Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν λζ'

Μέγας Βασίλειος

Τα νοητά βέλη του Κυρίου, η αιτία της πτώσης και η σωματική κακοπάθεια

Σύγκριση της δοκιμασίας του Δαβίδ με την αντίστοιχη του Ιώβ, ερμηνεία της υπερηφάνειας ως αιτίας της παιδαγωγίας και εξέταση της εκούσιας τιμωρίας της σαρκός ως καρπού μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὁ μὲν μέγας ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ τοῦτο ἐγένετο· διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαβὶδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρωθεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού εἰσιν· ἀλλ᾽, Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Ὁ δὲ Ἰὼβ μνημονεύει τῆς χειρὸς Κυρίου, λέγων· Χεὶρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου.

Καὶ ὁ διάβολος τῷ Κυρίῳ λέγων, Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε. Καὶ πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ᾽ ἑτέρα τις ἦν χεὶρ, καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ καθικνούμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων.

Ἐνταῦθα δὲ, ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενοσήκει ὁ Δαβὶδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα ἧφθαι αὐτοῦ. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη, λογικὰ εἶναι, μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμένους καὶ κολάζοντας· ἐπεὶ τοσοῦτος ὢν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ἀγαθῶν ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκε. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον, καὶ τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, τὰ παθητικὰ καὶ ἐρωτικὰ, εἰς ἐπιθυμίαν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς, σημαίνει· περὶ ὧν καὶ ὁ Ἀπόστολος διδάσκει, λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἥλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ ὁ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίγνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.

Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος, μέγα ἐφ᾽ ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Οἱ δὲ λόγοι, τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ, καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ, βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες, τιτρώσκοντές τε καὶ κεντοῦντες αὐτήν. Καὶ οὕτως εἴποις ἂν τὸν Δαβὶδ τοῖς ἱεροῖς τούτοις καὶ θείοις κεντούμενον, εὐλόγως παραιτεῖσθαι τὸν διὰ θυμοῦ ἔλεγχον, καὶ τὴν δι᾽ ὀργῆς τοῦ Θεοῦ παιδείαν. Μὴ γὰρ τῷ θυμῷ σου, φησὶν, ἐλέγξῃς με, Κύριε, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Διὰ τί; Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Προσλαβόντα γὰρ τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενα βέλη ἱκανῶς με τιμωρεῖται, καὶ αὐτάρκως με κολάζει. Διὸ ἱκετεύει, μὴ ὀργῆς ἑτέρας μηδὲ θυμοῦ πειραθῆναι, Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, ἢ, καθίκεταί μου, κατὰ τὸν Σύμμαχον.

Καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Χεῖρα δὲ Κυρίου καθαψαμένην αὐτοῦ νόησον, καὶ τὴν ἐπὶ τοῦ Ἰὼβ δεδηλωμένην. Αὕτη δὲ ἡ χεὶρ τοῦ Κυρίου πάντα τὸν οἶκον τοῦ Δαβὶδ ἐκ βάθρων ἔσεισε, τὸν μὲν πρωτότοκον αὐτοῦ τῶν παίδων τὸν Ἀμνὼν ἔρωτι τῆς ἀδελφῆς ἐκμήνασα, πυρώσασα δὲ τὸν Ἀβεσσαλὼμ τῇ κατὰ τοῦ ἀδελφοῦ ὀργῇ, ὡς ἀνελεῖν τὸν Ἀμνὼν, ἔπειτα καὶ αὐτῷ ἐπαναστῆναι τῷ πατρί· καὶ τὰ λοιπὰ δὲ πάντα διὰ τῆς ἱστορίας παριστάμενα, ἡ δηλωθεῖσα χείρ. Χείρ σου καθήψατό μου διὰ τῶν ἐπαλλήλων συμφορῶν. Ἱκετεύω, φησὶ, μὴ ἄλλῳ θυμῷ ἐλεγχθῆναι, μηδὲ χείρονι ὀργῇ παιδευθῆναι.

Καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἐπιλεγόμενα, ἃ διδάσκει ἑξῆς λέγων· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἐγὼ, φησὶ, προλαβὼν, οὐδὲ περιμείνας ἵνα μού τις ἔξωθεν τὸ σῶμα κολάσῃ, ἕλκει πονηρῷ ἐμαυτὸν ἐτιμωρησάμην, καὶ τὴν σάρκα μου, δι᾽ ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κολάσεσι παρέδωκα, τιμωρούμενος ἐμαυτὸν καὶ κολάζων παντοίαις κολάσεσι. Τοῦτο γὰρ ἐδήλου καὶ δι᾽ ἑτέρων, λέγων· Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον, καὶ ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὰ ὀστᾶ μου τῇ σαρκί μου. Καὶ, Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὕτως οὖν καὶ νῦν φησιν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Ἀντὶ δὲ, τῆς ὀργῆς, συμφώνως ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀπὸ προσώπου ἐμβριμήσεώς σου, ἡρμήνευσαν. Ἀπήρκει γάρ μοι, φησὶν, ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ σοῦ προφήτου Νάθαν ἀπειλή. Διὸ ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου ἐμαυτὸν οὕτως ἐτιμωρησάμην, ὡς κολάσαι τὴν ἐμαυτοῦ σάρκα, καὶ τὰ ὀστᾶ μου μὴ ἔχειν εἰρήνην Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἀνθ᾽ οὗ ὁ Σύμμαχος, Διὰ τὰς ἁμαρτίας μου.