Τότε οὖν, φησὶν, ὅτε ἡμάρτανον, ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ ἄλλο τι χαλεπὸν περὶ ἐμὲ γέγονε. Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν Πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν), καὶ αὐτὸ οὐκ ἦν μετ᾽ ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν, Ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀναχωρῆσαν τοίνυν ἀπ᾽ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἔρημον αὐτὸν κατέλιπεν μετὰ τὸ ταραχθῆναι αὐτοῦ τὴν καρδίαν, καὶ ἐξατονῆσαι αὐτοῦ τὴν ἰσχύν. Τότε γὰρ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν αὐτοῦ ἔρημον αὐτὸν εἴασεν. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι, καὶ οἱ πλησίον αὐτοῦ, οἱ τὸν πάντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν, Μακρόθεν ἔστησαν, οὐκέτι αὐτῷ συνεῖναι βουλόμενοι, πόῤῥωθεν ἀποκλαιόμενοι, ὡς ἔοικε, φίλου συμφοράν. Τίνες δὲ ἦσαν, ἀλλ᾽ ἢ οἱ ἐπὶ τοῖς προτέροις αὐτοῦ ἀγαθοῖς χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; εἴ γε, ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι, ἐν τοῖς οὐρανοῖς χαρὰ γίνεται· Καὶ παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.