Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν λζ'

Μέγας Βασίλειος

Η πνευματική εξασθένιση και η απώλεια του θείου φωτός

Εξέταση της ταραχής της καρδίας λόγω της αμαρτίας, η οποία σκοτίζει τον νου, αδυνατίζει την ψυχή και προκαλεί την απομάκρυνση της χάριτος και των αγαθών αγγέλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Διό φημι· Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾽ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν.

Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τῇ μνήμῃ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπαναλαμβάνει.

Διδάσκει δὲ ἐν οἷς γέγονεν, ἐν τῷ τῆς ἁμαρτίας ὀλισθήματι περιπεσών· οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν. Ἐταλαιπώρησα οὖν, καὶ κατεκάμφθην, καὶ σκυθρωπάζων ἐπορευόμην, καὶ ἐταπεινώθην, καὶ ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Εἰς πάντα ταῦτα ἐλήλυθα· ἐπειδὴ γὰρ καιρῷ τινι Ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστιν μετ᾽ ἐμοῦ.

Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν, οὐ μικρὰν ὑπέμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν. Διὸ καὶ ἀνωτέρω ἔλεγε· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταράχθη τοίνυν ἡ καρδία αὐτοῦ, ὅτε ἐν ἀφροσύνῃ ἐγεγόνει, καὶ τῆς μὲν κατὰ τὴν φρόνησιν ἀρετῆς ἐξέπιπτεν, ἔργα δὲ ἀφροσύνης ἔπραττε. Τότε δὲ καὶ ἐγκατέλιπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας. Ἐπὶ μὲν γὰρ τῶν κατορθούντων· Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· ἐπὶ δὲ τῶν νικωμένων ἡ σὰρξ κατεπαίρεται καὶ κατισχύει, ἀτονεῖ δὲ καὶ ἐξασθενεῖ ἡ ψυχή.

Τότε οὖν, φησὶν, ὅτε ἡμάρτανον, ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ ἄλλο τι χαλεπὸν περὶ ἐμὲ γέγονε. Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν Πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν), καὶ αὐτὸ οὐκ ἦν μετ᾽ ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν, Ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Ἀναχωρῆσαν τοίνυν ἀπ᾽ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἔρημον αὐτὸν κατέλιπεν μετὰ τὸ ταραχθῆναι αὐτοῦ τὴν καρδίαν, καὶ ἐξατονῆσαι αὐτοῦ τὴν ἰσχύν. Τότε γὰρ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν αὐτοῦ ἔρημον αὐτὸν εἴασεν. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι, καὶ οἱ πλησίον αὐτοῦ, οἱ τὸν πάντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν, Μακρόθεν ἔστησαν, οὐκέτι αὐτῷ συνεῖναι βουλόμενοι, πόῤῥωθεν ἀποκλαιόμενοι, ὡς ἔοικε, φίλου συμφοράν. Τίνες δὲ ἦσαν, ἀλλ᾽ ἢ οἱ ἐπὶ τοῖς προτέροις αὐτοῦ ἀγαθοῖς χαίροντες, ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; εἴ γε, ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι, ἐν τοῖς οὐρανοῖς χαρὰ γίνεται· Καὶ παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.

Καὶ οὗτοι οὖν πάντες οἱ τοῦ Δαβὶδ φίλοι, κατὰ τὸν τῆς ἁμαρτίας αὐτοῦ καιρὸν ἀνεχώρουν ἀποστρεφόμενοι· οὐ μὴν πάντη αὐτὸν κατελίμπανον, μακρὰν δὲ ἑστῶτες ἐπέστενον· ὃ δὴ καὶ αὐτὸ διδάσκει, λέγων· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν, καὶ ἔστησαν. Καὶ οἱ ἔγγιστά μου, ἀπὸ μακρόθεν ἔστησαν.