Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν κη΄ (ὁμιλία β΄)

Μέγας Βασίλειος

Η φωνή του Κυρίου και η φανέρωσή της

Εννοιολογική προσέγγιση της φωνής του Θεού, η διάκρισή της από την αισθητή φωνή, και η ερμηνεία της παρουσίας της επί των υδάτων και εν ισχύι, με αναφορά στο κήρυγμα του Προδρόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἄξιον ὑπὲρ τοῦ νοῆσαι τί ἐστιν ἡ φωνὴ τοῦ Κυρίου, συναγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γεγραμμένα περὶ φωνῆς. Εὕραμεν τοίνυν ἐν τῇ Γενέσει γεγραμμένον ῥῆμα Κυρίου πρὸς Ἀβραὰμ, ἐν ὁράματι λέγοντος· Μὴ φοβοῦ, Ἀβραάμ· ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολύς· καὶ ἀπεκρίνατο Ἀβραάμ· Δέσποτα, τί μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Καὶ μετ᾽ ὀλίγα· Καὶ εὐθὺς φωνὴ ἐγένετο πρὸς αὐτόν. Καὶ πάλιν ἐν τῇ Ἐξόδῳ φησίν· Ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Καὶ, Ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Καὶ μετὰ τὴν Δεκάλογον· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας, καὶ τὴν φωνὴν τῆς σάλπιγγος. Καὶ ἐν τῷ Ἡσαΐᾳ γέγραπται· Φωνὴ λέγοντος· Βόησον.

Ἔστιν οὖν φωνὴ, πληγὴ ἀέρος, ἤ τι τὸ γινόμενον εἶδος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν τὸ φωνοῦν. Οἱ μὲν διὰ σαρκὸς ὁμιλοῦντες ἀλλήλοις, πλήττοντες τὸν ἀέρα, καὶ οἱονεὶ τύπον τινὰ καὶ εἶδος ἐπιβάλλοντες αὐτῷ, ὠθοῦσι διὰ τοῦ πνεύματος πρὸς τὸ φθάνειν μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται· ἡ δὲ τοῦ Κυρίου φωνὴ, ἑτερογενής τίς ἐστι, φαντασιοῦντος τοῦ Θεοῦ οἷς ἀκούειν βούλεται τῆς φωνῆς αὐτοῦ, ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην. Καὶ γὰρ ἐκεῖ, οὐχὶ τοῦ ἔξωθεν ἀέρος πληγέντος, εἰσέπεσε διὰ τῆς ἀκοῆς τῶν λεγομένων ἡ αἴσθησις, ἀλλ᾽ αὐτοῦ τοῦ ἡγεμονικοῦ παραδεξαμένου τὰ νοήματα, τῇ μνήμῃ τῶν θεασαμένων πέφυκε παραμένειν. Ἐγένετο οὖν πρὸς τὸν Ἀβραὰμ φωνὴ, διότι εἶχεν ὦτα ἀκούειν δυνάμενα τῶν ἐντολῶν τοῦ Θεοῦ, κατὰ τὸ ἀφανὲς ἐνηχοῦντος αὐτῷ τοῦ θείου βουλήματος. Πρὸς δὲ τὸν λαὸν ἡ φωνὴ γινομένη ὁρατὴ ἦν· τουτέστιν εὔγνωστος, συνετὴ πᾶσιν. Οὐ γὰρ δὴ ὑπὸ χρώματός τινος ἐχρώννυτο καὶ περιεγράφετο, ὥστε αἰσθητὴ ὀφθαλμοῖς γενέσθαι ἡ λαλουμένη φωνὴ, ἀλλ᾽ ἑώρα ὁ λαὸς τὴν φωνήν· διότι ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμοὺς, οὐδεμιᾶς ἀσαφείας περικειμένης τοῖς λαλουμένοις. Καὶ τῷ Ἡσαΐᾳ δὲ φωνὴ ἐγίνετο προστάσσουσα· Βόησον· ἀντὶ τοῦ, τὸ ἡγεμονικὸν τοῦ προφήτου ἀπὸ τῆς ἐγγινομένης αὐτῷ παρὰ Θεοῦ δυνάμεως ἐτυποῦτο. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.

