Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν ριεʹ

Μέγας Βασίλειος

Η πίστη ως προϋπόθεση της θεολογίας

Η αναγκαιότητα της πίστεως η οποία προηγείται των λογικών αποδείξεων και αποτελεί την αναπόδεικτη αρχή για την προσέγγιση του μυστηρίου του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΕΙΣ ΤΟΝ ΡΙΕ ΨΑΛΜΟΝ. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Πίστις ἡγείσθω τῶν περὶ Θεοῦ λόγων· πίστις, καὶ μὴ ἀπόδειξις. Πίστις, ἡ ὑπὲρ τὰς λογικὰς μεθόδους τὴν ψυχὴν εἰς συγκατάθεσιν ἕλκουσα· πίστις, οὐχ ἡ γεωμετρικαῖς ἀνάγκαις, ἀλλ᾽ ἡ ταῖς τοῦ Πνεύματος ἐνεργείαις ἐγγινομένη.

Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει. Ταύτῃ τῇ φωνῇ ἐπηκολούθει τὸ ἔργον διὰ τοῦ Πνεύματος. Ἐκ τοῦ θαύματος ἀναγκαία ἡ παραδοχὴ τῆς θεότητος τοῦ Μονογενοῦς τοῖς ὁρῶσιν ἐγίνετο. Τί ἀναγκαστικώτερον εἰς συγκατάθεσιν (εἰπέ μοι); προτάσεων πλοκαὶ τὸ συμπέρασμα ἀκόλουθον ἑαυταῖς ἐφελκόμεναι, ἢ θαῦμα τοσοῦτον ἐναργῶς ὁρώμενον, πᾶσαν ἀνθρώπου δύναμιν ὑπερβαῖνον; Ἀλλ᾽ οὐχὶ καὶ νῦν ταῦτα εὐδοκιμεῖ, οὐδὲ τὰ τοῦ Πνεύματος ἔργα τὸν περὶ Θεοῦ λόγον πιστοῦται· ἀλλ᾽ ἔντεχνοι ἀποδείξεις, ἐν τῷ πιθανῷ τῆς τοῦ κόσμου σοφίας ἔχουσαι τὴν ἐλπίδα, οὐκ ἐν τῷ ἰσχυρῷ καὶ ἐναργεῖ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἣν, διὰ τῶν ἐν ἁπλότητι καρδίας ἀπεριεργάστως πεποιθότων Θεῷ, τῆς σωτηρίας ἕνεκεν τῶν πολλῶν ἐπιδείκνυται. Ἀλλ᾽ εἴθε κἀμοὶ γένοιτο πιστεῦσαι ἀξίως, ἵνα λαλήσω νῦν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ ταύτῃ πέντε λόγους ἐν τῷ νοΐ μου. Καὶ μηδεὶς καταχλευαζέτω τὸν λόγον, ὡς ἀβασανίστως ἡμῶν εἰς τὴν ὑπὲρ ὧν λέγομεν συγκατάθεσιν τοὺς ἀκούοντας ἐναγόντων.

Ἀνάγκη γὰρ ἑκάστης μαθήσεως ἀνεξετάστους εἶναι τὰς ἀρχὰς τοῖς μανθάνουσιν· ἐπεὶ ἀμήχανον τοὺς περὶ τὰ πρῶτα ζυγομαχοῦντας δυνηθῆναι ὁδῷ καὶ τάξει προελθεῖν εἰς τὸ τέλος. Καὶ τοῦτο ἂν μάθοις παρ᾽ αὐτῶν τῶν ἔξωθεν. Εἰ γὰρ μὴ συγχωρήσειας τὰς πρώτας ἀρχὰς τῷ γεωμέτρῃ, ἀμήχανον αὐτὸν τὰ ἐφεξῆς συμπεράνασθαι. Καὶ τῆς ἀριθμητικῆς ὁ τοῖς πρώτοις καὶ στοιχειώδεσιν ἐνιστάμενος, τὴν εἰς τὸ πρόσω ὁδὸν διακόπτει. Ὁμοίως δὲ καὶ ἰατρικαὶ ἀρχαὶ ἰατροῖς ἀναπόδεικτοι. Καὶ ὅλως, ἐν ὁποιῳδήποτε ἐπιτηδεύματι τῶν ὁδῷ καὶ τάξει προϊόντων ἐπὶ τὸ τέλος, ἀδύνατον τῶν πρώτων ὑποθέσεων ἀποδείξεις ἐπιζητεῖν· ἀλλ᾽ ἀνάγκη τὰς τῶν λογικῶν τεχνῶν ἀρχὰς ἀνεξετάστως παραδεξάμενον, τὸ ἐκ τῶν ὑποτεθέντων ἀκόλουθον ἐν τοῖς ἐφεξῆς ἐπιβλέπειν. Οὕτω δὴ οὖν καὶ τὸ τῆς θεολογίας μυστήριον, τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν. Πιστεῦσαι γὰρ δεῖ, φησὶν, ὅτι ἔστι Θεὸς, οὐχὶ ζητῆσαι, οὐδὲ ζυγομαχῆσαι τὸ τί ἐστι.

Καὶ ὅλως, εἰ ἡ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, καὶ ἔλεγχος οὐ βλεπομένων, μὴ φιλονείκει ἰδεῖν ἤδη τὰ μακρὰν ἀποκείμενα, μηδὲ τὰ ἐλπιζόμενα ἀμφίβολα καταστήσῃς, διὰ τὸ μήπω αὐτῶν δύνασθαι κατὰ τὴν γνῶσιν ἐφάπτεσθαι.