δὲ ὁ βοῤῥᾶς ἐπὶ τῆς ἀντικειμένης ἐνεργείας τέτακται, δῆλον ἐκ τοῦ Ἀπὸ προσώπου βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακά· ὃ εἴρηται ἐν τῇ ὁράσει τοῦ λέβητος τοῦ ὑποκαιομένου. Οἱ δὲ τοιοῦτοι ἐξέπεσαν τοῦ εἶναι. Ἐπειδὴ οὐκ ἔστιν ὁ ὄντως Ὢν ἐν αὐτοῖς, διὰ τοῦτο εἴρηται· Καὶ οὐκ ἔστι τοῦ εἶναι.
Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι᾽ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Ἐπεὶ οὖν οὐδείς ἐστι τῶν ἀλλοφύλων παρ᾽ οἷς τὸ εἶναι, ἀλλὰ γεγόνασιν ὡς μὴ ὄντες, διὰ τὴν ἑαυτῶν κακίαν (Ἐκλείποισαν γὰρ (φησὶν) ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς· οὐχ ὡς εἰς ἀφανισμὸν χωρῆσαι, ἀλλ᾽ ὡς τῆς ἐπισκοπῆς τοῦ Θεοῦ χωρισθῆναι, ὅστις ἐστὶν ὁ ἀληθινῶς ὤν) τί ἐροῦσιν οἱ βασιλεῖς αὐτῶν, τοσαύτην διαφορὰν βλέποντες τῶν τε ἐθνῶν καὶ τῆς Σιών; Ἢ δηλονότι εἰς συναίσθησιν ἥξουσιν, ὅτι οἱ μὲν κατὰ τὰ ἔθνη περιπατοῦντες, ἐν σάλῳ εἰσὶ διὰ τὴν ἑαυτῶν κακίαν, οἱ δὲ τὸν νοῦν ἑαυτῶν κεκαθαρμένον ἔχοντες; ὃς ὀνομάζεται Σιών, ἐπειδὴ ἐκεῖθέν ἐστι τὸ σκοπευτήριον πάσης φύσεως. Οἷον γὰρ ἀπό τινος ἀκρωρείας τῆς τοῦ νοῦ ὑψηλότητος θεωρεῖται μὲν ὁ κόσμος, καὶ ἡ περὶ τὸν αὐτὸν εὐταξία, καὶ διὰ τούτων ὁ Θεός. Θεωρεῖται δὲ τὰ τοῦ βίου πράγματα καὶ ἡ ἐν τούτοις εὐτέλεια. —Ὡς οὖν ὁ νοῦς, ὁ βεβαπτισμένος τῷ οἴνῳ καὶ τοῖς λοιποῖς πάθεσι, πίπτει ὑπὸ τῆς μέθης, οὕτως ὁ καθαρὸς ἔχει θεμελιωτὴν ἑαυτοῦ τὸν Θεόν. —Καὶ δι᾽ αὐτοῦ οἱ ταπεινοὶ τοῦ λαοῦ σωθήσονται· Μακάριοι γὰρ οἱ πτωχοί, καὶ οὐαὶ τοῖς πλουτοῦσιν, ὅτι ἀπέχουσι τὴν παράκλησιν αὐτῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.