Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν κη΄ (ὁμιλία β΄)

Μέγας Βασίλειος

Οι ενέργειες της θείας φωνής και το κήρυγμα της μετανοίας

Αλληγορική ερμηνεία της συντριβής των κέδρων, της διακοπής της φλόγας και της ανακίνησης της ερήμου ως συμβόλων καθαίρεσης της υπερηφάνειας και κλήσης σε μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Δυνατὸν εἰπεῖν, ὅτι ἑτοιμάζων Κυρίῳ λαὸν κατεσκευασμένον, τὰς ἐπαιρομένας ἀσεβείας καὶ ὑψουμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ συντρίβων καὶ καθαιρῶν, ἐποίει τὰ σκολιὰ εἰς εὐθεῖαν. Ὁ γὰρ πάντα βουνὸν καὶ πᾶν ὄρος ταπεινῶν, οὗτος ἦν ὁ συντρίβων τὰς κέδρους, καὶ ἐξομαλίζων τὴν ἐπιδημίαν τῷ Κυρίῳ, διὰ τοῦ ἐνάγειν εἰς μετάνοιαν τὴν ὑψηλὴν καὶ ἐπηρμένην καὶ ἀταπείνωτον καρδίαν τοῦ λαοῦ. Ὅθεν διαδεχόμενος αὐτοῦ τὴν ἑτοιμασίαν, συντρίβει ὁ Κύριος, διὰ τῆς ἑαυτοῦ ἐπιδημίας, τὰς ἀντικειμένας δυνάμεις, κέδρους τοῦ Λιβάνου τροπικῶς ὀνομαζομένας.

Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν, ἄχρις οὗ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ταύτας τὰς κέδρους λεπτυνεῖ, ὡς τὸν μόσχον τὸν Λίβανον. Τί οὖν ἐστιν ὁ μόσχος Λίβανος; Φασὶν, ὅτι κατὰ πολλὴν περιεργίαν οἱ τοῖς εἰδώλοις λατρεύοντες, διὰ τοῦ Λιβάνου μορφοῦντες μόσχων ἀπεικονίσματα, οὕτως ταῦτα κατήγγιζον ἐπὶ τοῦ πυρός. Οὕτως οὖν φησι τὰς ἀντικειμένας δυνάμεις εἰς ἀφανισμὸν ἀξίως ἐξαφανίσεσθαι. Ἢ μόσχος ὁ διὰ τοῦ Λιβάνου ὑπὸ τοῦ πυρὸς συντηκόμενος κατὰ τὸ εἰρημένον· Ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοί. Καὶ οὕτως δὲ δυνατὸν νοῆσαι λεπτύνεσθαι τὰς κέδρους καὶ αὐτὸν τὸν Λίβανον τὸν ἀρχηγὸν τῆς τῶν κέδρων ἐπάρσεως. Ἐλεπτύνθη ποτὲ ὁ μόσχος ἐπὶ τῆς ἐξόδου διὰ τοῦ Ἀαρὼν, ὅτε ἀποστατήσας τοῦ Θεοῦ καὶ εἰς εἰδωλολατρείαν ἐκτραπεὶς ἀνέπλασεν ὁ λαός· ὃν λαβὼν Μωϋσῆς, κατήλεσεν εἰς λεπτὰ, καὶ ἔβαλεν εἰς τὸ ὕδωρ. Οὕτως οὖν λεπτυνεῖ ὅλον τὸν Λίβανον, τουτέστι τὴν πρώτην τῆς κακίας ἀρχὴν, ὁ Κύριος, ὡς ἐλεπτύνθη ὁ μόσχος ἐκεῖνος ὑπὸ τοῦ Μωϋσέως. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.

Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Μετὰ τὸ τὰς ἀντικειμένας δυνάμεις ἀναιρεθῆναι, τότε ἀναφανήσεται ἡ πρὸς Κύριον ἀγάπη, καὶ ἡ ἰσχὺς αὐτοῦ φανερὰ γενήσεται, οὐδενὸς ἐπισκοτοῦντος τῶν ἐναντίων. Διό φησι μετὰ τὸ λεπτυνθῆναι· Ὁ ἠγαπημένος ἔσται ὡς υἱὸς μονοκερώτων. Μονόκερως δὲ ζῶον ἀρχικὸν, ἀνυπότακτον ἀνθρώπῳ, τὴν ἰσχὺν ἀκαταμάχητον, ἐρημίαις ἀεὶ διαιτώμενον, ἑνὶ κερατίῳ πεποιθός. Διὰ τοῦτο ἡ ἀκαταγώνιστος τοῦ Κυρίου φύσις μονοκέρῳ παρεικάσθη, διά τε τὴν κατὰ πάντων ἀρχὴν, καὶ διὰ τὸ μίαν ἔχειν ἑαυτοῦ ἀρχὴν, τὸν Πατέρα· Κεφαλὴ γὰρ Χριστοῦ ὁ Θεός. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Τὴν ἁμαρτίαν, ὡς πῦρ ἐπινεμομένην τὸν Ἰσραὴλ, ὁ Ἰωάννης διέκοπτε, λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Τὴν οὖν φλόγα τῶν παθῶν, τὴν ἐξ ἁμαρτίας ἐγγινομένην ταῖς ψυχαῖς, διέκοπτε, διηγούμενος τὰ περὶ τοῦ αἰωνίου πυρὸς τοῖς Ἰουδαίοις, ἐν τῷ λέγειν τὰ τῆς κρίσεως σφοδρὰ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ τοῦ Κυρίου, καὶ διακαθαριεῖ τὴν ἅλωνα· καὶ τὸν μὲν σῖτον ἀποθήσεται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ἐκείνην οὖν τὴν φλόγα διέκοπτε τῷ ὑπ᾽ ὄψιν ἄγειν τὰ φοβερὰ τῷ λαῷ.

Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἦν γὰρ Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ. Τὴν ἔρημον οὖν ἐκείνην συνέσεισε τῇ ἐπιδημίᾳ τῶν πανταχόθεν λαῶν· ἥτις, διὰ τὸ μετανοεῖν τοὺς ἐρχομένους, ἔρημος ἁγία προσηγόρευτο. Κάδης γὰρ ἑρμηνεύεται ἡ ἁγία. Αὕτη ἡ φωνὴ καταρτίζει καὶ ἐλάφους, τὰς ἁγίας ψυχὰς, τὰς τὰ ὑψηλὰ ζητούσας, τὰς τῶν ὄφεων δαπανητικὰς, τὰς ἐπὶ τῶν ὑψηλῶν ὀρέων τὴν διατριβὴν ποιουμένας. Αὗται δ᾽ ἂν εἶεν ψυχαὶ μεγαλοφυεῖς, ἐπὶ τὰ ὑψηλὰ τῆς κατ᾽ οὐρανὸν πολιτείας ἐκ τῶν ταπεινῶν ἀνατρέχουσαι, κοῦφαι καὶ διηρμέναι· πόλεμον ἔχουσαι πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς πρὸς τοὺς ὄφεις αἱ ἔλαφοι. Ἀλλὰ Καὶ ἀποκαλύπτει δρυμοὺς, ἵνα οἱ ὄφεις φανεροὶ γένωνται, οἱ ὑπὸ τοῦ συσκιασμοῦ τῶν δρυμῶν καλυπτόμενοι, πρὸς τὸ ἀπονώτερον αὐτοὺς ὑπὸ τῶν ἐλάφων καταναλίσκεσθαι. Τάχα οὖν ὁ ἐλέγχων τὰς ἐν τῷ κρυπτῷ κακίας, ἀποκαλύπτει δρυμούς· τουτέστιν, εἰς ἐμφανὲς ἄγει τὰς ἐμφωλευούσας τῇ ὑλικῇ φύσει ἁμαρτίας, ὄφεις λεγομένας διὰ τὸ ποικίλον τῆς ἡδονῆς.

Ἀποκαλύψει δὲ ἐν ἡμέρᾳ, ὅτε ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν αὐτῶν. Τάχα δὲ καὶ ὁ Ἰωάννης, φωνὴ ὢν τοῦ Κυρίου, ἐν αἰνίγματι τῷ Ἰσραὴλ διελέγετο, ὅτι Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.

Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἀπεκάλυπτε τοὺς δρυμοὺς, τουτέστι τῶν καρπῶν τὸ ἄχρηστον ἐφανέρου· ἄκαρπος γὰρ ὕλη ὁ δρυμός. Οὗ τὸ βλαβερὸν ἐπιδεικνύων αὐτοῖς, εἰς τὴν ἐπιβάλλουσαν καρπογονίαν προσεκαλεῖτο, λέγων· Ποιήσατε τοὺς καρποὺς ἀξίους τῆς μετανοίας. Ἐξ ὧν πάντων ἕν ἐστιν ἀποτέλεσμα, τὸ οἰκοδομηθῆναι τὸν ναὸν Κυρίου, ἔνθα πᾶς ὁ γενόμενος δύναται ἀληθῶς ἐνεγκεῖν τῷ Κυρίῳ δόξαν.