Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν λζ'

Μέγας Βασίλειος

Εισαγωγή στον ΛΖ΄ Ψαλμό και ο παιδαγωγικός χαρακτήρας της θείας οργής

Ερμηνεία της ικεσίας του Δαβίδ για απαλλαγή από τον θυμό του Θεού, με ανάλυση των ανθρωπομορφικών εκφράσεων και της θεραπευτικής λειτουργίας των θείων τιμωριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΛΖʹ ΨΑΛΜΟΝ. Διδασκαλία ἐξομολογήσεως. Ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν. Οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. Ἐλέγξω γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις κατὰ τὴν Γραφὴν, καὶ εἰς ἔργον προάγειν τὰς ἐντολὰς τοῦ Κυρίου σπουδάσαι ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν, ποίᾳ ὥρᾳ ἢ ἡμέρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Τούτοις τοῖς ῥήμασι καὶ ταῖς συλλαβαῖς καὶ ὁ ἕκτος ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προκειμένῳ φερομένοις συγγενῆ τυγχάνει· τεταπεινῶσθαι γὰρ αὐτοῦ τὰ ὀστᾶ καὶ τὴν ψυχὴν κεκοπιακέναι ἐν τῷ στεναγμῷ αὐτοῦ, ἔφασκεν ἐν τῷ ἕκτῳ, καὶ προστίθει λέγων· Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, καὶ τὰ τούτοις συνημμένα. Παραπλήσια δ᾽ ἂν εἴη ἐκείνοις καὶ τὰ ἐν τῷ προκειμένῳ, δι᾽ ὧν εἴρηται· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μοῦ ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, καὶ τὰ τούτοις δι᾽ ὅλου τοῦ ψαλμοῦ ἐπαγόμενα, ἐν οἷς ἀποκλαίεται τὴν ἑαυτοῦ ταλαιπωρίαν. Ταύτῃ γὰρ καὶ αὐτὸς τῇ λέξει κέχρηται, εἰπών· Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους σφόδρα· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ἀλλ᾽ ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαβίδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δέ· Ὁ ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν λέλεκται. Ἥ γε μὴν προσθήκη, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι τὰ παρόντα· Εἰς τέλος, καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ, Εἰς ἀνάμνησιν.

Ἀλλ᾽ ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ ὑποπεσόντα, εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἀπέλθωμεν. Δοκεῖ δέ μοι ὁ Δαβὶδ ἐν διαφόροις καὶ πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρικέναι εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διαπαντὸς φέρειν αὐτὸν ἀνὰ στόμα· κεχρῆσθαι δὲ αὐτῷ ἀντ᾽ ἐπῳδῆς, ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι᾽ ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ᾽ ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Λέγων δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· καὶ τὸ, Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, οὐ φεύγει τὸ παιδευθῆναι, δίχα δὲ ὀργῆς τῆς παιδείας τυχεῖν ἀξιοῖ· ὡς εἰ καὶ ἰατρῷ τις, τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπεία πάθους ὑποκειμένου, λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πραοτέρων φαρμάκων· ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων.

Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς τοῦ Θεοῦ λεγόμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, οὐ πάθη σημαίνει· παντὸς γὰρ πάθους ἀλλότριον τὸ θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα, καὶ χεῖρας, καὶ δακτύλους, καὶ πόδας, καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονομεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων ποιότητι.

Οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρτάνουσι κατὰ Θεοῦ κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο δὲ διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος, λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις, ὀργὴν καὶ θυμὸν ὀνομάζοι, οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος. Ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονοῦντες κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ, αἱ τοιαῦται καὶ ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ᾽ Αἰγυπτίων ἐπαχθείσης λόγῳ τὸ, Ἀπέστειλεν ἐπ᾽ αὐτοὺς ὀργὴν καὶ θυμὸν, ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν. Οὕτως δεξιὰ λέλεκται τοῦ Θεοῦ, τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορηγούμενα.

Ἱκετεύει τοίνυν ὁ Δαβὶδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι᾽ ἀποστολῆς ἀγγέλων πονηρῶν παιδευθῆναι, διὰ λόγων δὲ σωτηρίων καὶ μαθημάτων ὠφελίμων. Καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἤδη δὲ ἐντεῦθεν καὶ κατὰ τὸν παρόντα βίον, πρὸ τῆς τελευτῆς, ἀπολήψεσθαι τὰ ἁμαρτήματα. Καὶ ἔτυχέ γε τοῦ σκοποῦ· φαίνεται γοῦν δίκην δεδωκὼς, δι᾽ ὧν ἔπαθε, πρὸ τῆς τελευτῆς. Καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παντοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις.