Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν κη΄ (ὁμιλία β΄)

Μέγας Βασίλειος

Η αγία αυλή και η αληθινή προσκύνηση

Η ερμηνεία της αγίας αυλής ως της Εκκλησίας του Θεού και η ανάγκη αποδέσμευσης από τις κοσμικές προσκολλήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΕΙΣ ΚΗʹ ΨΑΛΜΟΝ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Ἔξω τῆς ἁγίας αὐλῆς οὐ χρὴ προσκυνεῖν τῷ Κυρίῳ, ἀλλ᾽ ἔνδον γενόμενον· τουτέστι, μὴ ἐκβαίνειν τοῦ συστήματος τῆς Ἐκκλησίας, καὶ καθ᾽ ἑαυτὸν κατάρχειν παρασυναγωγῆς καὶ σχισμάτων, τὸν ὀφείλοντα ἀληθινῶς τῷ Θεῷ λατρεύειν. Οὐ γὰρ προσῆκεν.

Ὥσπερ δὲ οἶκόν τις ἑαυτὸν κατασκευάζει τοῦ Κυρίου, τοῦ γενέσθαι ναὸς Θεοῦ· οὕτω καὶ αὐλὴν περιβαλέσθαι δύναται, περιτειχίζων ἑαυτὸν τῷ βίῳ, καὶ τῷ λόγῳ, καὶ τοῖς θείοις νοήμασιν, ἐν ἑαυτῷ προσκυνῶν τὸν Θεὸν, ἀρκοῦσαν ἀφορμὴν εἰς προσκύνησιν τὴν ἐνυπάρχουσαν αὐτῷ, ἔκ τε τῆς σωματικῆς κατασκευῆς, καὶ ἐκ τῆς περὶ ψυχὴν οἰκονομίας συνέντος τοῦ κτίσαντος αὐτόν. Ἤδη δὲ καὶ ὁ Κύριος αὐλὴν εἶπεν τὴν Ἰουδαίων, εἰπών· Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἐνδεικνύμενος δηλονότι καὶ ἄλλην εἶναι αὐλὴν τὴν ὄντως ἁγίαν, τὴν μέλλουσαν συνάγειν τὰ Χριστοῦ πρόβατα, τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτηρίαν· τουτέστι, τὴν Ἐκκλησίαν ταύτην, ἐν ᾗ οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνοῦσιν ἐν πνεύματι καὶ ἀληθείᾳ. Οὐδεὶς δὲ θεοποιῶν τι ἄλλο παρὰ τὸν Θεὸν δύναται προσκυνῆσαι τῷ Θεῷ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

Θεοποιοῦσι δὲ, οἱ μὲν, κοιλίαν· ὧν ὁ Θεὸς ἡ κοιλία· οἱ δὲ, ἀργύριον· οἱ τῇ πλεονεξίᾳ, ἥτις ἐστὶν εἰδωλολατρεία, προσκείμενοι, καὶ ἕκαστός γε ὃ πάντων μᾶλλον τετίμηκε, τούτῳ τὴν τοῦ Θεοῦ περιτίθησι δόξαν. Ὁ δὲ τοιοῦτος οὐκ ἔστιν ἐν τῇ ἁγίᾳ αὐλῇ, οὔτε προσκυνεῖ τῷ Θεῷ, κἂν ἀχώριστος τῶν αἰσθητῶν συνάξεων εἶναι δοκῇ.