Ποία φωνή; ἐπὶ ποίων ὑδάτων; Ὡς προφητείαν λάβωμεν τὸ ῥητόν. Μνήσθητι τοῦ Ἰωάννου, ὃς, ἐρωτηθεὶς παρὰ τῶν Ἰουδαίων, Τίς εἶ σύ; τίνα ἀπόκρισιν δῶμεν τοῖς ἀποστείλασιν ἡμᾶς; ἀπεκρίνατο· Ἐγὼ φωνὴ Κυρίου βοῶντος ἐν τῇ ἐρήμῳ. Οὐκοῦν φωνὴ Κυρίου ὁ Ἰωάννης, ἄγγελος ἀπὸ Θεοῦ ἀπεσταλμένος πρὸ προσώπου Κυρίου, τοῦ ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Αὕτη οὖν ἡ φωνὴ ἐπὶ τῶν ὑδάτων ἦν, ἐπὶ τῷ Ἰορδάνῃ, ἐν ᾧ ἐβάπτισε κηρύσσων τὸ τῆς μετανοίας βάπτισμα· καὶ οὐκ ἐν τῷ Ἰορδάνῃ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ Ἐνὼν ἐγγὺς τοῦ Σαλὴμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Οὐκοῦν φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Ἰωάννης ἐστὶν ἐπὶ τοῦ βαπτίσματος. Ἐκεῖ καὶ ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν.

Ἦλθε γὰρ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τότε καὶ ὁ Κύριος ἐπὶ τῶν ὑδάτων πολλῶν, καταξιώσας καταβῆναι ἐπὶ τὸ Ἰωάννου βάπτισμα, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην τὴν ἐν τῷ νόμῳ.

Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ἀφαιρεῖ γὰρ τὰς ἀσθενείας τοῦ λαοῦ διὰ τοῦ βαπτίσματος τῆς μετανοίας, δι᾽ αὐτοῦ βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν. Τὸ, Ἐν ἰσχύϊ, ἡ φωνὴ ἡ λέγουσα· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἢ μήποτε ἐν ἰσχύϊ ἡ φωνὴ, διότι μαρτυρεῖ τῷ ὄντι τῷ ἰσχυρῷ Κυρίῳ ὁ Ἰωάννης, λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν. Ἡ φωνὴ οὖν αὕτη ἐμαρτύρει τῇ ἰσχύϊ. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ· τὰ μεγάλα περὶ τοῦ Ἰησοῦ διαλεγομένου μυστήρια τοῦ Ἰωάννου, λέγοντος· Εἶδον τὸ Πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν· καὶ πάλιν· Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Ὑψηλὰ γὰρ τὰ ὕδατα καὶ τοῦ μεγέθους τῆς δόξης τῆς περὶ τὸν Μονογενῆ παραστατικά. Διὸ Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Μεγαλοπρεπὲς δὲ καὶ τὸ λέγειν· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πολλὰ μεγαλοπρεπῶς τὰ περὶ τοῦ Κυρίου φαίνεται διηγούμενος, ἐν τῷ λέγειν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Μεγαλοπρεπὲς δὲ καὶ τὸ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί.

Καὶ τὸ, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθινός ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Καὶ τὸ, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· καὶ ὅσα τοιαῦτα. Οὐδὲν οὖν ταπεινὸν, οὐδὲ μικροπρεπὲς, ἀλλὰ πάντα μεγαλοφυῶς μετὰ τοῦ ἐπιβάλλοντος μεγέθους πρεπόντως ἀποδιδόμενα παρὰ τοῦ Ἰωάννου, περὶ τοῦ Κυρίου λελάληται. Διὰ τοῦτο Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.